Dialogue rem mid
Rem mid: Dialogue; lemma continues; spiritual reading with the letter.
Greek
καὶ ἡ θεοπρεπὴς Παρθένος ετεκεν ἐν σαρκὶ τὸν ἐκ Θεοῦ Θεὸν Λόγον. {ΝΕΣΤ.} Πᾶσα μήτηρ τὸ ὁμοούσιον αὐτῆς τίκτει· οὐκ εστιν ουν αὐτοῦ μήτηρ, εἰ μὴ αὐτὸς ὁμοούσιος αὐτῆς ὑπάρχει· πῶς γὰρ αὐτοῦ μήτηρ τοῦ ἀλλοτρίου τῆς οὐσίας αὐτῆς ὑπάρχοντος [ξοδ. τὸ ἀλλότριον ὑπάρχον]; {ΚΥΡ.} ̔Ημᾶς ἐκ Παρθένου καὶ ἐκ Πνεύματος ἁγίου ενα Υἱὸν ἐδιδάχθημεν ὁμολογεῖν, ὁμοούσιον τῇ μητρὶ ὡς τῷ Πατρὶ, καθὼς οἱ Πατέρες εἰρήκασιν. {ΝΕΣΤ.} ∆ιαιρῶ τὰς φύσεις, ἑνῶ τὴν προσκύνησιν, ἐπειδὴ ἀχώριστος τοῦ φαινομένου Θεός· διὰ τοῦτο οὐ χωρίζω τὴν τιμήν. {ΚΥΡ.} ̔Ο διαιρῶν τὰς φύσεις, δύο υἱοὺς λέγει, μὴ πιστεύων τῇ Γραφῇ λεγούσῃ, οτι ̔Ο Λόγος σὰρξ ἐγένετο. {ΝΕΣΤ.} Παῦλος λέγει ἀρχιερέα καὶ ἀπόστολον τῆς ὁμολογίας ἡμῶν γενέσθαι ̓Ιησοῦν, πιστὸν οντα τῷ ποιήσαντι ἑαυτὸν, θυσίαν ἑαυτὸν προσέφερεν ὑπὲρ ἑαυτοῦ ὡς ὑπὲρ τοῦ λαοῦ· οθεν ἀρχιερεὺς καθίσταται τὰ πρὸς τὸν Θεόν. {ΚΥΡ.} Παῦλος λέγει· Χριστὸς
About this text
Cyril of Alexandria, Dialogus cum Nestorio (Greek). SERIES CLOSEOUT on this page.
Original English Translation of Cyril’s Dialogus cum Nestorio — new OET from PG 76 Greek.
Witnesses
- Copy-text PG 76 (Greek)
English is newly prepared for study from the stated edition. Open Greek on each section for the source text. This is not a complete critical edition.