Fragments on Jeremiah · §frag-open

Fragmenta in Jeremiam Fragments opening

Fragments.

Lemma-led open — . . Ὄντως εἰς ψεῦδος ἦσαν οἱ βουνοὶ καὶ δύναμις τῶν ὀρέων, κ.τ.λ. ∆ιαμέμνηται ὀρῶν καὶ βου

Greek

Fragmenta in Jeremiam FRAGMENTA EX CATENIS IN IEREMIAM. 70.1452 Ὄντως εἰς ψεῦδος ἦσαν οἱ βουνοὶ καὶ δύναμις τῶν ὀρέων, κ.τ.λ. ∆ιαμέμνηται ὀρῶν καὶ βουνῶν, ἐπείπερ ἐν αὐτοῖς κατὰ τοὺς ἀρχαίους ἐκείνους καιροὺς ἱερά τε καὶ τεμένη δειμάμενοι καὶ βωμοὺς ἀναστήσαντες, τοῖς δαιμονίοις χαριεστάτας προσεκόμιζον θυσίας. Ἡ δὲ αἰσχύνη κατανάλωσε τοὺς μόχθους τῶν πατέρων ἡμῶν ἀπὸ νεότητος αὐτῶν. Αἰσχύνην λέγουσι τὴν ἀληθῶς ἀκλεᾶ καὶ ἀδοξοτάτην εἰδωλολατρείαν, καὶ τὴν ἐπὶ τούτῳ πλάνησιν, ἣ καὶ τοὺς μόχθους τῶν πατέρων αὐτῶν κατανάλωσε· δεδαπανήκασι γὰρ ἱερουργοῦντες τοῖς δαίμοσι τὰ πρόβατα αὐτῶν, καὶ τοὺς μόσχους αὐτῶν, καὶ φρονήσεως ζημίαν ὁμοῦ τοῖς οὖσιν ὑπέμειναν. Οἴ μοι! ὅτι ἐκλείπει ἡ ψυχή μου ἐπὶ τοῖς ἀνηρημένοις. Περιδράμετε ἐν ταῖς ὁδοῖς Ἱερουσαλήμ. Ὁρᾷς ἐν τούτοις ὠδίνοντα μὲν ἐπὶ τοῖς ἀνῃρημένοις, καὶ προχείρως μὲν ἐλεεῖν ἐθέλοντα τὴν Ἱερουσαλὴμ, εἰργόμενον δέ πως ὑφ' ἑαυτοῦ, μονονουχὶ δὲ καὶ ἀνασειράζοντα τὴν θεοπρεπῆ γαληνότητα διὰ τὸ τῆς ἁμαρτίας ὑπέρογκον· ζητοῦντα δ' οὖν ὅμως τὸ κατοικτείρειν τὰς ἁμαρτίας, καὶ ἐφ' ἑνὶ θέλοντα καταλύειν τὰ ἐξ ὀργῆς; Ἕνα γὰρ ἄνδρα τοὺς περιθέοντας ἐπιδεικνύναι πιστὸν ἐν αὐτῇ διετάττετο. Καὶ ἐγὼ εἶπα· Ἴσως πτωχοί εἰσι, διότι οὐκ ἐδυνήθησαν, κ.τ.λ. Τὸ προὖχον καὶ ἱερώτερον ἐν τοῖς Ἰουδαίοις ταλανίζεται μὲν εἰκότως, ῥαγδαιοτέραν δὲ τὴν ὀργὴν ἐπήντλησεν αὐτῷ. Καὶ τοῦτο σαφηνιεῖ λέγων αὐτὸς ὁ Χριστὸς, Οὐαὶ ὑμῖν, Γραμματεῖς καὶ Φαρισαῖοι ὑποκριταὶ, ὅτι περιάγετε τὴν θάλασσαν καὶ τὴν ξηρὰν, ποιῆσαι ἕνα προσήλυτον, κ.τ.λ. Πρὸς τίνα λαλήσω καὶ διαμαρτύρομαι; Κατωνείδιζον γὰρ τὸ ῥῆμα Χριστοῦ, τοῖς ἀκροωμένοις περὶ αὐτοῦ λέγοντες· ∆αιμόνιον ἔχει καὶ μαίνεται· τί αὐτοῦ ἀκούετε; Οὐχὶ ὁρᾷς τί αὐτοὶ ποιοῦσι ἐν ταῖς πόλεσιν Ἰούδα; 70.1453 Ὁσίᾳ δὴ οὖν τετιμώρηνται ψήφῳ. Ἀναθέντες γὰρ

About this text

Cyril of Alexandria, Fragmenta in Jeremiam (Greek). SERIES CLOSEOUT on this page.

Original English Translation of Cyril’s Fragmenta in Jeremiam — new OET from PG 70 Greek.

Witnesses

  • Copy-text PG 70 (Greek)

English is newly prepared for study from the stated edition. Open Greek on each section for the source text. This is not a complete critical edition.