Fragments on 1 Corinthians · §u07-open

Fragmenta in epistulam i ad Corinthios Unit 7 opening

Unit 7.

Lemma-led open — Εἰ σὺ λαβὼν γῆς πηλὸν ἔπλασας ζῷον, καὶ λαλητὸν

Greek

ἐπὶ 309 ἀφθαρσίᾳ γέγονεν ὁ ἄνθρωπος, ἀλλὰ καὶ τὸν τῆς ἀναστάσεως· οὐ γὰρ ἐπὶ τιμωρίᾳ ὁ Θεὸς ποιεῖ τὴν ἀνάστασιν, ἀλλὰ διὰ τὴν ἑαυτοῦ εὐσπλαγχνίαν. Ἀλλ' ἴσως ἐκεῖνο ἐρεῖς Ναὶ λέγεις ὀρθῶς· παρίημί τε λοιπὸν τὸ χρῆναι ζητεῖν Πῶς ἐγείρονται οἱ νεκροί· διειδέναι γεμὴν ἀναγκαῖον ποίῳ σώματι ἔρχονται· ἆρα γὰρ τὸ ἐκ γῆς δὴ τοῦτο καὶ τῇ φθορᾷ κάτοχον ἀναβιώσεται σῶμα, ἢ ἕτερόν τι παρ' αὐτὸ πλὴν ἐξ αὐτοῦ; φαίην δ' ἂν ἔγωγε πρὸς τοῦτο εὐθὺς, ὡς ὁ μὲν ὀρθὸς τῆς πίστεως λόγος περιίστησιν ἡμᾶς εἰς τήνδε τὴν σάρκα τὴν ἀνάστασιν· ἀνεβίω γὰρ οὕτω Χριστὸς ὁ πρωτότοκος ἐκ νεκρῶν, ἡ ἀρπαχὴ τῶν κεκοιμημένων· ἐπειδὴ δὲ οὐ σφόδρα τισὶν ἀρέσκει τὸ δόγμα, φέρε παραθέντες ὃν εὖ ἔχειν οἴονται λόγον, τὰ εἰκότα λέγωμεν· (εἶτα παραθεὶς τῶν προϋπάρχειν λεγόντων τὰς ψυχὰς τὰς μυθολογίας φησίν) Εἶτα πῶς ἀποσεμνύνεται Θεὸς ἐπὶ τῇ τοῦ ἀνθρώπου κατασκευῇ; φησὶ γάρ που πρὸς τὸν μακάριον Ἰώβ "Εἰ σὺ λαβὼν γῆς πηλὸν ἔπλασας ζῷον, καὶ λαλητὸν "αὐτὸ ἔθου ἐπὶ τῆς γῆς;" πέρα γὰρ οἶμαι παντὸς ἂν ἴοι θαύματος τὸ λογικὸν ἐκ γῆς ἀποτελέσαι ζῷον· πῶς δὲ γεγονότα τὸν ἄνθρωπον εὐθὺς καὶ πεπλασμένον ἐκ γῆς εὐλόγησεν ὁ ∆ημιουργός "Αὐξάνεσθε καὶ πληθύνεσθε λέγων καὶ πλη"ρώσατε τὴν γῆν;" (καὶ πολλὰ ἕτερα πρὸς αὐτοὺς εἰπὼν, ἐπιφέρει) ἀρίστῳ χρῆται παραδείγματι ὁ θεσπέσιος Παῦλος, πίπτειν μὲν εἰς γῆν τὸ σῶμα λέγων οἷά τινα κόκκον, οὐχ οὕτως ἀναστησόμενον καθὰ καὶ ἐσπάρη γυμνὸν, ἀλλ' ὡς ἐν ἀμφιάσει καὶ περιστολῇ τῶν ἐξ ἔθους ἐμφυομένων αὐτῷ, καλάμης δὴ λέγω καὶ φυλλάδος· δίδωσι γάρ φησιν ὁ Θεὸς ἑκάστῳ τῶν σπερμάτων ἴδιον σῶμα. ἐπειδὴ γὰρ οὐχ ἅπαντας τοὺς κεκοιμημένους ἀναβιώσεσθαί φησιν ἐν δόξῃ, κἂν εἰ πάντες ἐν ἀφθαρσίᾳ· οὐ γάρ που τοῖς ἀνεπιεικέσι καὶ τοῖς 310 τῶν φαύλων ἐργάταις τὸ ἐν εὐκλείᾳ τῇ παρὰ Θεοῦ στεφανοῦσθαι πρέπει· ταύτῃτοι χρησίμως διαφόρων μέμνηται σπερμάτων, οἷς καὶ διανέμει Θεὸς, καθ' ὃν ἂν ἕλοι τρόπον αὐτὸς, τὸ ἐν τοιῷδε τυχὸν ἢ ἑτεροίῳ σχήματι διαφέρεσθαι· φησὶ γάρ Καὶ ὃ σπείρεις οὐ τὸ σῶμα τὸ γενησόμενον σπείρεις. Καὶ σώματα ἐπουράνια καὶ σώματα ἐπίγεια. Εἷς μὲν ὁ λόγος καθὸ σῶμα ἑκάστου καὶ ἔστι καὶ λέγεται, μερίζεται δὲ εἰς διάφορα καθ' ἕτερόν τινα λόγον· καὶ ἀναβιώσεται μὲν ἐν ἀφθαρσίᾳ τὰ πάντων σώματα, πλὴν ἔσται τις διαφορὰ περί γε τὴν δόξαν καὶ τὴν περιστολὴν ἣν ποιοῖτο Θεὸς, τὰ πρὸς ἀξίαν ἑκάστῳ διανέμων. Ἀλλ' ἑτέρα μὲν ἡ τῶν ἐπουρανίων δόξα, ἑτέρα δὲ ἡ τῶν ἐπιγείων. Ἰστέον ὅτι δυσὶν ἀρτίως παραδειγμάτοιν εἰς μέσον ἡμῖν παρενηνεγμένοιν τοῦ τε κατὰ τὸν κόκκον φημὶ, καὶ τοῦ διεκφαίνοντος τὴν τῶν οὐρανίων σωμάτων τὴν ὡς ἐν δόξῃ διαφορὰν, ἀποφέρει τέως πρὸς τὴν τοῦ πρώτου δύναμιν τῆς τῶν νεκρῶν ἀναστάσεως ἐμφέρειαν, καί φησι τὸ ἑξῆς· Σπείρεται ἐν φθορᾷ, ἐγείρεται ἐν ἀφθαρσίᾳ. Ὅνπερ γὰρ τρόπον ὁ τοῦ σίτου κόκκος ἐγκαταβληθεὶς τῷ βώλῳ γυμνὸς καὶ νεκρὸς, ἐν περιστολῇ σώματος καὶ ἐν προσθήκῃ

About this text

Cyril of Alexandria, Fragmenta in epistulam i ad Corinthios (Greek). SERIES CLOSEOUT on this page.

Original English Translation of Cyril’s Fragmenta in epistulam i ad Corinthios — new OET from PG 74 Greek.

Witnesses

  • Copy-text PG 74 (Greek)

English is newly prepared for study from the stated edition. Open Greek on each section for the source text. This is not a complete critical edition.