Fragmenta in epistulam ad Hebraeos Unit 2 opening
Unit 2.
Lemma-led open — γράφει δὲ ὡδὶ καὶ Ἰωάννης περὶ τοῦ Θεοῦ καὶ Πατρός
Greek
τῶν παραπτωμάτων." γράφει δὲ ὡδὶ καὶ Ἰωάννης περὶ τοῦ Θεοῦ καὶ Πατρός "Ἐὰν περιπατῶμεν ἐν τῷ "φωτὶ κοινωνίαν ἔχομεν μετ' αὐτοῦ καὶ τὸ αἷμα Ἰησοῦ "Χριστοῦ τοῦ Υἱοῦ αὐτοῦ καθαρίζει ἡμᾶς ἀπὸ πάσης ἁμαρ"τίας." αἵματι δὴ οὖν κεκαθαρίσμεθα τῷ ἁγίῳ τοῦ πάντων ἡμῶν Σωτῆρος Χριστοῦ, ὃς κεκάθικεν ἐν δεξίᾳ τῆς μεγαλωσύνης ἐν ὑψηλοῖς, πότε δέ; ὅτε καθαρισμὸν ἐποιήσατο διὰ τοῦ αἵματος αὐτοῦ, τότε καθίσαι λέγεται, γεγενῆσθαι δὲ καὶ κρείττων ἀγγέλων, κληρονομῆσαι δὲ παρ' αὐτοὺς τὸ διαφορώτερον ὄνομα· κέκληται γὰρ Υἱός. γέγονε μὲν γὰρ σὰρξ ὁ Λόγος καίτοι Λόγος ὢν καὶ ἀπαύγασμα τῆς δόξης τοῦ Πατρὸς καὶ τῆς ὑποστάσεως αὐτοῦ χαρακτὴρ, οὐκ ἰδίᾳ φύσει ποιούμενος τῆς μετὰ σαρκὸς οἰκονομίας ἵν' οὕτως εἴπω τοὺς πόνους· ὑπέμεινε γὰρ "σταυρὸν αἰσχύνης καταφρονήσας," ἀτιμίας τε καὶ ὕβρεις καὶ ἐμπτύσματα· ἀλλ' ἵν' ἡμᾶς ἀπαλλάξῃ παντὸς μολυσμοῦ αἵματι τῷ ἰδίῳ καθαροὺς ἀποφήνας, συνάψῃ δὲ δι' ἑαυτοῦ τῷ Θεῷ καὶ Πατρί· "δι' αὐτοῦ γὰρ "τὴν προσαγωγὴν" ἐσχήκαμεν, καὶ αὐτός ἐστιν ἡ θύρα καὶ ἡ ὅδος. πλὴν εἰ καὶ γέγονε "σὰρξ ὁ Λόγος καὶ ἐσκήνωσεν "ἐν ἡμῖν," ἴδιον σῶμα ποιησάμενος τὸ ἐκ τῆς ἁγίας παρθένου ληφθὲν, ἀλλ' οὖν ἐν δόξῃ καὶ φύσει θεότητος ἦν καὶ τῶν ὑπερτάτων τοῦ Θεοῦ καὶ Πατρὸς οὐκ ἀπέστη θρόνων. ἦν μὲν γὰρ ἄνθρωπος ἐπὶ γῆς, ἐπλήρου δὲ πάλιν τὸν οὐρανὸν καὶ ἦν αὐτοῦ τὰ πάντα μεστά. καὶ ἠλάττωτο μὲν βραχὺ παρ' ἀγγέλους διά γε τὸ τῆς ἀνθρωπότητος μέτρον· ὑποκάθηται γὰρ τῶν ἀγγέλων τὸ εὐκλεὲς ἡ ἀνθρώπου φύσις· ἦν δὲ καὶ οὕτως ἔχων "ὑπεράνω πάσης ἀρχῆς ἐξουσίας τε "καὶ κυριότητος καὶ παντὸς ὀνόματος ὀνομαζομένου οὐ μόνον "ἐν τῷ αἰῶνι τούτῳ ἀλλὰ καὶ ἐν τῷ μέλλοντι." καὶ τοῦτο εἰδὼς ὁ θεσπέσιος γράφει Παῦλος "Γινώσκετε γὰρ τὴν 370 "χάριν τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ ὅτι πλούσιος ὢν "ἐπτώχευσε δι' ἡμᾶς, ἵν' ἡμεῖς τῇ αὐτοῦ πτωχείᾳ" πλουτήσωμεν. Τοσούτῳ κρείττων γενόμενος τῶν ἀγγέλων. Τὸ μὲν γάρ Ἄγγελος, ὄνομα λειτουργίας ἐστὶ σημαντικὸν, οἰκετικόν τε ἡμῖν ὑπεμφαίνει μέτρον· τὸ δέ γε Υἱὸς, τὴν ἐκ Πατρὸς ὕπαρξιν οὐσιώδη καὶ φυσικὴν δηλοῖ· διὰ τοῦτο γοῦν οὐδὲ συγκριτικῶς εἴρηκε μείζων ἢ τιμιώτερος, ἵνα μὴ ὡς περὶ ὁμογενῶν τούτου κἀκείνων τις λογίσηται· ἀλλά Κρείττων εἴρηκεν, ἵνα τὸ διαλλάττον τῆς φύσεως τοῦ Υἱοῦ πρὸς τὰ γενητὰ γνωρίσῃ· καὶ τούτων ἔχομεν τὴν ἀπόδειξιν ἐκ τῶν θείων γραφῶν, τοῦ μὲν ∆αβὶδ ψάλλοντος "Ὅτι "κρείσσων ἡμέρα μία ἐν ταῖς αὐλαῖς σου ὑπὲρ χιλιάδας," τοῦ δὲ Σολομῶντος ἀναφωνοῦντος "Κρείσσων σοφία λίθων "πολυτελῶν·" πῶς γὰρ οὐχ ἑτεροούσια καὶ ἄλλα τὴν φύσιν, ἡ σοφία καὶ οἱ ἀπὸ γῆς λίθοι; ποία δὲ συγγένεια ταῖς ἐν οὐρανοῖς αὐλαῖς καὶ τοῖς ἐπὶ γῆς οἴκοις; οὕτως ἄρα οὐδεμία συγγένεια τοῦ Υἱοῦ πρὸς τοὺς ἀγγέλους ἐστί· μηδεμιᾶς δὲ οὔσης τῆς συγγενείας, οὐκ ἄρα συγκριτικῶς ἐλέχθη τό Κρείττων, ἀλλὰ διακριτικῶς διὰ τὸ διαλλάττον τῆς τούτου φύσεως ἀπ' ἐκείνων· καὶ αὐτὸς οὖν ὁ ἀπόστολος τό Κρείττων ἑρμηνεύων, οὐκ ἐν
About this text
Cyril of Alexandria, Fragmenta in epistulam ad Hebraeos (Greek). SERIES CLOSEOUT on this page.
Original English Translation of Cyril’s Fragmenta in epistulam ad Hebraeos — new OET from PG 74 Greek.
Witnesses
- Copy-text PG 74 (Greek)
English is newly prepared for study from the stated edition. Open Greek on each section for the source text. This is not a complete critical edition.