Book II rem close CLOSEOUT
Rem CLOSEOUT: Book II CLOSEOUT. LOCKABLE-CORPUS CLOSEOUT (Books I–II).
Greek
εται. 2.16 Ἀκούετε, ὦ ἄνδρες, καὶ συνίετε λοιπὸν πόσος ἐν τούτοις ὁ λῆρος. Ταῖς γὰρ ἀλλήλων ἀντανιστάμενοι δόξαις, τοῦτό τε κἀκεῖνο φύρδην ἁπλῶς καὶ ἀκατασκέπτως κατὰ τὸ ἑκάστῳ δοκοῦν ἐρευγόμενοι, πῶς οὐκ ἂν εἶναι νοοῖντο στοχασταὶ μᾶλλον, καὶ οὐ τῆς ἀληθείας ἐπιστήμονες; Οἱ μὲν γὰρ ἕνα τὸν κόσμον, οἱ δὲ πολλούς, ἕτεροι δὲ γενητόν, εἰσὶ δὲ οἳ τούτοις εἰσάπαν ἀνθεστηκότες καὶ διάφοροι τὰς γνώμας ἄφθαρτόν τε καὶ ἀγένητον εἶναι λέγουσιν αὐτόν· καὶ οἱ μὲν προνοίᾳ Θεοῦ διοικούμενον, οἱ δὲ καὶ προνοίας δίχα καὶ τὴν τῶν στοιχείων εὔτακτον κίνησιν αὐτοματισμοῖς καὶ συμβεβηκόσιν ἐκνενεμήκασι· καὶ οἱ μὲν ἐψυχῶσθαί φασιν αὐτόν, οἱ δὲ οὔτε ἔμψυχον οὔτε νοερόν· καὶ ἁπαξαπλῶς κατίδοι τις ἂν οἰονεὶ μεθύοντα τῇδε κἀκεῖσε διαρριπτούμενον τὸν ἐφ' ἑκάστῳ λόγον αὐτοῖς. Ἐπειδὴ δὲ τὸν Πλάτωνα τῶν ἄλλων ἐκκεκρικὼς ταῖς αὐτοῦ μάλιστα δόξαις ἐμφιλοχωρεῖ, φαίην ἂν ὅτι Πλάτων τε καὶ Πυθαγόρας δοξάζουσι μέν πως ἐπιεικέστερον περί τε Θεοῦ καὶ κόσμου· συνειλόχασι δὲ τὴν εἰς τοῦτο παίδευσιν εἴτουν ἐπιστήμην Αἰγυπτίοις ἐμβεβληκότες, παρ' οἷς δὴ πολὺς ὁ περὶ τοῦ πανσόφου Μωσέως λόγος ἦν καὶ τῶν παρ' αὐτῷ δογμάτων τὸ θαῦμα τετίμητο. Πλὴν αὐτόν τέ φασιν ἑαυτῷ τὸν Πλάτωνα τἀναντία δοξάσαι, καὶ αὐτῷ φοιτήσαντα τὸν Ἀριστοτέλη μὴ τὰ αὐτοῦ μᾶλλον ἑλέσθαι φρονεῖν, ἀντιφέρεσθαι δὲ καὶ ἀντεξάγειν αὐτῷ. Φησὶ γὰρ ὁ Πορφύριος δοξάσαι τὸν Πλάτωνα περὶ οὐρανοῦ, φάναι τε ὅτι τὸ σωματοειδὲς αὐτοῦ συνέστη ἀπὸ τῶν τεσσάρων στοιχείων, ἀλλήλοις ὑπὸ ψυχῆς συμπεφωνηκότων· ∆ιό, φησί, καὶ νῦν συμμιγὴς μένει καὶ κατὰ τὸ πλεονάζον ὠνόμασται. 2.17 Ἐτυμολογεῖ δέ, οἶμαι, τοὔνομα καὶ κεκλῆσθαί φησιν οὐρανὸν οἷον ὁρατὸν ὄντα τινά, ἵν' ἐκ τοῦ ὁρᾶσθαι νοοῖτό τις οὐρανός. Ἀριστοτέλει γε μὴν οὐχ ὧδε ταῦτ' ἔχειν ἐδόκει. Πόθεν; Οὐ γάρ τοί φησι συντεθεῖσθαι τὸν οὐρανόν, οὔτε μὴν ἐκ τεσσάρων εἶναι στοιχείων, ἐπινοεῖ δὲ πέμπτον τι σῶμα τῶν τεσσάρων ἀμέτοχον καὶ ὁλοτρόπως ἠμοιρηκός. Καὶ ὁ μὲν Πλάτων ἔμψυχόν τε τὸν κόσμον φησὶ καὶ ζῷον νοερόν, ἐφίστησι δὲ καὶ πρόνοιαν αὐτῷ· ὁ δ' αὐτοῦ πάλιν φοιτητὴς οὐχ ὧδε πεφρόνηκεν· οὔτε γὰρ ἔμψυχον ὅλον δι' ὅλων οὔτε νοερὸν οὔτε προνοίᾳ διοικούμενον. Καὶ αὖθις ὁ μὲν γενητόν τε καὶ φθαρτὸν τό γε ἧκον εἰς τὴν αὐτοῦ φύσιν διορίζεται, ὁ δὲ οὐδὲ γενητὸν δίδωσιν αὐτὸν ἀλλ' ὡς ἄφθαρτον καὶ ἀγένητον. Καὶ πάλιν ὁ μὲν δὴ δεινὸς καὶ διαβόητος Πλάτων τρεῖς ἀρχὰς εἶναι τοῦ παντὸς διορίζεται, Θεὸν καὶ ὕλην καὶ εἶδος· καὶ Θεὸν μὲν εἶναί φησι τὸν ποιητήν, ὕλην δὲ τὸ ὑποκείμενον, εἶδος δὲ τὸ ἑκάστου τῶν γινομένων παράδειγμα· ἀντανίσταται δὲ πάλιν Ἀριστοτέλης αὐτῷ καὶ οὐ συμβαίνει καθάπαξ· τὸ γὰρ εἶδος ἀρχὴν ἢ φρονεῖν ἢ λέγειν οὐκ ἀξιοῖ, δύο δὲ εἶναί φησι τὰς ἀρχάς, Θεὸν καὶ ὕλην. Τρεῖς δὲ δὴ πάλιν ὁ Πλάτων τὰς τῶν ὅλων ἀρχὰς εἶναι λέγων, Θεόν τε καὶ ὕλην καὶ εἶδος, προσεπάγει καὶ τετάρτην, ἣν δὴ καθόλου ψυχὴν ὀνομάζει. Καὶ πρός γε δὴ τούτῳ τὴν ὕλην ἀγένητον εἰπών, καὶ γενητὴν αὐτὴν εἶναί φησι· εἶτα τὸ εἶδος, ὅ τί ποτέ ἐστιν, ὑφεστάναι δοὺς αὐτὸ καθ' ἑαυτό, μάχεται τοῖς ἰδίοις αὐτοῦ εὑρήμασιν· ἔφη γὰρ ἐν τοῖς τοῦ Θεοῦ νοήμασιν ὑπάρχειν αὐτὸ καὶ οὐκ ἰδίαν ὕπαρξιν ἔχειν, ἤγουν οὐσίωσιν. 2.18 Τίσιν οὖν ἄρα προσνενευκότες οἱ τῆς ἀληθείας ἐρευνηταὶ τὴν ἀμώμητον καὶ ἀπλανεστάτην διᾴττοιεν τρίβον; Τίνα τῶν ὠνομασμένων τοῦ ψευδοεπεῖν ἀπαλλάξομεν; Τίνι τὴν ψῆφον τοῦ κατὰ μηδένα διαπταῖσαι τρόπον ἀπονέμειν ἄξιον; Μᾶλλον δὲ πῶς ἂν εἶεν ἀξιόχρεῳ πρός γε τὸ δεῖν ἀναπεῖσαί τινας οἵ γε τοσοῦτον διημαρτήκασι τἀληθοῦς ὡς μὴ μόνον ἀλλήλοις ἀλλὰ καὶ αὐτοὺς ταῖς σφῶν ἀντιφέρεσθαι δόξαις; Ἐπαινεῖ δὲ ταῦτα καὶ κατατέθηπεν ὁ πάνσοφος Ἰουλιανός, καὶ κατασκώπτει μὲν τὰ Μωσέως, ἄνω δὲ καὶ κάτω τὰ πάντα κυκῶν τοὺς Πλάτωνος λόγους ἀντιπαρεξάγειν αὐτοῖς ἀποτολμᾷ, καί φησι· {ΙΟΥΛΙΑΝΟΣ} Ἐνταῦθα παραβάλωμεν, εἰ βούλεσθε, τὰ τοῦ Πλάτωνος. Τί τοίνυν οὗτος ὑπὲρ τοῦ δημιουργοῦ λέγει καὶ τίνας περιτίθησιν αὐτῷ φωνὰς ἐν τῇ κοσμογενείᾳ σκόπησον, ἵνα τὴν Πλάτωνος καὶ Μωσέως κοσμογένειαν ἀντιπαραβάλωμεν ἀλλήλαις. Οὕτω γὰρ ἂν φανείη τίς ὁ κρείττων, καὶ τίς ἄξιος τοῦ Θεοῦ μᾶλλον· ἆρ' ὁ τοῖς εἰδώλοις λελατρευκὼς Πλάτων, ἢ περὶ οὗ φησιν ἡ Γραφὴ ὅτι στόμα κατὰ στόμα ὁ Θεὸς ἐλάλησεν αὐτῷ; Ἐν ἀρχῇ ἐποίησεν ὁ Θεὸς τὸν οὐρανὸν καὶ τὴν γῆν· ἡ δὲ γῆ ἦν ἀόρατος καὶ ἀκατασκεύαστος, καὶ σκότος ἐπάνω τοῦ ἀβύσσου, καὶ πνεῦμα Θεοῦ ἐπεφέρετο ἐπάνω τοῦ ὕδατος. Καὶ εἶπεν ὁ Θεός· Γενηθήτω φῶς, καὶ ἐγένετο φῶς, καὶ εἶδεν ὁ Θεὸς τὸ φῶς ὅτι καλόν. Καὶ διεχώρισεν ὁ Θεὸς ἀνὰ μέσον τοῦ φωτὸς καὶ ἀνὰ μέσον τοῦ σκότους, καὶ ἐκάλεσεν ὁ Θεὸς τὸ φῶς ἡμέραν καὶ τὸ σκότος ἐκάλεσε νύκτα. Καὶ ἐγένετο ἑσπέρα καὶ ἐγένετο πρωΐ, ἡμέρα μία. Καὶ εἶπεν ὁ Θεός· Γενηθήτω στερέωμα ἐν μέσῳ τοῦ ὕδατος, καὶ ἐκάλεσεν ὁ Θεὸς τὸ στερέωμα οὐρανόν. Καὶ εἶπεν ὁ Θεός· Συναχθήτω τὸ ὕδωρ τὸ ὑποκάτω τοῦ οὐρανοῦ εἰς συναγωγὴν μίαν καὶ ὀφθήτω ἡ ξηρά· καὶ ἐγένετο οὕτως. Καὶ εἶπεν ὁ Θεός· Βλαστησάτω ἡ γῆ βοτάνην χόρτου καὶ ξύλον κάρπιμον. Καὶ εἶπεν ὁ Θεός· Γενεθήτωσαν φωστῆρες ἐν τῷ στερεώματι τοῦ οὐρανοῦ, ἵνα ὦσιν εἰς φαῦσιν ἐπὶ τῆς γῆς· καὶ ἔθετο αὐτοὺς ὁ Θεὸς ἐν τῷ στερεώματι τοῦ οὐρανοῦ, ὥστε ἄρχειν τῆς ἡμέρας καὶ τῆς νυκτός. 2.19 Ἐν δὴ τούτοις οὔτε τὴν ἄβυσσόν φησι πεποιῆσθαι ὑπὸ τοῦ Θεοῦ οὔτε τὸ σκότος οὔτε τὸ ὕδωρ· καίτοι χρῆν δήπουθεν εἰπόντα περὶ τοῦ φωτὸς ὅτι προστάξαντος Θεοῦ γέγονεν, εἰπεῖν ἔτι καὶ περὶ τῆς νυκτὸς καὶ περὶ τῆς ἀβύσσου καὶ περὶ τοῦ ὕδατος· ὁ δὲ οὐδὲν εἶπεν ὡς περὶ γεγονότων ὅλως, καίτοι πολλάκις ἐπιμνησθεὶς αὐτῶν. Πρὸς τούτοις οὔτε τῆς τῶν ἀγγέλων μέμνηται γενέσεως ἢ ποιήσεως, οὐδ' ὅντινα τρόπον παρήχθησαν, ἀλλὰ τῶν περὶ τὸν οὐρανὸν μόνον καὶ περὶ τὴν γῆν σωμάτων, ὡς εἶναι τὸν Θεὸν κατὰ τὸν Μωσέα ἀσωμάτων μὲν οὐδενὸς ποιητήν, ὕλης δὲ ὑποκειμένης κοσμήτορα· τὸ γὰρ· Ἡ δὲ γῆ ἦν ἀόρατος καὶ ἀκατασκεύαστος οὐδὲν ἕτερόν ἐστιν ἢ τὴν μὲν ξηρὰν οὐσίαν ὕλην ποιοῦντος, κοσμήτορα δὲ αὐτῆς τὸν Θεὸν εἰσάγοντος. {ΚΥΡΙΛΛΟΣ} Μωσέως μὲν οὖν πέρι πολὺς ἂν γένοιτο καὶ μακρὸς τοῖς εὐφημεῖν βουλομένοις ὁ λόγος· ἀκήκοε γὰρ Θεοῦ λέγοντος ἐναργῶς· Οἶδά σε παρὰ πάντας, καὶ χάριν εὕρηκας παρ' ἐμοί. Τῆς γε μὴν ἐνούσης αὐτῷ πολυειδοῦς ἀρετῆς ἀπόδειξις εἴη ἂν καὶ μάλα σαφὴς τῆς ἐν Αἰγύπτῳ τερατουργίας ἡ δύναμις. Ὑφεστήκει γὰρ τῷ τῶν ὅλων Θεῷ, καὶ ὑπηρέτης ἦν ταῖς τῶν Αἰγύπτων ἀπονοίαις κατεξανιστάντι τὴν κτίσιν. Ὁποῖός γε μὴν ὁ Πλάτων ἦν, κἂν εἰ μή τις λέγοι, διαβοήσειεν ἂν ἡ ἐξ Ἀθηνῶν ἐπὶ Σικελίαν ἄφοδος· οὐ γὰρ ἀρεσθέντα ταῖς παρ' αὐτοῦ θωπείαις τὸν ∆ιονύσιον ἀποδόσθαι φασὶν αὐτόν, ὡς ἀνελευθέρῳ που πάντως ποινὴν ἐπιθέντα τὴν ἀνδραπόδῳ πρεπωδεστάτην. Πλὴν ἀφείσθω τέως ὁ περὶ τούτου λόγος, ἴτω δὲ πάλιν ἐπὶ τὸ ἐν χερσίν. 2.20 Ὁ θεσπέσιος μὲν γὰρ Μωσῆς οὐ λόγους ἡμῖν εἰκαίους ὁρᾶται συντεθεικώς, οὔτε μὴν ἐκ φιλοτιμίας ἁπλῶς εἰς τοῦτο παρωρμημένος, ἀλλά τι τῶν ἀναγκαίων εἰς ὄνησιν ἐπινοήσας τῷ βίῳ. Οὐ γάρ τοι προὔθετο φυσιολογεῖν ἰσχνῶς ἤγουν φάναι τι περὶ τῶν λεγομένων πρώτων ἀρχῶν ἢ τῶν ἐξ αὐτῶν στοιχείων· περιεργότερα γὰρ οἶμαι ταυτὶ καὶ ταῖς τινων διανοίαις οὐχ ἁλώσιμα. Σκοπὸς δὲ γέγονεν αὐτῷ τῶν τὸ τηνικάδε τὸν νοῦν τοῖς τῆς ἀληθείας ἐπιστῆσαι δόγμασι. Πεπλάνηντο γάρ, καὶ τὸ δοκοῦν ἕκαστος προσκυνοῦντες ἡλίσκοντο, καὶ τὸν ἕνα καὶ φύσει Θεὸν ἐξ ἀμαθίας τῆς ἄγαν ἠγνοηκότες λελατρεύκασι τῇ κτίσει. Καὶ οἱ μὲν θεὸν ἐπεγράφοντο τὸν οὐρανόν, ἕτεροι δὲ τὸν ἡλίου κύκλον, εἰσὶ δὲ οἳ καὶ σελήνῃ καὶ ἄστροις καὶ γῇ καὶ φυτοῖς καὶ τῇ τῶν ὑδάτων φύσει, πτηνοῖς τε καὶ ζῴοις ἀλόγοις τὴν τῆς ἀνωτάτω φύσεως δόξαν ἀπονέμειν ἐσπούδαζον. Καθιγμένων δὴ τῶν πραγμάτων εἰς τοῦτο αὐτοῖς, καὶ τῆς οὕτω δεινῆς ἀρρωστίας κατανεμηθείσης ἅπαντας τοὺς ἐπὶ τῆς γῆς, ἐπίκουρος ἦν ὁ Μωσῆς καὶ τῶν καλλίστων ἅπασι μαθημάτων εἰσηγητὴς ἀνεδείκνυτο, εἷς μὲν ὅτι κατὰ φύσιν ἐστὶν ὁ τῶν ὅλων δημιουργὸς διαρρήδην ἀνακεκραγώς, ἀφιστὰς δὲ τῶν ἄλλων, ἃ καὶ δι' αὐτοῦ παρήχθη πρὸς τὸ εἶναί τε καὶ ὑπάρχειν ὅλως. Χρειωδέστατα τοίνυν καὶ μάλα σαφῶς τὸ πολὺ λίαν ἰσχνομυθεῖν παρελάσας, ἐπὶ τὸν τῶν ἀναγκαιοτέρων κεχώρηκε λόγον. 2.21 Τί γὰρ ἔδει ποία μέν ἐστιν ἡ τῶν ὑδάτων φύσις εἰπεῖν, ἢ καὶ ὅπως γέγονε τὴν ἀρχήν, ἀναμετρῆσαί τε καὶ ἀβύσσους καὶ οὐρανοῦ φύσιν, καὶ τῆς τῶν ἀγγέλων ὑπάρξεως πολυπραγμονῆσαι τὸν τρόπ
About this text
Cyril of Alexandria, Against Julian (Greek). SERIES on this page: Prologue + Books I–X CLOSEOUT.
English follows PG 76 Greek (CPG 5233). SC/GCS/Routledge / modern English syncs were not used as wording. Contra Julianum SERIES CLOSEOUT Prologue + Books I–X.
Witnesses
- Copy-text PG 76 — Contra Julianum (Greek)
English is newly prepared for study from the stated edition. Open Greek on each section for the source text. This is not a complete critical edition.