Fragments on 1 Corinthians · §u08-rem-mid

Unit 8 rem mid

Rem mid: Unit 8; lemma continues; spiritual reading with the letter.

Greek

καὶ ἐν σάλπιγγι Θεοῦ καταβήσεται ἀπ' οὐ"ρανοῦ·" καὶ οἱ νεκροὶ ἐγερθήσονται ἄφθαρτοι. οὐκοῦν παρεικάζει σάλπιγγι τὴν τοῦ ἀρχαγγέλου φωνὴν, καὶ τὸ θεῖον ἐκεῖνο καὶ φρικωδέστατον κέλευσμα. εἰ δὲ καὶ ὁ ἀρχάγγελός ἐστιν ὁ κεκραγὼς καὶ τὸ τῆς ἀναστάσεως σύνθημα διδοὺς τοῖς ἐν γῇ κειμένοις, ἀλλ' οὖν τοῦ Χριστοῦ ἔσται φωνή· καὶ γάρ ἐστιν αὐτὸς ἰδίᾳ δυνάμει διανιστὰς τοὺς νεκροὺς, καὶ οὐχί που πάντως ἡ τοῦ ἀρχαγγέλου φωνή· δεσποτικοῖς γὰρ προστάγμασι πᾶσα κτίσις ὑπέζευκται λογική· ποία τοίνυν ὅλως ἀνάστασις ἔσται κατὰ ἀλήθειαν, εἰ μὴ αὐτό φαμεν ἀναβιώσεσθαι τὸ τῷ θανάτῳ κατησχημένον; ἢ τίνα τρόπον ἐροῦμεν, μονονουχὶ κατορχούμενοι τῆς φθορᾶς Κατεπόθη ὁ θάνατος εἰς νῖκος, καὶ τὰ ἑξῆς; Ποῦ σου θάνατε τὸ κέντρον; ποῦ σου ᾅδη τὸ νῖκος; Ἰστέον δὲ ὅτι τὴν τοῦ προκειμένου ῥητοῦ παράθεσιν ὁ μακάριος Παῦλος κατὰ τὴν ἑβραίων ἔκδοσιν ἐποιήσατο· ἔχει δὲ οὐχ οὕτως ἡ τῶν ἑβδομήκοντα· γέγραπται γὰρ ἐν προφήταις "Ποῦ ἡ δίκη σου θάνατε; ποῦ τὸ κέντρον σου ᾅδη;"

About this text

Cyril of Alexandria, Fragmenta in epistulam i ad Corinthios (Greek). SERIES CLOSEOUT on this page.

Original English Translation of Cyril’s Fragmenta in epistulam i ad Corinthios — new OET from PG 74 Greek.

Witnesses

  • Copy-text PG 74 (Greek)

English is newly prepared for study from the stated edition. Open Greek on each section for the source text. This is not a complete critical edition.