Festal Letters (Paschal Homilies) · §logos06-rem-close

Logos 6 rem close

Rem CLOSEOUT: Logos 6 CLOSEOUT.

Greek

ιτάττων δὲ τῷ Σωτῆρι τὴν γνώμην διὰ σκιᾶς καὶ τύπου καὶ γράμματος, ἔχων τε τὴν μόρφωσιν τῆς γνώσεως ἐν τῷ νόμῳ, καθὼς γέγραπται, τῇ τῶν πρα γμάτων ἀληθείᾳ πολεμεῖν οἴεται δεῖν· φέρε δὴ καὶ αὐ τοῖς διὰ τὴν εἰς ἀλλήλους ἀγάπησιν ἐπιβοήσωμεν· "Ποιήσωμεν εἰρήνην αὐτῷ." Μέχρι τίνος, Ἰουδαῖε, 77.516 τοῖς ἀπὸ τοῦ γράμματος τύποις ἐντετηκὼς, παρελαύ νεις τῆς ἀληθείας τὴν δύναμιν; Πότε τῆς σῆς ἀμαθίας τὸ πέρας ὀφθήσεται; Πότε τῆς ἐν τῷ νόμῳ σκιᾶς ἀπο στήσεις τὸν νοῦν; Ἢ ποῖός σε χρόνος ἡμῖν ἐπιδείξει σωφρονέστερον; Πότε δὲ τὴν ἐν πνεύματι λατρείαν προσοίσεις τῷ βασιλεῖ τῶν ὅλων Θεῷ; "Πνεῦμα ὁ Θεὸς, καθὼς γέγραπται, καὶ τοὺς προσκυνοῦντα αὐτὸν, ἐν πνεύματι καὶ ἀληθείᾳ δεῖ προσκυνεῖν." Σὺ δὲ τὸ ἐν πνεύματι λατρεύειν ἀφεὶς, καὶ ἡδίονα τῆς εἰς τὴν ἀμείνω ποιησάμενος τὴν ἐπὶ τὰ χείρω φορὰν, τῇ τοῦ γράμματος ἐναβρύνῃ παχύτητι· εἶτα τιμᾷν οἴῃ διὰ τούτου Θεὸν, καὶ τὴν ἀκριβεστάτην τοῦ νόμου διάληψιν ἀποσειόμενος, ὡς πᾶσαν ἔχων τῶν γεγραμμένων τὴν εἴδησιν, οὐκ αἰσθάνῃ ληρῶν. Φέρε γὰρ δή σοι καὶ εἰς ἕκαστα τῶν παρὰ σοὶ τιμίων ὀλίγα διαλεξώμεθα. Νοήσεις γὰρ, οἶμαι, καὶ μάλα ῥᾳδίως, ἐντεῦθεν, εἴπερ ἔνεστί σοι τὸ βούλεσθαι σωφρονεῖν, ὅτι χρόνους ἐν πλάνῃ κατατρίβεις μακρούς. εʹ. Ἀποδέχῃ μὲν γὰρ ὡς μέγα τι χρῆμα, καὶ εἰς λατρείαν τὸ καιριώτατον τὴν ἐν σαρκὶ περιτομήν. Ὑπερθαυμάζεις δὲ λίαν τὴν κατὰ τὸ Σάββατον ἀρ γίαν, καὶ μηλοσφαγεῖς μὲν ἡδέως· οἴει δὲ λίαν ἐπὶ σαυτῷ μεγάλα χαίρειν Θεὸν, ὅταν αὐτῷ φαίνῃ βου θυτῶν, καὶ βρωμάτων δὲ πέρι καὶ τῆς ἐν τούτοις διαφορᾶς, πολὺς παρὰ σοὶ καὶ ἀκριβὴς ὁ λόγος, ἐν τούτοις ἔχειν τὸ καύχημα· ταῦτα παρὰ σοὶ τῆς ἀκροτάτης ἀρετῆς ὠδίνει τὰ γυμνάσματα· ἐν τούτοις ἔθου σαυτῷ τοὺς τῆς εὐδοκιμήσεως ὅρους. Ἐγὼ δὲ τὴν τοῦ νομοθέτου σοφίαν καὶ σύνεσιν, παντὸς εἶναί φημι καὶ λόγου καὶ θαύματος κρείττονα· ἐπισκή ψαιμι δ' ἂν, καὶ μάλα εἰκότως, ταῖς Ἰουδαϊκαῖς ἀβου λίαις. Νοοῦσι μὲν γὰρ οὐχ ἑτοίμως· φεύγουσι δὲ τὸ μαθεῖν, πλημμελοῦντες καθ' ἕτερον, καὶ μόναις ταῖς ἑαυτῶν ἀμαθίαις εἰς τὸ μηδενὸς ἀπολαῦσαι τῶν ἀγα θῶν ποδηγούμενοι. Ἀλλὰ καὶ αὐτοὶ διὰ τῆς προφητι κῆς ἀκουέτωσαν φωνῆς· "Ἐκνήψατε, οἱ μεθύοντες, ἐξ οἴνου αὑτῶν." Φέρε γὰρ δὴ τί ποτε ἄρα ἐστὶ τὸ ἐκ τοῦ περιτέμνεσθαι χρήσιμον, διασκεψώμεθα· ἢ ποῖον ἡμῖν ὁ νομοθέτης διὰ τούτου παρεισοίσει τὸ ὠφελοῦν. Τὸ μὲν γὰρ τοῖς τοῦ σώματος μορίοις, δι' ὧν ἡ φύσις ὑπηρετεῖται πρὸς γένεσιν, ἐπάγεσθαι τὴν περιτομὴν, εἰ μὴ λόγον ὑφ' ἑαυτῷ τὸν κάλλιστον ἔχοι, γελοιότητος οὐκ ἀμοιρεῖ· μᾶλλον δὲ τὴν τοῦ δημιουργήσαντος γράφεται τέχνην, ὡς εἰκαίοις τισὶ περιττώμασι τὸ τοῦ σώματος καταβρίθοντος σχῆμα. Εἶτα πῶς, εἴπερ ἂν οὕτως ἔχοι τε καὶ παρ' ἡμῖν νοοῖτο τῶν εἰρημένων ἡ δύναμις, οὐ τοῦ πρέποντος ἁμαρ τεῖν τὸν θεῖον ψηφιούμεθα νοῦν; Εἰ γὰρ ἐν τῷ περι τέμνεσθαι μᾶλλον σώζεται τῇ τοῦ σώματος φύσει τὰ πρεπωδέστερα, πῶς οὐ πάντως ἦν ἐν ἀρχῇ τοῦτο κρεῖττον καὶ ἄμεινον; τίς οὖν, εἰπέ μοι, τὴν ἀπλανῆ καὶ ἀκήρατον φύσιν ἐν ἁμαρτίαις τοῦ πρέποντος 77.517 γεγενῆσθαι λέγων, οὐ παντί τῳ φανεῖται ληρῶν; Μωρὶ μὲν γὰρ ὁ ἐπὶ πάντων Θεὸς ἀλόγων ζώων ἐδημιούργησε γένη· ἀλλ' οὐδὲν τῇ τούτων κατασκευῇ πρὸς τὸ ἀκριβέστατον κάλλος, οὔτε ἔχον ἐλλιπῶς, οὔτε μὴν περιττῶς ἐγκείμενον φαίνεται. Ἀπήλλακται δὲ παντελῶς τῆς ἐπ' ἄμφω διαβολῆς, καὶ τὴν ἐν ἑκατέ ροις κατηγορίαν διαπέφευγε. Πῶς ὁ οὕτως ἀριστοτέ χνης Θεὸς, ὁ τὴν ἐν τοῖς ἐλάττοσι προμήθειαν τοσαύ την πεποιημένος, περὶ τὸ πάντων ἂν ἐσφάλη τιμιώτα τον; Καὶ τὸν κατ' εἰκόνα παράγων εἰς μέσον τῶν ἀλόγων αἰσχίονα φαίνεσθαι παρεσκεύασεν, εἴπερ ἐν ἐκείνοις μὲν οὐδὲν, ἐν δὲ τούτῳ τι διέπτεσται; Ἀλλ' οἶμαι καὶ αὐτοὺς συνερεῖν Ἰουδαίους, ὡς εἰ μή τι τῶν ἀγαθῶν διὰ τῆς [περὶ] κατὰ σάρκα περιτομῆς σημαίνοιτο, γέ λωτος ἀξία, τό γε τῆς ἐκείνων ἀμαθίας φαίνεσθαι κρείττονας, τοὺς ἐν οἷς ὁ Σωτὴρ αὐλίζεται, καὶ τὸ Πνεῦμα τὸ ἅγιον ἐνοικεῖ· φέρε πάλιν τὸν πρέποντα λόγον τοῖς τοῦ νομοθέτου διατάγμασιν ἐφαρμόσαντες, ἀξιολογωτάτην οὖσαν ἐπιδείξωμεν τὴν ἐν αὐτοῖς κει μένην διάνοιαν. ∆ιατί τοίνυν ὁ διὰ Μωσέως προστάτ τει νόμος, ἐν ὀγδόῃ τὸ βρέφος ἡμέρᾳ περιτέμνεσθαι, καὶ προσάγεσθαι τῷ ∆εσπότῃ Θεῷ, τῆς ἐξ ἔθους θυ σίας ἐπ' αὐτῷ προτετελεσμένης· εἶτα ποῖον ἡμῖν εἰσ οίσει τὸ θεώρημα τὸ διὰ τῆς ἐν σαρκὶ περιτομῆς ὑποδηλούμενον, ὥρα λοιπὸν ἐκκαλύπτοντας ὡς ἔνι μάλιστα διειπεῖν· καὶ ὡς ἂν οἴηταί τις ἄριστα τὸν ἐπ' αὐτῇ διεσκέφθαι λόγον. ηʹ. Νοῦς τοιγαροῦν ὁ ἐν ἡμῖν τὸ πάντων ἐστὶ τῇ φύσει γονιμώτατον, ἀρετῆς μὲν ἁπάσης ἔχων ἐν αὑτῷ τὰ σπέρματα, καὶ τὰς ἐφ' ἑκάστῳ τῶν καλλί στων ἐπιθυμίας, καθάπερ ἀπὸ γῆς, ἐξ οἰκείων κινη μάτων ἀεὶ χορηγούμενος· πεποίηται γὰρ οὕτω παρὰ τοῦ κτίσαντος. Ἐπιτρέχειν δὲ αὐτὸν ὥσπερ τι κά λυμμα, καθάπερ ἐμφύτου ῥίζης ἐξέρπουσα λήθη, ἣ καὶ πάσης ἐστὶν ἀκαθαρσίας τροφός. Καὶ τὴν μὲν ἐπὶ τοῖς ἀμείνοσιν ἔφεσιν, ἀχλύος δίκην ἐκτείνει μὲν, ἢ καταβόσκεται· τὴν δὲ, ἐπὶ τῷ χρῆναι τὰ βέλτιστα δρᾷν ἐπισκιάζουσαν, μνήμην τὸ γεῶδες ἡμῖν ἀντὶ τοῦ πνευματικοῦ πραγματεύεται φρόνημα, οὕτω τε πάσης ἀκαθαρσίας ἀνάπλεω δεικνύει τὸν ἄνθρωπον. Καὶ γοῦν οἷς τοῦτο συνέβη παθεῖν, διὰ προφητικῆς λέγεται φωνῆς· "Μνήσθητε, οἱ μακρὰν τοῦ Κυρίου, καὶ Ἱερουσαλὴμ ἀναβήτω ἐπὶ καρδίαν ὑμῶν." Ἔδει γὰρ, ἔδει καθάπερ ὕδωρ ἐπιχεῖσθαι πυρὶ, τοῖς ἀπὸ τῆς λήθης κακοῖς τῶν ἀγαθῶν τὴν ἀνάμνησιν· καὶ διὰ τῶν ἐναντίων βοηθημάτων τὸ λοιποῦν ἀφανί ζεσθαι. Ἕως ἂν οὖν τοῖς ἀπὸ τῆς λήθης κακοῖς ὁ ἐν ὑμῖν κατακαλύπτηται νοῦς, καὶ τὸ τίκτειν τὰ κάλ λιστα πεφυκὸς, ταῖς ἐντεῦθεν ἀμαθίαις ἐπιθολού 77.520 μενον, μηδαμόθεν ἔχοι τὸ δύνασθαι διαπρέπειν ἐν ἀγα θοῖς, ἀκάθαρτοι τὸ τηνικάδε καὶ βδελυρώτατοι, καὶ τί γὰρ οὐχὶ τῶν τοιούτων, λελογίσμεθα παρὰ Θεῷ; Τὴν δὲ ἐπὶ τοῖς ἀμείνοσι λήθην ἀποκρουόμενοι, καὶ ὥσπερ τινὰς περιττωμάτων ἐκδρομὰς τὰ ἐντεῦθεν ἀποτέμνοντες πταίσματα, ἐλεύθερον μὲν ἁπάσης φαυλότητος, γυμνὸν δὲ τῶν ἐκ πονηρίας κακῶν, τὸν ἄρσενα καὶ γονιμώτατον ἐν ἑαυτοῖς διατηρήσομεν νοῦν. Οὑτωσὶ λοιπὸν τὴν μὲν ἐκ τῆς ἁμαρτίας πα λαίωσιν ἔξοικον τῆς ἑαυτῶν ψυχῆς ποιησάμενοι, εἰς δὲ τὴν ἐκ τῆς ἀκακίας νηπιότητα μεταστοιχειούμε νοι, παραστησόμεθα μετὰ παῤῥησίας τῷ Θεῷ· οὐκ αὐτοὶ δὲ πάντως ἑαυτοὺς προσοίσομεν, ὥσπερ οὖν οὐδὲ τὸ ἀρτίτοκον βρέφος ἑαυτὸ προσῆγε τῷ Θεῷ. Προσοίσει δὲ ἡμᾶς ὁ διὰ τῆς πίστεως ἀναγεννήσας Χριστὸς, ἑαυτὸν ὑπὲρ ἡμῶν θυσίαν ἀναφέρων τῷ Πατρί· καὶ προσοίσει κατὰ τὴν ὀγδόην ἡμέραν, του τέστι μετὰ τὸν ἔννομον σαββατισμόν. Οὗτος γάρ ἐστι τῆς τοῦ Σωτῆρος ἡμῶν παρουσίας ὁ καιρός· ἐπεὶ καὶ τέλος νόμου καὶ προφητῶν ὁ Χριστός. ∆ιὰ ταύτην, οἶμαι, τὴν αἰτίαν, μᾶλλον δὲ ἀκριβέστερον εἰπεῖν, ἡ ὀγδόη, παρ' ἡμῖν Κυριακὴ κατωνόμασται, ὡς εἰς τέλος μὲν ἤδη τὸν τοῦ νόμου καιρὸν κατα κλείουσα· ἀρχὴν δὲ ἡμῖν Κυριακῶν εἰσφέρουσα χρό νων, ἐν οἷς γέγονε τὰ πάντα καινά. Ὥσπερ οὖν ἀμέλει καὶ ὁ Παῦλός φησι· "Ὥστε εἴ τις ἐν Χρι στῷ καινὴ κτίσις, τὰ ἀρχαῖα παρῆλθεν, ἰδοὺ γέγονε τὰ πάντα καινά." Τοῦτον ἡμῖν εἰσκομίζειν τῶν θεω ρημάτων τὸν τύπον οἴεσθαι τὴν κατὰ σάρκα περι τομὴν, ἐν ὀγδόῃ μὲν ἐπιτελουμένην, καθάπερ εἶπον, ἡμέρᾳ, εἰς ὄψιν δὲ ἄγουσα[ν] τὰ νεογνὰ τῷ Θεῷ. Προσμαρτυρείτω δὲ τοῖς εἰρημένοις καὶ ὁ σοφώτατος Παῦλος, ὁ τῶν τοῦ Σωτῆρος μυστηρίων ταμίας εἰσίτω βοῶν· "Οὐ γὰρ ὁ ἐν τῷ φανερῷ Ἰουδαῖός ἐστιν· οὐδὲ ἡ ἐν τῷ φανερῷ ἐν σαρκὶ περιτομὴ, ἀλλ' ὁ ἐν τῷ κρυπτῷ Ἰουδαῖος, καὶ περιτομὴ καρδίας, οὐ γράμ ματι, οὗ ὁ ἔπαινος οὐκ ἐξ ἀνθρώπων, ἀλλ' ἐκ τοῦ Θεοῦ." Ἐπιστελλέτω δὲ πάλιν ἑτέροις περὶ τῶν αὐτῶν οὕτω λέγων· "Βλέπετε τοὺς κύνας, βλέπετε τοὺς κακοὺς ἐργάτας, βλέπετε τὴν κατατομήν. Ἡμεῖς γάρ ἐσμεν ἡ περιτομὴ οἱ πνεύματι Θεῷ λατρεύοντες, καὶ καυχώμενοι ἐν Χριστῷ Ἰησοῦ, καὶ οὐκ ἐν σαρκὶ πεποιθότες." Καύχημα μὲν γὰρ τῆς κατὰ σάρκα περιτομῆς, εἰ μόνη νοοῖτο, καὶ τὸ ἐκ τῆς θεωρίας οὐκ ἔχουσα κάλλος, οὐδὲν, οἶμαι, παρὰ τοῖς εὖ φρονοῦσιν εὑρεθείη ποτέ. Ὅτε δὲ τῆς ἐν πνεύματι περιτομῆς εἰσφέρει τὸν τύπον, καὶ τὸν ἐν καρδίᾳ καθαρισμὸν ὑποσημαίνουσα φαίνεται, τότε δή τις ἐπαινέσει μὲν ἴσως ὡς ἄριστα σχηματίζουσαν τὸν ἐν λεπτῇ, θεω ρίᾳ κείμενον· ἀποφοιτήσει δὲ δηλονότι τοῦ παθεῖν, τὸν ἐν καρδίᾳ μελετήσας καθαρισμόν. Ὃ δὴ καὶ δρᾷν ἐπείγεσθαι τοῖς Ἰουδαίοις προφητικὸς συνεβού λευε λόγος, ἔχων ὡδί· "Τάδε λέγει Κύριος· Νεώ σατε αὑτοῖς νεώματα, καὶ μὴ σπείρετε ἐπ'

About this text

Cyril of Alexandria, Festal Letters / Paschal Homilies (Greek). SERIES on this page: Logoi 1–30 CLOSEOUT (Logos 3 header lacuna noted).

English follows PG 77 Greek (CPG 5240). Pusey / modern English syncs were not used as wording. Festal Letters SERIES CLOSEOUT Logoi 1–30 (Logos 3 lacuna).

Witnesses

  • Copy-text PG 77 — Epistulae paschales (Greek)

English is newly prepared for study from the stated edition. Open Greek on each section for the source text. This is not a complete critical edition.