Fragments on Hebrews · §u02-rem-close

Unit 2 rem close

Rem CLOSEOUT: Unit 2 CLOSEOUT.

Greek

τουτέστιν ἐκ γῆς· ἐρύθημα ἱματίων ἐκ Βοσόρ;" ὅ ἐστι τῇ Ἕλλαδι φωνῇ συνοχῆς ἢ θλίψεως "ἱνατί σου "ἐρυθρὰ τὰ ἱμάτια καὶ τὰ ἐνδύματα σου ὡς ἀπὸ πατητοῦ "ληνοῦ;" προσεπυνθάνοντο δὲ κἀκεῖνο λέγοντες "Τί αὗται "αἱ πληγαὶ αἱ ἀνὰ μέσον τῶν χειρῶν σου;" ὁ δὲ πρὸς αὐτούς "Ἃς ἐπλήγην ἐν τῷ οἴκῳ τῷ ἀγαπητῷ μου." καὶ οὐ δήπου φαίη τις ἂν ὡς ἦν ἐξ ἀνάγκης αὐτῷ τοὺς τῶν ἥλων τύπους ἐνεῖναί τε μετὰ τὴν ἀνάστασιν καὶ σὺν αὐτοῖς ἀναβαίνειν εἰς τὸν οὐρανόν· ἐκεῖνο δὲ μᾶλλον εἰκότως περινοεῖν ἄξιον. ὥσπερ ἀπιστήσαντι τῷ Θωμᾷ τοὺς τύπους τῶν ἥλων καὶ αὐτὴν ἐπέδειξε τὴν πλευρὰν ἵνα λοιπὸν ἀναπείσῃ λέγειν ἐξ εὐμαθοῦς διανοίας "Ὁ Κύριός μου καὶ ὁ Θεός μου," οὕτω καθάπερ ἐγῷμαι τοῖς ἁγίοις ἀγγέλοις ἐμφανῆ καθιστὰς τῆς μετὰ σαρκὸς οἰκονομίας τὸν τρόπον μετὰ τῶν τοῦ πάθους σημείων ἐφαίνετο, ἐρυθρὰ γοῦν τὰ ἱμάτια φέρων καὶ αὐτοὺς δὲ τοὺς τύπους τῶν ἥλων ἵνα καὶ αὐτοὶ πιστεύσειαν ὡς φύσει τε καὶ ἀληθῶς ὑπάρχων Θεὸς γέγονε καὶ υἱὸς ἀνθρώπου, σῶμα λαβὼν ἐκ τῆς ἁγίας παρθένου καὶ καθεὶς ἑαυτὸν εἰς κένωσιν, ἵνα προσφορὰν καὶ θυσίαν ἑαυτὸν ὑπὲρ πάντων εἰς ὀσμὴν εὐωδίας ἀναθεὶς τῷ Θεῷ καὶ Πατρὶ διασώσῃ τὴν ὑπ' οὐρανόν· προσκυνεῖ τοιγαροῦν καὶ ἡ τῶν ἀγγέλων ἁγία πληθὺς, οὐ παραιτουμένη τὴν προσκύνησιν ὅτι πρωτότοκος ἦν καὶ ἐν πολλοῖς ἀδελφοῖς ἄνθρωπος, δεδιδαγμένη δὲ τὴν οἰκονομίαν καὶ τὸν ἐκ Θεοῦ κατὰ φύσιν ἐπιγινώσκουσα Υἱὸν καὶ ὅτε γέγονε σάρξ. 375 Πρὸς δὲ τὸν Υἱὸν Ὁ θρόνος σου, ὁ Θεός. Πῶς οὖν οὐκ ἀσύνετον καὶ θρασὺ τὸ περιεργάζεσθαι φύσιν, δι' ἧς τὰ πάντα παρήχθη πρὸς ὕπαρξιν, τὴν χρόνου παντὸς πρεσβυτέραν; γεγόνασι γὰρ δι' αὐτῆς, καὶ ἔστι πρὸ παντὸς αἰῶνος ὁ ἐκ Θεοῦ Πατρὸς Λόγος· ἀλλ' οἱ πάντολμοι κατηγοροῦσιν αὐτοῦ τὸ νεώτερον, καὶ γενητὸν αὐτὸν εἶναί φασιν· οὐκ εἰδότες ὅτι τοῖς τοῦ Ἁγίου Πνεύματος ἀντιφέρονται λόγοις· δι' αὐτοῦ μὲν γὰρ πεποιῆσθαι τοὺς αἰῶνάς φασιν οἱ λαλοῦντες ἐν Πνεύματι· οἱ δὲ γενητὸν εἶναι διισχυρίζονται τὸν ἐπέκεινα καὶ νοῦ καὶ λόγου, καὶ οὐδ' ἐκεῖνο δέχονται κατὰ νοῦν· οὐ γὰρ ἐν χρόνῳ γέγονε πατὴρ ὁ Θεὸς, ἀλλ' ἦν ἀεί τε καὶ ἐν ἀρχῇ· τούτου δὲ οὕτως ἔχοντος, πᾶσά πως ἀνάγκη συνυφεστάναι νοεῖν τὸν Υἱὸν, ἵνα καὶ ἀληθῶς ὑπάρχῃ πατὴρ ὁ Θεός. ἐπεὶ διδασκέτωσαν, εἰ Λόγος ἐστὶ τοῦ Πατρὸς ὁ Υἱὸς καὶ σοφία καὶ δύναμις καὶ χαρακτὴρ καὶ ἀπαύγασμα τῆς ὑποστάσεως αὐτοῦ, ποῖος ἦν ἄρα χρόνος καθ' ὃν ἦν ἄλογος ὁ Πατὴρ, οὐχ ὑπάρχοντος τοῦ Υἱοῦ; πότε δὲ ἦν δίχα τῆς ἑαυτοῦ σοφίας ἡ τῆς σοφίας πηγή; πότε δὲ δυνάμεως δίχα; πότε δὲ οὐκ ἦν ἐν Θεῷ τὸ ἀπαύγασμα τῆς δόξης αὐτοῦ; ἢ πῶς οὐκ ἂν εἴη σὺν αὐτῷ τε καὶ ἐν αὐτῷ διηνεκῶς ὁ χαρακτὴρ αὐτοῦ; εἰ μὲν οὖν ἐν χρόνῳ ταῦτα γέγονεν, οὐκ ἦν ἄρα πατὴρ πρὶν γένηται, ἄλογος ἦν καὶ ἄσοφος, καὶ ἰσχὺν οὐκ ἔχων, χαρακτῆρός τε δίχα καὶ ἀπαυγάσματος. ἀλλ' οἶμαι τοῦτο εἶναι δυσσεβὲς ἐννοεῖν, καὶ τῆς ἀνωτάτω δυσσεβείας 6

About this text

Cyril of Alexandria, Fragmenta in epistulam ad Hebraeos (Greek). SERIES CLOSEOUT on this page.

Original English Translation of Cyril’s Fragmenta in epistulam ad Hebraeos — new OET from PG 74 Greek.

Witnesses

  • Copy-text PG 74 (Greek)

English is newly prepared for study from the stated edition. Open Greek on each section for the source text. This is not a complete critical edition.