Fragments on Acts and the Catholic Epistles · §u01-rem-mid

Unit 1 rem mid

Rem mid: Unit 1; lemma continues; spiritual reading with the letter.

Greek

τῶν οὐρανίων μέθεξιν ἀγαθῶν. Ὡς γὰρ ἑαυτῷ δεδόσθαι φησὶ, τῇ τοῦ ἀνθρώπου φύσει προσνέμει· ἐπεί πως τῇ τοῦ ἀνθρώπου πτωχείᾳ πεπλουτήκαμεν. Ὃν ὁ Θεὸς ἤγειρεν ἐκ νεκρῶν, ἐν τούτῳ οὖτος παρέστηκεν ἐνώπιον ὑμῶν ὑγιῆς. Κυρίλλου. Ὅτι δὲ ὁ Πατὴρ ἐκ νεκρῶν ἀναστῆσαι λέγεται τὸν Κύριον ἡμῶν Ἰησοῦν Χριστὸν, ἐνεργουμένου δηλονότι περὶ τὴν σάρκα αὐτοῦ τοῦ πράγματος, οὐκ ἂν ἐνδοιάσειέ τις· αὐτός τε ὑπάρχων ἡ ζωοποιός τε καὶ ἐνεργὴς δύναμις τοῦ Πατρὸς, τὸν ἴδιον ἐζωοποίει ναὸν, κατὰ τὸ, Λύσατε τὸν ναὸν τοῦτον, καὶ ἐν τρισὶν ἡμέραις ἐγερῶ αὐτόν. Ἦν ἄρα τὸ ζωοποιούμενον οὐκ ἀλλότριον, οὔτε μὴν ἑνὸς τῶν καθ' ἡμᾶς ἀνθρώπων, ἀλλ' ἴδιον αὐτοῦ τοῦ Λόγου σῶμα. Ἄνδρες ἀδελφοὶ καὶ πατέρες, ἀκούσατέ μου. Κυρίλλου Ἀλεξανδρείας. Ἑτοιμάζεσθαι κελεύει πρὸς τὸ εὐήνιον, καὶ μονονουχὶ κατακλίνοντας τὸ ὠτίον συνιέναι λεπτῶς τῶν θείων λόγων τὴν δύναμιν. Ἔξελθε ἐκ τῆς γῆς σου, καὶ ἐκ τῆς συγγενείας σου, κ. τ. λ. Κυρίλλου. Ἄθρει δὴ οὖν ὅτι τοῖς ὁλοσχερῶς τε καὶ ὁλοτρόπως ἀκολουθοῦσι Θεῷ, καὶ τῆς εἰς αὐτὸν ἐλπίδος πεποιημένοις δεύτερα τὰ σαρκὸς καὶ φιληδονίαν κοσμικὴν, ἕψεται πάντως τοῖς τοιούτοις τὸ εὐλογίας τῆς ἄνωθεν πλουσίως μεταλαχεῖν. Καὶ ἐπαιδεύθη Μωϋσῆς πάσῃ σοφίᾳ Αἰγυπτίων· ἦν δὲ δυνατὸς ἐν λόγοις καὶ ἔργοις αὐτοῦ. Ὡς δὲ ἐπληροῦτο αὐτῷ τεσσαρακονταετὴς χρόνος. Τοῦ ἁγίου Κυρίλλου. Τοιγάρτοι καὶ ἔφασκεν ὁ 74.764 Χριστός· Οὐκ ἀπεστάλην εἰ μὴ εἰς τὰ πρόβατα τὰ ἀπολωλότα οἴκου Ἰσραήλ. Αὐτῶν γὰρ αἱ ἐπαγγελίαι· αὐτῶν οἱ πατέρες. Τοῦ αὐτοῦ. Ἦ γὰρ οὐχὶ τὸν ἐκ Θεοῦ Πατρὸς Λόγον ἐν τοῖς καθ' ἡμᾶς γεγονότα, τουτέστιν ἄνθρωπον μονονουχὶ ἐκβεβηκέναι δώσωμεν· ἔξω τε γενέσθαι τῆς θεοπρεποῦς εὐκλείας ἐροῦμεν, εἴπερ ἐστὶν ἀληθὲς, ὅτι πλούσιος ὢν ἐπτώχευσε, καὶ καθῆκεν ἑαυτὸν εἰς κένωσιν. Ὁ δὲ ἀδικῶν τὸν πλησίον, ἀπώσατο αὐτὸν εἰπών· Τίς σε κατέστησεν ἄρχοντα καὶ δικαστὴν ἐφ' ἡμῶν; Μὴ ἀνελεῖν με σὺ θέλεις, ὃν τρόπον ἀνεῖλες χθὲς τὸν Αἰγύπτιον; Κυρίλλου. Ἀλεξανδρείας. Ἐνεκαλεῖτο 2 μὲν ὁ θεσπέσιος Μωϋσῆς ὡς ἀνελὼν τὸν Αἰγύπτιον, καίτοι θλίβοντα καὶ ἐγκείμενον. Καταχωννύων δὲ ὥσπερ εἰς ἄβυσσον ὁ Χριστὸς τὰ πονηρὰ δαιμόνια, καὶ τῆς καθ' ἡμῶν τυραννίδος καὶ οὐχ ἑκόντα μεθιστὰς, διὰ τούτων ἐχόντων ἐκπέμπειν αὐτὰ, καίτοι δέον ἐπὶ τούτῳ θαυμάζεσθαι, ἔφασκον· Οὗτος οὐκ ἐκβάλλει τὰ δαιμόνια εἰ μὴ ἐν Βεελζεβοὺλ, ἄρχοντα τῶν δαιμόνων. Ἐγὼ ὁ Θεὸς τῶν πατέρων σου, ὁ Θεὸς Ἀβραὰμ καὶ ὁ Θεὸς Ἰσαὰκ καὶ ὁ Θεὸς Ἰακώβ. Κυρίλλου. Ἄθρει τοῦ νόμου τὸ ἀδρανές· ἐμφανίζει μὲν γὰρ ἑαυτὸν ὁ τῶν ὅλων Θεὸς, ἀλλ' ἐμφανῆ καθιστάντος ἀποστρέφει τὸ πρόσωπον ὁ Μωϋσῆς. Σημεῖον δ' ἂν γένοιτο καὶ τοῦτο ἡμῖν ἐναργὲς, τοῦ μὴ δύνασθαι τοὺς υἱοὺς Ἰσραὴλ τὴν θεοπρεπῆ τοῦ Υἱοῦ καταθρῆσαι δόξαν, ἑαυτὸν ἐμφανίζοντος καὶ μονονουχὶ προσάγοντος ἐπίγνωσιν. Εἶπε δὲ αὐτῷ ὁ Κύριος· Λῦσον

About this text

Cyril of Alexandria, Fragmenta in Acta et epistulas catholicas (Greek). SERIES CLOSEOUT on this page.

Original English Translation of Cyril’s Fragmenta in Acta et epistulas catholicas — new OET from PG 74 Greek.

Witnesses

  • Copy-text PG 74 (Greek)

English is newly prepared for study from the stated edition. Open Greek on each section for the source text. This is not a complete critical edition.