Fragments on Jeremiah · §frag-rem-early

Fragments rem early

Rem early: Fragments; historia and theoria toward Christ.

Greek

κτίσει τὸ σέβας, καὶ τοῖς ἔργοις τῶν ἰδίων χειρῶν λατρεύσαντες, αὐτοὶ ταῖς ἰδίαις ἐπήντλησαν κεφαλαῖς τὰ ἐκ θείας. ὀργῆς. Οὐ γὰρ ἀδίκως ἐκτείνεται δίκτυα πτερωτοῖς, κατὰ τὸ γεγραμμένον. Ἠσχύνθησαν σοφοί. Σοφοὺς ἔοικεν ἐν τούτοις ὑποδηλοῦν τοὺς τῶν Ἑλλήνων λογάδας, ποιητάς τε καὶ συγγραφέας· οἳ γλῶτταν μὲν ἔχουσιν εὐφυᾶ καὶ περιειργασμένην, καὶ ταῖς τῶν λόγων κομψείαις ἐξησκημένην εἰς τὸ ἐπίχαρι, φρονήσεως δὲ τῆς ἀληθοῦς ἀμέτοχοι τὴν καρδίαν. Ὡς γὰρ ὁ πάνσοφος γράφει Παῦλος, Ἐματαιώθησαν ἐν τοῖς διαλογισμοῖς αὐτῶν, καὶ ἐσκοτίσθη ἡ ἀσύνετος αὐτῶν καρδία. Φάσκοντες εἶναι σοφοὶ, ἐμωράνθησαν, καὶ ἑξῆς. Οὐκοῦν σοφοὶ μὲν, τό γε ἧκον εἰς φωνὴν καὶ γλῶτταν, ἄσοφοι δὲ εἰς τὴν καρδίαν. Ἡ δὲ σοφία τοῦ κόσμου τούτου μωρία παρὰ τῷ Θεῷ ἐστι, κατὰ τὸ γεγραμμένον. Ἐλαίαν ὡραίαν εὔσκιον τῷ εἴδει. Ἀχρειοῖ γὰρ ὁλοτρόπως τὴν τοῦ ἀνθρώπου ψυχὴν τὸ ἀποφοιτῆσαι Θεοῦ καὶ ἀμοιρῆσαι παντελῶς τῆς παρ' αὐτοῦ χάριτος καὶ ἐπικουρίας. Φοβερὸν γὰρ τὸ ἐμπεσεῖν εἰς χεῖρας Θεοῦ ζῶντος. Πρὸς σὲ ἔθνη. Εἰ γὰρ καὶ γεγόνασιν ὑβρισταὶ καὶ ἀπειθεῖς, καὶ ἀσυνεσίας ἔμπλεω τὴν διάνοιαν ἔχοντες, ἀλλ' οὖν σώζονται καὶ δοξάζονται παρὰ Χριστοῦ. Ἀπαρχὴ δὲ τούτων γεγόνασιν οἱ ἀθλοφόροι μάρτυρες, ὧν τῆς εὐκλείας ἡ φαιδρότης ὅλην ἀστράπτει τὴν ὑπ' οὐρανόν. Καὶ ἔσται ὡς τὸ ξύλον. Οὐ γὰρ ἐπὶ πλούτῳ μέγα φρονεῖ, οὔτε μὴν διακένων δοξαρίων ἐκτὸς γεγονὼς τὴν ὀσφὺν ὑψηλήν (σιξ)· εἰκαιότητος γὰρ ταῦτα, καὶ ἕτερον οὐδέν. Καὶ γάρ ἐστιν ἀσφαλὲς ἐνέχυρον εἰς σωτηρίαν, τὸ ἐπὶ Θεῷ πεποιθέναι τῷ πάντα ἰσχύοντι· τὸ δὲ ἐφ' ἑτέροις τισι ποιεῖσθαι τὴν ἐλπίδα, μάταιον καὶ ἀνωφελές. Ἰδοὺ ὡς ὁ πηλός. Μεταπλάττει 1 γὰρ εὐκόλως ἐφ' ᾧπερ ἂν ἕλοιτο τὸ παρ' αὐτοῦ γεγονός. Οὐκ ἰδοὺ οἱ λόγοι; κ.τ.λ. Πῦρ ὀνομάζει τὸ εὐαγγελικὸν καὶ σωτήριον κήρυγμα, ἢ καὶ αὐτὴν τὴν τοῦ ἁγίου

About this text

Cyril of Alexandria, Fragmenta in Jeremiam (Greek). SERIES CLOSEOUT on this page.

Original English Translation of Cyril’s Fragmenta in Jeremiam — new OET from PG 70 Greek.

Witnesses

  • Copy-text PG 70 (Greek)

English is newly prepared for study from the stated edition. Open Greek on each section for the source text. This is not a complete critical edition.