Fragments on Hebrews · §u03-open

Fragmenta in epistulam ad Hebraeos Unit 3 opening

Unit 3.

Lemma-led open — Ἔντειλαι ὁ Θεὸς τῇ δυνάμει σου, δυνάμωσον

Greek

ἀπόδειξιν ἔχει· ἀεὶ δὲ ἦν ὁ 376 Πατήρ· ἦν οὖν ἄρα καὶ ὁ Υἱὸς, συνυφεστηκὼς ἀεὶ τῷ ἰδίῳ γεννήτορι. Ἠγάπησας δικαιοσύνην. Ὁ θεσπέσιος ∆αυεὶδ πρὸς τὸν ἐν οὐρανοῖς Πατέρα καὶ Θεὸν κοινὴν ὥσπερ τινὰ ὑπὲρ πάσης τῆς ἀνθρωπότητος ἐξεφώνει λιτήν "Ἔντειλαι ὁ Θεὸς τῇ δυνάμει σου, δυνάμωσον "ὁ Θεὸς τοῦτο ὃ κατειργάσω ἐν ἡμῖν." δύναμις δὲ τοῦ Πατρὸς ὁ Υἱὸς δι' οὗ ἐστερέωσε μὲν τοὺς οὐρανοὺς καὶ τὴν γῆν τεθεμελίωκε, καὶ τὴν τοῦδε τοῦ παντὸς εἴργασται διακόσμησιν. καὶ πεποίηκε μὲν τὸν ἄνθρωπον κατ' ἰδίαν εἰκόνα καὶ ὁμοίωσιν, φθορᾶς καὶ θανάτου κρείττονα δικαιοσύνης ἐργάτην. ἐπειδὴ δὲ βεβασίλευκεν ὁ θάνατος διὰ τῆς ἁμαρτίας καὶ ὑπενηνέγμεθα τῇ φθορᾷ καὶ "πάντες ἐξέκλιναν, ἅμα "ἠχρειώθησαν," προενόησεν ἀναγκαίως τῶν ἑαυτοῦ κτισμάτων ὁ τῶν ὅλων γενεσιουργὸς καὶ Κύριος· ηὐδόκησε γὰρ ὁ Θεὸς καὶ Πατὴρ "ἀνακεφαλαιώσασθαι τὰ πάντα ἐν τῷ "Χριστῷ" καὶ ἀνακαινίσαι εἰς τὸ ἐν ἀρχαῖς. Ὁ ∆αυεὶδ οὖν τὸ βαθὺ τῆς ἐνανθρωπήσεως διατρανοῖ μυστήριον, ἀναφωνῶν πρὸς τὸν ἐκ Θεοῦ Πατρὸς κατὰ φύσιν Υἱόν "Ἠγάπησας δικαιοσύνην καὶ ἐμίσησας ἀνομίαν, διὰ "τοῦτο ἔχρισέν σε ὁ Θεὸς ὁ Θεός σου ἔλαιον ἀγαλλιάσεως "παρὰ τοὺς μετόχους σου." οἴονται δέ τινες οὐ τῷ Μονογενεῖ πρέπειν τὰς τοιάσδε φωνὰς, εἰρῆσθαι δὲ μᾶλλον ὡς πρὸς ἄνθρωπον ἁπλῶς τὸν ἐκ τῆς ἁγίας παρθένου γεγεννη 377 μένον· ὕθλος δὲ τῷ οὕτω φρονοῦντι ὡς διὰ πολλῶν ἀποδέδεικται λόγων· οὐ γὰρ ἄνθρωπος ἡμῖν ἐγεννήθη κοινὸς ἢ τῆς πρὸς Θεὸν ἑνότητος ἐψιλωμένος ἵνα τις λέγοι κατὰ τὸν ἐκείνων λόγον προεγνωκέναι περὶ αὐτοῦ τὸν τῶν ὅλων Θεὸν ὡς ἠγάπησε δικαιοσύνην καὶ ἐμίσησεν ἀνομίαν ὡς ἀπὸ γνώμης ἰδίας τε καὶ μόνης· καίτοι τὴν τοῦ ψάλλοντος φωνὴν ἐφαρμόσωμεν ἂν εἰκότως ἐν ἀνθρωπείᾳ μορφῇ πεφηνότι τῷ Μονογένει, καὶ ταῖς Ἡσαΐου περὶ αὐτοῦ προφητείαις ἰσχνὸν ἐνιέντες τὸν νοῦν· ἔφη γὰρ ὧδε "Ἰδοὺ ἡ παρθένος ἐν γαστρὶ "ἕξει καὶ τέξεται υἱὸν καὶ καλέσουσι τὸ ὄνομα αὐτοῦ Ἐμ"μανουήλ· βούτυρον καὶ μέλι φάγεται πρὶν ἢ γνῶναι αὐτὸν "ἢ προελέσθαι πονηρὰ ἐκλέξεται τὸ ἀγαθόν. διότι πρὶν ἢ "γνῶναι τὸ παιδίον ἀγαθὸν ἢ κακὸν, ἀπειθεῖ πονηρίᾳ τοῦ ἐκ"λέξασθαι τὸ ἀγαθόν." ἠγάπησέ τε δικαιοσύνην καὶ ἐμίσησεν ἀδικίαν ὡς αὐτόχρημα ὑπάρχων καὶ δικαιοσύνη καὶ Θεός· οὔπω γὰρ ἔχον ὡς ἀπό γε τοῦ καιροῦ τὸ παιδίον τὸ εἰδέναι μὲν τὸ κατεψεγμένον, ἐπαινεῖν δὲ τὸ μὴ οὕτως ἔχον, πῶς ἂν ἠπείθησε πονηρίᾳ τοῦ ἐκλέξασθαι τὸ ἀγαθόν; ἀλλ' ἦν ὡς ἔφην Θεὸς ἐν σαρκὶ τῶν ἐνόντων αὐτῷ φυσικῶν ἀγαθῶν ἔξω φέρεσθαι μὴ δυνάμενος. καὶ οὐκ ἐπαινῶ μὲν ὃ βούλομαι λέγειν, ἐχέτω δὲ εἰ δοκεῖ κατὰ τὸν τῶν ἐμπλήκτων λόγον καὶ ἰδίαν ἀρετὴν ὁ καταμόνας τῇ κατὰ πρόσωπον ἑνώσει τετιμημένος. Πλὴν ἐκεῖνο λεγόντων ἐρήσομαι Ἐκ ποίων ἄρα κατορθωμάτων τοσοῦτος ἔσται τις καίτοι κατὰ φύσιν ἄνθρωπος ὢν ὡς καὶ αὐτῶν τῶν θείων ἀξιωθῆναι θρόνων καὶ συνεδρεῦσαι μὲν τῷ Θεῷ καὶ Πατρὶ, χρηματίσαι δὲ καὶ Κύριος ἐν ἴσῳ τῷ κατὰ φύσιν, καὶ

About this text

Cyril of Alexandria, Fragmenta in epistulam ad Hebraeos (Greek). SERIES CLOSEOUT on this page.

Original English Translation of Cyril’s Fragmenta in epistulam ad Hebraeos — new OET from PG 74 Greek.

Witnesses

  • Copy-text PG 74 (Greek)

English is newly prepared for study from the stated edition. Open Greek on each section for the source text. This is not a complete critical edition.