Unit 2 rem early
Rem early: Unit 2; historia and theoria toward Christ.
Greek
ἄλλῳ τινὶ, ἢ ἐν τῇ διαφορᾷ τοῦ Υἱοῦ πρὸς τὰ γενητὰ τίθησι λέγων ὅτι ὁ μὲν, Υἱὸς, τὰ δὲ, δοῦλα· καὶ ὁ μὲν ὡς Υἱὸς μετὰ τοῦ Πατρὸς ἐν δεξιᾷ κάθηται, τὰ δὲ ὡς δοῦλα παρέστηκε καὶ ἀποστέλλεται καὶ λειτουργεῖ. Τούτων δὲ οὕτως γεγραμμένων, οὐ γενητὸς ἐκ τούτων ὁ Υἱὸς σημαίνεται, ὦ Ἀρειανοὶ, ἀλλὰ μᾶλλον ἄλλος μὲν τῶν γενητῶν, ἴδιος δὲ τοῦ Πατρὸς, ἐν τοῖς κόλποις ὢν αὐτοῦ· καὶ γὰρ καὶ τὸ γεγραμμένον ἐνταῦθα Γενόμενος οὐ γενητὸν σημαίνει τὸν Υἱὸν, ὥσπερ ὑμεῖς νομίζετε· εἰ μὲν γὰρ ἁπλῶς 371 εἰρήκει γενόμενος καὶ ἐσιώπησεν, ἦν πρόφασις τοῖς Ἀρειανοῖς· ἐπεὶ δὲ Υἱὸν προείρηκε, δι' ὅλης τῆς περικοπῆς ἀποδείξας αὐτὸν ἄλλον εἶναι τῶν γενητῶν, οὐδὲ τὸ γενόμενος ἀπολελυμένως ἔθηκεν, ἀλλὰ τὸ κρείττων συνῆψε τῷ γενόμενος· ἀδιάφορον γὰρ ἡγήσατο τὴν λέξιν· εἰδὼς ὡς ἐπὶ ὁμολογουμένως γνησίου Υἱοῦ ὁ λέγων τὸ γενόμενος, ἴσον τῷ γεγενῆσθαι ὅτι ἐστὶ κρείττων λέγει· τὸ μὲν γὰρ γεν[ν]ητὸν οὐ διαφέρει, κἂν 4 λέγῃ τις γέγονεν ἢ πεποίηται· τὰ δὲ γενητὰ, δημιουργήματα ὄντα, ἀδύνατον λέγεσθαι γεννητὰ, εἰ μὴ ἄρα μετὰ ταῦτα μετασχόντα τοῦ γεννητοῦ Υἱοῦ, γεγεννῆσθαι καὶ αὐτὰ λέγωνται· οὔ τι γε διὰ τὴν ἰδίαν φύσιν, ἀλλὰ διὰ τὴν μετουσίαν τοῦ Υἱοῦ ἐν τῷ Πνεύματι. καὶ τοῦτο πάλιν οἶδεν ἡ θεία γραφὴ, ἐπὶ μὲν τῶν γενητῶν λέγουσα "Πάντα δι' αὐτοῦ "ἐγένετο" καὶ "Πάντα ἐν σοφίᾳ" ἐποίησεν· ἐπὶ δὲ τῶν υἱῶν τῶν γεννητῶν "Ἐγένοντο τῷ Ἰὼβ υἱοὶ ἑπτὰ καὶ θυγα"τέρες τρεῖς," καὶ "Ἁβραὰμ δὲ ἦν ἑκατὸν ἐτῶν ὅτε ἐγένετο αὐτῷ Ἰσαὰκ ὁ υἱὸς αὐτοῦ." οὐκοῦν εἰ τῶν μὲν γενητῶν ἄλλος ἐστὶ, τῆς δὲ τοῦ Πατρὸς οὐσίας μόνος ἴδιον γέννημα ὁ Υἱὸς, μεματαίωται τοῖς Ἀρειανοῖς ἡ περὶ τοῦ γενόμενος πρόφασις· κἂν γὰρ ἐν τούτοις αἰσχυνθέντες βιάζωνται πάλιν λέγειν, συγκριτικῶς εἰρῆσθαι τὰ ῥητὰ, καὶ διὰ τοῦτο εἶναι τὰ συγκρινόμενα ὁμογενῆ, ὥστε τὸν Υἱὸν τῆς τῶν ἀγγέλων εἶναι φύσεως, αἰσχυνθήσονται μὲν προηγουμένως ὡς τὰ Οὐαλεντίνου καὶ Καρποκράτους φθεγγόμενοι· ὧν ὁ μὲν τοὺς ἀγγέλους ὁμογενεῖς εἴρηκε τῷ Χριστῷ, ὁ δὲ ἀγγέλους τοῦ κόσμου δημιουργοὺς εἶναί φησιν· παρ' αὐτῶν γὰρ ἴσως μαθόντες καὶ οὗτοι, συγκρίνουσι τὸν τοῦ Θεοῦ Λόγον τοῖς ἀγγέλοις. ἀλλ' ἐντραπήσονται τοιαῦτα φανταζόμενοι, παρὰ μὲν τοῦ ὑμνῳδοῦ λέγοντος "Τίς ὁμοιωθήσεται τῷ Κυρίῳ ἐν "υἱοῖς Θεοῦ," καὶ τίς "ὅμοιός σοι ἐν θεοῖς, Κύριε;" ἀκού 372 σονται δὲ ὅμως, ἐὰν ἄρα μάθωσιν, ὡς ἐν μὲν τοῖς ὁμογενέσιν ὁμολογουμένως φιλεῖ τὸ τῆς συγκρίσεως γίνεσθαι, καὶ οὐκ ἐν τοῖς ἑτερογενέσιν. Οὐδεὶς γοῦν Θεὸν συγκρίνοι πρὸς ἄνθρωπον, οὐδὲ πάλιν ἄνθρωπον πρὸς τὰ ἄλογα, οὐδὲ ξύλα πρὸς λίθους διὰ τὸ ἀνόμοιον τῆς φύσεως· ἀλλὰ Θεὸς μὲν ἀσύγκριτον ἐστὶ πρᾶγμα, ἄνθρωπος δὲ πρὸς ἄνθρωπον συγκρίνεται, καὶ ξύλον πρὸς ξύλον, καὶ λίθος πρὸς λίθον· καὶ οὐκ ἄν τις εἴποι ἐπὶ τούτων τό Κρείττων, ἀλλὰ τὸ μᾶλλον καὶ τὸ πλέον. οὕτως Ἰωσὴφ ὡραῖος μᾶλλον ἦν παρὰ τοὺς ἀδελφοὺς αὐτοῦ, καὶ Ῥαχὴλ τῆς Λείας· καὶ ἀστὴρ ἀστέρος οὐ κρείττων,
About this text
Cyril of Alexandria, Fragmenta in epistulam ad Hebraeos (Greek). SERIES CLOSEOUT on this page.
Original English Translation of Cyril’s Fragmenta in epistulam ad Hebraeos — new OET from PG 74 Greek.
Witnesses
- Copy-text PG 74 (Greek)
English is newly prepared for study from the stated edition. Open Greek on each section for the source text. This is not a complete critical edition.