Fragments on 1 Corinthians · §u07-rem-early

Unit 7 rem early

Rem early: Unit 7; historia and theoria toward Christ.

Greek

κάλλους ἀναφὺς θαυμάζεται, κατὰ τὸν αὐτὸν τουτονὶ τρόπον καὶ τὸ ἀνθρώπινον σῶμα σπείρεται μὲν ἐν φθορᾷ καὶ ἐν ἀσθενείᾳ τε καὶ ἐν ἀτιμίᾳ, πλὴν ἀναβιώσεται τιμῇ τε καὶ ἀφθαρσίᾳ καὶ μὴν καὶ δυνάμει κατημφιασμένον. ἄξιον δὲ θαυμάσαι τοῦ θεηγόρου τὴν νῆψιν· ἐρηρεισμένην γὰρ ἔχων τὴν πίστιν, καὶ ὅτι πάντη τε καὶ πάντως ἀναβιώσεται πεποιθὼς, σπορᾷ παρεικάζει τὴν τοῦ σώματος φθορὰν, εὐτέχνως 311 δὴ λίαν καὶ σοφῶς πανταχῆ τῷ παραδείγματι τὴν τοῦ πράγματος φύσιν ἐξομοιῶν. οὐκοῦν τῷ κόκκῳ παραπλησίως οὐ γυμνὸν ἀναβιώσεται τὸ σῶμα, φησὶν, ἀλλ' εὖ μάλα περιεσταλμένον τὴν ἀφθαρσίαν καὶ τὴν δόξαν, καὶ πρός γε τούτοις τὸ εὐσθενὲς, καὶ μὴν καὶ τοῦτο καταπλουτοῦν τὸ ἐν φρονήματι γενέσθαι πνευματικῷ, μεταπλαττούσης τρόπον τινὰ τῆς ἄνωθεν χάριτος, καὶ τῆς ἀσυγκρίτου δυνάμεως τοῦ πάντων ∆ημιουργοῦ πρὸς πᾶν τοὐναντίον τὰ ἐν αὐτῷ. ἐνυπάρχει μὲν γὰρ τῷ πεσόντι σώματι καὶ οἷον εἰς γῆν 25 ἐσπαρμένῳ φθορὰ καὶ ἀσθενεία καὶ τὸ ἀκαλλὲς, φρόνημά τε τὸ ψυχικὸν, ὃ καὶ ταὐτὸν εἶναί φαμεν τῷ σαρκικῷ καὶ γεωδεστέρῳ· ἐπειδὴ δὲ παρήχθη πρὸς γένεσιν ἐν ἀρχαῖς, κατὰ φύσιν οὐχ ὧδε ἔχον· παρεισέδυσαν δὲ ταυτὶ διὰ τὴν παράβασιν καὶ τὴν ἐπὶ τῷ θανάτῳ δίκην, ἀναφωνούσης ἡμῖν τῆς φύσεως εἰς τὸ ἐν ἀρχαῖς· πράττεται μὲν ἀναγκαίως δυνάμει τε καὶ ἐνεργείᾳ Θεοῦ τῶν μεταξὺ παρεισβεβληκότων ἡ ἀπόθεσις, ἀντεισκρίνεται δὲ τῶν πρώτων καὶ ἐν ἀρχαῖς ἐνόντων ἡμῖν ἀγαθῶν ἡ μέθεξις· ἀνεκαινίσμεθα γὰρ ἐν Χριστῷ κατὰ τὰς γραφάς· ἔφη γὰρ προφήτης ἅγιος "Θάρσει Σιὼν, μὴ "παρείσθωσαν αἱ χεῖρές σου· Κύριος ὁ Θεός σου ἐν σοὶ, "δυνατὸς σῶσαί σε, καὶ ἀνακαινιεῖ σε ἐν τῇ ἀγαπήσει "αὐτοῦ." ὅτε γὰρ ἠγάπησεν ἡμᾶς ὁ Θεὸς καὶ Πατὴρ, τότε δὴ τότε καὶ ἀνεκαίνισεν ἐν Χριστῷ· καὶ γάρ ἐστιν ἀληθὲς ὡς πάντα τὰ ἐν αὐτῷ "καινὴ κτίσις· καὶ τὰ μὲν ἀρχαῖα "παρῆλθε, γέγονε δὲ καινά." ποῖα δέ φησιν ἀρχαῖα; τὰ παριππεύσαντα· καὶ ποῖα καινά; τὰ εἰσκεκριμένα· παλαιὰ μὲν ἡ φθορὰ, καὶ μέντοι τὸ ἄναλκι, καὶ πρός γε τούτῳ τὸ δυσκλεὲς, καὶ τοῦ ψυχικοῦ φρονήματος τὰ ἐγκλήματα· καινὰ 312 δὲ διὰ Χριστοῦ, δόξα τε καὶ ἀφθαρσία καὶ δύναμις καὶ τὸ φρόνημα τὸ πνευματικόν· ἔσται γὰρ ἡμῶν τὸ σῶμα πνευματικόν. Τί τὸ πνευματικὸν εἴη ἂν ὢ μυσταγωγέ; ἆρα γὰρ ἔσται σὰρξ μὲν οὐκέτι, συγκείσεται δὲ οὐδαμῶς, καθάπερ ἀμέλει καὶ νῦν ἐξ ὀστῶν τε καὶ νεύρων δι' ὧν ἂν ἡ τοῦ καθ' ἡμᾶς σώματος ἀποτελοῖτο φύσις· ἔσται δὲ μᾶλλον ἰσχνόν τε καὶ ἀερῶδες καὶ σκιαῖς ὀλίγα παραχωροῦν φησιν; οὐδαμῶς· εἰ γὰρ ὧδε ταῦτα ἔχειν οἴονταί τινες, οὐκ αὐτό που πάντως ἀναβιώσεται τὸ πίπτον εἰς γῆν, ἀλλ' ἕτερόν τι παρ' ἐκεῖνο, καὶ τῷ πρώτῳ προσεοικὸς οὐδέν· φαίην δ' ἂν εἶναι πνευματικὸν, οὐ τὸ ἐν εἴδει σκιᾶς, ἤγουν ἀσωμάτου πνεύματος, τὸ ἀφεστηκὸς δὲ μᾶλλον καὶ μὴν καὶ εἰσάπαν ἀπηλλαγμένον τοῦ σαρκικοῦ καὶ γεωδεστέρου φρονήματος. εἰ γάρ ἐστί φησι σῶμα ψυχικὸν, ἔστι καὶ

About this text

Cyril of Alexandria, Fragmenta in epistulam i ad Corinthios (Greek). SERIES CLOSEOUT on this page.

Original English Translation of Cyril’s Fragmenta in epistulam i ad Corinthios — new OET from PG 74 Greek.

Witnesses

  • Copy-text PG 74 (Greek)

English is newly prepared for study from the stated edition. Open Greek on each section for the source text. This is not a complete critical edition.