Fragments on Acts and the Catholic Epistles · §u01-rem-close

Unit 1 rem close

Rem CLOSEOUT: Unit 1 CLOSEOUT.

Greek

τὸ ὑπόδημα τῶν ποδῶν σου. Κυρίλλου. Νεκρότητός τε καὶ φθορᾶς τὸ χρῆμα σημεῖον· εἴπερ ἐστὶ πᾶν ὑπόδημα ζώου λείψανον τεθνεῶτος ἤδη καὶ κατεφθαρμένου. Ἀπρόσιτος οὖν ὁ Χριστὸς τοῖς ἐν νόμῳ καὶ παιδαγωγικῇ λατρείᾳ. Προσαπονίζεσθαι γὰρ ἀνάγκη τὸν μολυσμὸν, καὶ τὸν ἐκ τῆς ἁμαρτίας προαποτρίβεσθαι ῥύπον. Καὶ μετοικιῶ ὑμᾶς ἐπέκεινα Βαβυλῶνος. Κυρίλλου. Ἐπειδὴ δὲ τὴν Μωαβιτῶν κακίαν πεπληρώκατε τῆς γείτονος ∆αμασκοῦ, ταύτῃ τοι οἰχήσεσθαι ∆αμασκοῦ ἐπέκεινα, τουτέστιν εἰς Βαβυλῶνα. Καὶ ᾐτήσατο εὑρεῖν σκήνωμα τῷ Θεῷ Ἰακώβ. Κυρίλλου. Οὐδεμιᾶς γὰρ, φησὶ, ἀναπαύλης μεθέξω, πρὶν ἂν μάθοιμι τὸν τοῦ Κυρίου τόπον καὶ τὸ σκήνωμα (τουτέστι τὴν σκήνωσιν) τοῦ Θεοῦ Ἰακώβ· δῆλον δὲ ὅτι Χριστοῦ. Σολομὼν δὲ ᾠκοδόμησεν αὐτῷ οἶκον· ἀλλ' οὐχ ὁ Ὕψιστος ἐν χειροποιήτοις ναοῖς κατοικεῖ. Κυρίλλου. Ἀνεδείματο μὲν ἐν τοῖς Ἰεροσολύμοις 74.765 τὸν διαβόητον ἐκεῖνον νεὼν ὁ σοφώτατος Σολομών· ἐπεγάννυτο δὲ λίαν αὐτῷ τῶν Ἰουδαίων ὁ δῆμος, ᾤοντό τε ὅτι κατῴκησεν ἐν αὐτῷ περιειλημμένος ὁ τῶν ὅλων Θεός. Βραδεῖς γὰρ ἀεί πως εἰς σύνεσιν καὶ τῶν περὶ Θεοῦ λόγων ἀνεπιστήμονες· οἵ γε καὶ Θεοῦ πόλιν οἰηθέντες τὴν Ἱερουσαλὴμ, ἐν αὐτῇ δὲ καὶ μόνῃ διετείνοντο [Cod. διεγίνοντο] κατοικεῖν αὐτὸν, διά τοι τοῦ λέγεσθαι διὰ φωνῆς τοῦ ∆αβίδ· ∆εδοξασμένα ἐλαλήθη περὶ σοῦ, ἡ πόλις τοῦ Θεοῦ. Σμικρὰ τοιγαροῦν δοξάζοντας ἐλέγχει Θεὸς, καί φησι· Ποῖον οἶκον οἰκοδομήσετέ μοι, θρόνον ἔχοντι τὸν οὐρανὸν, ὑποπόδιον τὴν γῆν; Καὶ ἐλιθοβόλουν τὸν Στέφανον, ἐπικαλούμενον καὶ λέγοντα· Κύριε Ἰησοῦ, δέξαι τὸ πνεῦμά μου. Τοῦ ἁγίου Κυρίλλου εἰς τὸ Πάτερ, εἰς χεῖράς σου παρατίθημι τὸ πνεῦμά μου. Μέγα πάλιν καὶ ἐξαίρετον κατόρθωμα ταῖς ἡμετέραις ψυχαῖς, Θεὶς δὲ τὰ γόνατα, ἔκραξε φωνῇ μεγάλῃ· Κύριε, μὴ στήσῃς αὐτοῖς τὴν ἁμαρτίαν ταύτην. Καὶ τοῦτο εἰπὼν ἐκοιμήθη. Σαῦλος δὲ ἦν συνευδοκῶν τῇ ἀναιρέσει αὐτοῦ. Τοῦ αὐτοῦ. Ὥσπερ γὰρ ἀπολογούμενος ὅτι οὐδὲ τὰ πρότερα ἦν θυμοῦ, φησί· Κύριε· καὶ βουλόμενος αὐτοὺς ταύτῃ ἐπισπάσασθαι. Τὸ γὰρ ἀφεῖναι μὲν τὸν θυμὸν καὶ τὴν ὀργὴν τῷ φόνῳ, καθαρθῆναι δὲ τὴν ψυχὴν τοῦ πάθους, εὐπαράδεκτον ἐποίει τὸν λόγον. Τοῦ αὐτοῦ. Καὶ οὐχ ἁπλῶς εὔχεται ὁ μακάριος οὗτος, ἀλλὰ μετὰ προσοχῆς θεὶς τὰ γόνατα. Ὅρα θεῖον αὐτοῦ τὸν θάνατον· μέχρι τούτου συνεχώρησε τὴν ψυχὴν εἶναι ἐν αὐτῷ ὁ ∆εσπότης. Ἐν προοιμίοις τοῦ κηρύγματος ὁ Στέφανος ὑπὲρ τοὺς ποταμοὺς ῥέων καὶ πάντας ἐπιστοματίζων, ὁ τὰς ἀναισχύντους ἀποφράττων Ἰουδαίων γλώττας, ᾧ οὐδεὶς ἀντιστῆναι ἠδύνατο, ὁ πάντα συγχεὶς τὰ Ἰουδαϊκὰ, ὁ λαμπρὸν στήσας τρόπαιον καὶ νίκην περιφανῆ, ὁ γενναῖος οὗτος καὶ σοφὸς, καὶ χάριτος πεπληρωμένος, καὶ τοσαύτην Ἐκκλησίαν ὠφελῶν, οὐδὲ πολὺν χρόνον ποιήσας ἐν τῷ κηρύγματι, ἀθρόον ἡρπάγη· καὶ ὡς βλάσφημος κατεδικάζετο καὶ κατελιθοβολεῖτο. 3

About this text

Cyril of Alexandria, Fragmenta in Acta et epistulas catholicas (Greek). SERIES CLOSEOUT on this page.

Original English Translation of Cyril’s Fragmenta in Acta et epistulas catholicas — new OET from PG 74 Greek.

Witnesses

  • Copy-text PG 74 (Greek)

English is newly prepared for study from the stated edition. Open Greek on each section for the source text. This is not a complete critical edition.