Dialogue rem close
Rem CLOSEOUT: Dialogue CLOSEOUT. SERIES CLOSEOUT.
Greek
απαξ προσενεχθεὶς εἰς τὸ πολλῶν ἀνενεγκεῖν ἁμαρτίας, ἐκ δευτέρου χωρὶς ἁμαρτίας ὀφθήσεται. Καὶ πάλιν· ̔Αμαρτίαν οὐκ ἐποίησεν, καὶ δόλος οὐχ ὑπῆρχεν ἐν τῷ στόματι αὐτοῦ· καὶ ἰδοὺ αὐτὸς ἑαυτὸν προσφέρει ὑπὲρ ἡμῶν· ιδε ουν οὐχ ὑπὲρ ἑαυτοῦ ἀνήνεγκεν αὑτὸν, ἀλλ' ὑπὲρ τοῦ λαοῦ. {ΝΕΣΤ.} Αὐτοῦ λέγοντος· ̔Ο τρώγων μου τὴν σάρκα, καὶ πίνων μου τὸ αιμα, ζήσεται δι' ἐμοῦ, καθὼς ἐγὼ ζῶ διὰ τὸν ἀποστείλαντά με Πατέρα. 76.253 Τίνα ουν ἐσθίεις, αἱρετικέ; τὴν θεότητα, η τὴν ἀνθρωπότητα; Οὐκ ειπε γὰρ ὁ Χριστὸς, ̔Ο τρώγων μου τὴν θεότητα, ἀλλὰ, Τὴν σάρκα. {ΚΥΡ.} ̓Εγὼ μὲν πίστει μεταλαμβάνω τὴν τοῦ ζωοποιοῦ Λόγου ζωοποιοῦσαν σάρκα· οθεν ὁ Σωτὴρ εφη· Οἱ ἐσθίοντες ἐκ τούτου τοῦ αρτου, οὐ μὴ γεύσωνται θανάτου εἰς τὸν αἰῶνα· οἱ
About this text
Cyril of Alexandria, Dialogus cum Nestorio (Greek). SERIES CLOSEOUT on this page.
Original English Translation of Cyril’s Dialogus cum Nestorio — new OET from PG 76 Greek.
Witnesses
- Copy-text PG 76 (Greek)
English is newly prepared for study from the stated edition. Open Greek on each section for the source text. This is not a complete critical edition.