Unit 2 rem mid
Rem mid: Unit 2; lemma continues; spiritual reading with the letter.
Greek
ποιεῖ τῶν νῦν οὕτως ὀνομαζομένων κονιορτῶν μυρεψοῦ. Λέγοι δ' ἄν τις καὶ ὡς ἡ ἁγία καὶ ἐκκλησιαστικὴ ψυχὴ, τὸ τέκνον ποτὲ ἔρημον Θεοῦ, ἀπὸ συναγωγῆς ἐθνῶν ἀναβαίνει ἀπὸ τῆς ἐρήμου· καταλιποῦσα μὲν δόγματα καὶ λόγους καὶ πράξεις, τὰ ἔρημα Θεοῦ, ἀναβαίνουσα ἐπὶ τὰ τοῦ Θεοῦ. Ἡ πνευματικὴ δὲ συνάφεια νοείσθω χρυσίον, ἡ τιμία καὶ θεία. Καὶ τὴν κατὰ τὴν ἔρημον γὰρ κιβωτὸν ἔσωθεν καὶ ἔξωθεν, χρυσίον ὑπήλειφεν εἰς ἐμφάνειαν τῆς θείας ἑνώσεως. Ἐπιβαίνει δὲ πορφύρα τῷ πλήθει τῶν εἰς βασιλείαν κληθέντων. Ἐπὰν δέ τις πιστεύσῃ, δέχεται τῇ καρδίᾳ Χριστὸν, ὅς ἐστι τίμιος μαργαρίτης. Ἀλλὰ καὶ τὸ φορεῖον, φησὶν, ἐκ τῶν θυγατέρων πεποίηται τῆς Ἱερουσαλὴμ διὰ μόνην ἀγάπην· Οὕτω γὰρ ἠγάπησεν ὁ Θεὸς τὸν κόσμον, ὥστε τὸν μονογενῆ αὐτοῦ ἀπέστειλεν Υἱόν· ἵνα πᾶς ὁ πιστεύων εἰς αὐτὸν μὴ ἀπόληται, ἀλλ' ἔχῃ ζωὴν αἰώνιον. Ἐξ ἐθνῶν Ἐκκλησία φησὶ τό· Ἐξέλθετε καὶ ἴδετε. Ἡμέραν δὲ νυμφεύσεως τὴν ἡμέραν τοῦ πάθους καλεῖ, καθ' ἣν ἐνυμφεύσατο τὴν Ἐκκλησίαν διὰ τοῦ αἵματος αὐτοῦ. Ἡ σιωπὴ αὐτῆς σημαίνει τὴν εἰς ἅπαν ὑπακοὴν κατὰ τὸ, Σιώπα καὶ ἄκουε, Ἰσραήλ. Ἢ καὶ δύο νεβροὶ, ἡ ἠθικὴ καὶ δογματικὴ διδασκαλία, οἱ δύο τῆς νύμφης μαστοί· ἐξ ὧν οἱ τρεφόμενοι ὀξύτητι βλέπουσι πρὸς Θεόν. Ῥῖνα δὲ τῶν ἀποστολικῶν καὶ εὐαγγελικῶν λόγων τὴν εὐωδίαν, ἅπερ νεμόμεθα μέχρι συντελείας. ∆εῦρο ἀπὸ Λιβάνου, νύμφη. ∆ιδάσκει ἡμᾶς πόθεν ἡ νύμφη, καὶ ὅτι ἐξ εἰδωλολατρείας ἔρχεται. Κατείδωλον γὰρ ὄρος ὁ Λίβανος· ὅθεν ἐλεύσῃ, φησίν· διελεύσῃ δὲ διὰ τοῦ νόμου· ἀγνοοῦσα γὰρ αὐτὸν, τὸ Χριστοῦ κατηχήθης μυστήριον. Ἐκαρδίωσας ἡμᾶς, ἀδελφή μου νύμφη. Ἤγουν εἰς πόθον ἡμᾶς ἤγαγες σεαυτῆς, ἑνὶ ῥήματι τῆς ὁμολογίας, ὅπερ ἔσχες ὀρθῶς, ὁρῶσα τοῖς ἔνδον ὀφθαλμοῖς σου. Ὑποταγεῖσα γὰρ ἐνθέματι τοῦ τραχήλου σου, τὴν ὁμολογίαν ἐποίησας. Ταῦτα παρὰ τῶν φίλων τοῦ νυμφίου, ἀγγελικῶν, φημὶ, δυνάμεων, λέγεται πρὸς αὐτήν. ∆ιττῆς γὰρ οὔσης τῆς ὀπτικῆς
About this text
Cyril of Alexandria, Fragmenta in Canticum canticorum (Greek). SERIES CLOSEOUT on this page.
Original English Translation of Cyril’s Fragmenta in Canticum canticorum — new OET from PG 69 Greek.
Witnesses
- Copy-text PG 69 (Greek)
English is newly prepared for study from the stated edition. Open Greek on each section for the source text. This is not a complete critical edition.