Fragments on 1 Corinthians · §u08-rem-close

Unit 8 rem close

Rem CLOSEOUT: Unit 8 CLOSEOUT. SERIES CLOSEOUT.

Greek

Πλὴν τὸ κέντρον τοῦ θανάτου φησὶν ἡ ἁμαρτία, ἡ δὲ δύναμις τῆς ἁμαρτίας ὁ νόμος· πλήττει μὲν γὰρ οἷά τις σκορπίος ὁ 318 τὸ κέντρον ἔχων τοῦ θανάτου, τουτέστιν ὁ σατανᾶς. πλήττει δὲ οὐχ ἑτέρως, πλὴν ὅτι διὰ τῆς ἁμαρτίας· ἀλλ' ἔδωκεν ἡμῖν ὁ Σωτὴρ "ἐπάνω ὄφεων καὶ σκορπίων πατεῖν καὶ ἐπὶ πᾶσαν "τὴν δύναμιν τοῦ ἐχθροῦ." κατηφάνισται γὰρ τοῦ θανάτου τὸ κέντρον, ἐξῃρημένης τῆς ἁμαρτίας καὶ οὐκ ἔτι δύναμιν ἐχούσης τὸν νόμον· κατακρίνει γὰρ ὁ νόμος τοὺς ἁμαρτάνοντας· τοιγάρτοι φησὶν ὁ θεσπέσιος Παῦλος δύναμιν εἶναι τῆς ἁμαρτίας τὸν νόμον· λέλυται δὲ καὶ τοῦτο ἐν Χριστῷ· ἁμαρτία γὰρ ἡμῶν οὐ κυριεύσει, ὅτι οὐκ ἐσμὲν ὑπὸ νόμον, ἀλλ' ὑπὸ χάριν· 28 χωρὶς δὲ νόμου, ἁμαρτία νεκρά. τίς οὖν ὁ πάντων τούτων ἡμῖν χορηγὸς, τῆς δικαιοσύνης ὁ πρύτανις, τῆς ἐλευθερίας ὁ δοτὴρ, καὶ παντὸς ἀγαθοῦ πηγὴ καὶ πρόφασις, εἰσόμεθα λέγοντος τοῦ μακαρίου Παύλου Τῷ δὲ Θεῷ χάρις τῷ διδόντι ἡμῖν τὸ νῖκος διὰ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ. 29

About this text

Cyril of Alexandria, Fragmenta in epistulam i ad Corinthios (Greek). SERIES CLOSEOUT on this page.

Original English Translation of Cyril’s Fragmenta in epistulam i ad Corinthios — new OET from PG 74 Greek.

Witnesses

  • Copy-text PG 74 (Greek)

English is newly prepared for study from the stated edition. Open Greek on each section for the source text. This is not a complete critical edition.