Logos 22 rem close
Rem CLOSEOUT: Logos 22 CLOSEOUT.
Greek
ἱοὶ Θεοῦ, πρωτότοκον ἔχοντες καὶ ἀδελφὸν κατὰ σάρκα τὸν Μονογενῆ. Οὐκοῦν "Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν," ἵνα δικαιώσῃ περιτομὴν ἐκ πίστεως, καὶ ἀκρο βυστίαν διὰ τῆς πίστεως." δʹ. Ἐπέθειτο μὲν γὰρ, οὐ τοῖς ἀνὰ πᾶσαν τὴν ὑπ' οὐρανὸν, μόνοις δὲ μᾶλλον τοῖς ἐξ Ἰσραὴλ, ὁ διὰ Μωσέως νόμος, καὶ κλῆρος ἀπόλεκτος τῷ Θεῷ τὸ ἐξ Ἀβραὰμ ὠνόμαστο γένος. Γέγραπται γὰρ, ὅτι "Ὅτε διεμέριζεν ὁ Ὕψιστος ἔθνη, ὡς διέσπειρεν υἱοὺς Ἀδὰμ, ἔστησεν ὅρια ἐθνῶν κατὰ ἀριθμὸν ἀγ γέλων Θεοῦ, καὶ ἐγενήθη λαὸς Κυρίου μερὶς αὐτοῦ, σχοίνισμα κληρονομίας αὐτοῦ Ἰσραήλ." Ἀλλ' ὥς φησιν ὁ θεσπέσιος εὐαγγελιστὴς Ἰωάννης περὶ τοῦ Υἱοῦ, "Εἰς τὰ ἴδια ἦλθε, καὶ οἱ ἴδιοι αὐτὸν οὐ παρ έλαβον·" καίτοι τῶν διὰ Μωσέως Γραμμάτων προ αναφωνούντων εὖ μάλα τὸ ἐπ' αὐτῷ μυστήριον, καὶ προσέτι τῶν ἁγίων προφητῶν, ἐπειδὴ δὲ ἐνανθρωπή σαντα καὶ σεσαρκωμένον τεθέανται τὸν μονογενῆ τοῦ Θεοῦ Υἱὸν, κακόνοι τε καὶ ὀλιγογνώμονες, καὶ ἀσύνετοι παντελῶς, δι' αὐτῶν ἠλέγχοντο τῶν πραγ μάτων. Κυνηδὸν γὰρ ἐπεπήδων μονονουχὶ, καὶ καθ υλακτοῦντες ἔφασκον, "∆ιὰ τί σὺ ἄνθρωπος ὣν, ποιεῖς σεαυτὸν Θεόν;" Ἀλλ', ὦ πρὸς πᾶν ὁτιοῦν τῶν ἐκτόπων ἑτοίμως ᾄττειν εἰδὼς, ἐρεύνησον τὴν θεό πνευστον Γραφήν· πολυπραγμόνησον τῶν ἁγίων προφητῶν τοὺς λόγους· δοκίμαζε τὰ Μωσέως, τίνα τρόπον ἐπιλάμψειν ἐπὶ τῆς γῆς δι' αὐτῶν ὁ μονογενὴς τοῦ Θεοῦ Λόγος ἐκηρύττετο. Εἰ μὲν γὰρ ἀσώματός τε καὶ ἀναφὴς, καὶ τοῦ πρὸς ἡμῶν ὁρᾶσθαι κρείττων ὡς Θεὸς, εὔμορφον ἂν ἴσως ἐποιήσω τὴν ἀπιστίαν, προσιών τε καὶ λέγων· "∆ιὰ τί σὺ, ἄνθρωπος ὢν, ποιεῖς σεαυτὸν Θεόν;" Ἐπειδὴ δὲ διὰ τῆς τῶν ἁγίων φωνῆς σεπτὸν καὶ βαθὺ τῆς ἐνανθρωπήσεως προανα φωνεῖ τὸ μυστήριον, τί μὴ μᾶλλον κατ' εὐθὺ τοῦ πρέποντος ἰέναι προθυμούμενος, καὶ τοῖς καθήκουσι λογισμοῖς πρὸς τὴν τῆς ἀληθείας ἐπίγνωσιν πηδα λιουχούμενος, ἐξ αὐτῶν ὁρᾷς τῶν δεομένων, ἤγουν παραδόξως ἐκπεπερασμένων, ὅτι Θεὸς κατὰ φύσιν ἐστὶ, καὶ ἐκ Θεοῦ πέφηνε Πατρὸς, καὶ εἰ γέγονε σὰρξ δι' ἡμᾶς οἰκονομικῶς; Ὅρα γὰρ αὐτὸν καὶ τῶν τοῦ θανάτου κατευμεγεθοῦντα δεσμῶν, καὶ τοῖς ἤδη τεθνεῶσι καὶ κατεφθαρμένοις ἐνιέντα τὴν ζωήν· ὅρα πεσόντα καὶ κείμενον τὸν πάλαι δεινὸν καὶ δυσάντητον πεσόντα καὶ κείμενον τὸν πάλαι δεινὸν καὶ δυσάντητον Σατανᾶν· τέθειται γὰρ ὑπὸ πόδας ἁγίων· ὄψει δὲ νόσου τε ἁπάσης καὶ μαλακίας κρείττονα, καὶ τοῖς τοῦ κόσμου στοιχείοις θεοπρεπῶς ἐπιτάττοντα, καὶ πνευμάτων μὲν ἀγρίων ἀνακόπτοντα φορὰς, κατευ νάζοντα δὲ καὶ θάλασσαν, καὶ κύμασιν ἐπιπλήττοντα, καὶ τί γὰρ οὐχὶ τῶν παραδόξων ἀμογητὶ κατορθώ σαντα. Θαύμαζε τῶν πεπιστευκότων τὴν ἀριθμοῦ κρείττονα πληθὺν, ἄθρει τε οὕτως εἰς πέρας ἐκβε βηκὸς τὸ διὰ φωνῆς τοῦ ∆αβὶδ πρὸς αὐτὸν ὑμνούμενον, "Πάντα τὰ ἔθνη ὅσα ἐποίησας, ἥξουσι, καὶ προσκυνήσουσιν ἐνώπιόν σου, Κύριε." Ὅτι δὲ ἔμελλεν ἐπιλάμψαντος τοῦ Χριστοῦ τῆς κατὰ νόμον λατρείας ἡ δύναμις, ἡ ὡς ἐν σκιαῖς, φημὶ, καὶ τύποις, εἰκαία πως ἤδη καὶ αὐτοῖς ἀποφαίνεσθαι τοῖς ἐξ αἵματος Ἰσραὴλ, πιστώσεται λέγων Θεὸς διὰ φωνῆς ἁγίων· ποτὲ μὲν, "∆ιότι ἡμέρας πολλὰς καθήσονται οἱ υἱοὶ Ἰσραὴλ, οὐκ ὄντος βασιλέως, οὐδὲ ὄντος ἄρχοντος, οὐκ οὔσης θυσίας, οὐδὲ ὄντος θυσιαστηρίου, οὔτε ἱερα τείας, οὔτε δήλων·" καὶ πάλιν τῇ τῶν πιστευόντων πληθύϊ διαλεγόμενος, "Καὶ ἔσται, φησὶ, ὅταν πλη θυνθῆτε ἐπὶ τῆς γῆς, λέγει Κύριος, ἐν ταῖς ἡμέραις ἐκείναις οὐκ ἐροῦσιν ἔτι, Κιβωτὸς ∆ιαθήκης Ἁγίου Ἰσραήλ· οὐκ ἀναβήσεται ἐπὶ καρδίαν, οὐδὲ ἐπισκε φθήσεται, οὐδὲ ὀνομασθήσεται, καὶ οὐ ποιηθήσεται ἔτι." Ἀλλ' ἦν δή που καὶ μάλα εἰκὸς, ταυτὶ συνιέντα τὸν Ἰσραὴλ, τιμῆσαι τῇ πίστει τὸν Ἐμμανουήλ. Ἐτράποντο δὲ πρὸς πᾶν τοὐναντίον. Ἀντεφέροντο γὰρ οὐ μετρίως, ἀνοσίῳ θυμῷ πρὸς πᾶν ὁτιοῦν τῶν ἐκτόπων στρατηγούμενοι, καὶ τῆς βασκανίας φλογὶ διακεκαυμένην ἕχοντες τὴν καρδίαν, συκοφαντεῖν ἀπετόλμων θαυματουργοῦντα τὸν Ἰησοῦν, καὶ τοῖς ἐκ φθόνου μέλεσι κατηκόντιζον· κατέληξε δὲ πρὸς τοῦτο αὐτοῖς τῆς ἀπονοίας τὸ μέγεθος, ὥστε καὶ ἀποκτεῖναι ζητεῖν τὸν ἀρχηγὸν τῆς ζωῆς. Καὶ ἀπ εκτόνασι μὲν, πλὴν ἀνεβίω, καὶ γέγονεν "Ἀπαρχὴ τῶν κεκοιμημένων, καὶ πρωτότοκος τῶν νεκρῶν," ἵνα καὶ ἡμεῖς ἀποσεισάμενοι τὴν φθορὰν, καὶ τὸ τοῦ θανάτου διεκδύντες κράτος, ἐκεῖνο λέγωμεν τὸ προ φητικόν· "Ποῦ ἡ δίκη σου, θάνατε; ποῦ τὸ κέντρον σου, ᾅδη;" Καταργήσας τοίνυν τὸν θάνατον, ἀνέβη πρὸς τὸν ἐν οὐρανοῖς Πατέρα καὶ Θεόν· ἥξει τε οὕτω κατὰ καιροὺς ἐν δόξᾳ θεοπρεπεῖ, καὶ καθήσεται κρι τής· ἀποδώσει γὰρ ἑκάστῳ κατὰ τὸ ἔργον αὐτοῦ. Οὐκοῦν ὡς τῆς ἑαυτῶν ζωῆς ἀποδώσοντες λόγους, τῶν εἰς ἐπιείκειαν αὐχημάτων μεταποιεῖσθαι σπου δάζωμεν, καὶ διὰ πάσης ἀρετῆς τὴν ἰδίαν ἕκαστος καταφαιδρυνέτω ζωήν· τηρήσωμεν τὴν τοῦ σώματος εὐγένειαν· ἀποπαυσώμεθα φαύλης ἁπάσης καὶ βδελυρᾶς ἡδονῆς· κρείττους εὑρισκώμεθα τῆς εἰς ἀδελφοὺς μικροψυχίας· τῶν ἐξ ὀργῆς κρατήσωμεν κινημάτων· ἀπέστω δὲ τὸ ὀμνύναι κατὰ Θεοῦ, καὶ, καθά φησιν ὁ πάνσοφος Παῦλος, "Ὁ λόγος ὑμῶν ἐν χάριτι, ἅλατι ἠρτυμένος, ἵνα δῷ χάριν τοῖς ἀκούου σι." Χρηστοὶ καὶ εὔσπλαγχνοι πρὸς τοὺς δεομένους εὑρισκώμεθα. Εὖ ποιήσωμεν ὀρφανοὺς, ἀνακτησώ μεθα χήρας, ἐπισκεψώμεθα δεσμίους. Μνημονεύσω μεν τῶν ἐν ἀῤῥωστίαις, ὡς καὶ αὐτοὶ ὄντες ἐν σώ μασιν. Ἀσφαλῆ καὶ ἀκράδαντον τῷ πάντων Σωτῆρι Χριστῷ τὴν πίστιν τηρήσωμεν. Οὕτω γὰρ, οὕτω καὶ τὴν ἁγίαν καὶ πάναγνον ἐπιτελέσομεν ἑορτήν· ἀρχό μενοι τῆς μὲν ἁγίας Τεσσαρακοστῆς, ἀπὸ ἐννάτης τοῦ Φαμενὼθ μηνός· τῆς δὲ ἑβδομάδος τοῦ σωτηριώ δους Πάσχα, ἀπὸ τεσσαρεσκαιδεκάτης τοῦ Φαρμουθὶ 77.873 μηνὸς, περιλύοντες μὲν τὰς νηστείας τῇ ἐννεακαι δεκάτῃ τοῦ αὐτοῦ Φαρμουθὶ μηνὸς, ἑσπέρᾳ βαθείᾳ κατὰ τὰς εὐαγγελικὰς παραδόσεις· ἑορτάζοντες δὲ τῇ ἑξῆς ἐπιφωσκούσῃ Κυριακῇ, τῇ εἰκάδι τοῦ αὐτοῦ Φαρμουθὶ μηνὸς, συνάπτοντες ἑξῆς καὶ τὰς ἑπτὰ ἑβδομάδας τῆς ἁγίας Πεντηκοστῆς. Οὕτω γὰρ, οὕτω πάλιν ἐντρυφήσομεν λόγοις ἐν Χριστῷ Ἰησοῦ τῷ Κυρίῳ ἡμῶν· δι' οὗ καὶ μεθ' οὗ τῷ Πατρὶ σὺν τῷ ἁγίῳ Πνεύματι, δόξα, τιμὴ, καὶ κράτος νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας. Ἀμήν.
About this text
Cyril of Alexandria, Festal Letters / Paschal Homilies (Greek). SERIES on this page: Logoi 1–30 CLOSEOUT (Logos 3 header lacuna noted).
English follows PG 77 Greek (CPG 5240). Pusey / modern English syncs were not used as wording. Festal Letters SERIES CLOSEOUT Logoi 1–30 (Logos 3 lacuna).
Witnesses
- Copy-text PG 77 — Epistulae paschales (Greek)
English is newly prepared for study from the stated edition. Open Greek on each section for the source text. This is not a complete critical edition.