Fragments rem mid
Rem mid: Fragments; lemma continues; spiritual reading with the letter.
Greek
Πνεύματος μέθεξιν, ὃ καὶ πυρὶ παρεικάζεται. Καὶ γοῦν ὁ πάνσοφος Ἰωάννης ὁ Βαπτιστὴς περὶ αὐτοῦ τε καὶ τοῦ πάντων ἡμῶν Σωτῆρος Ἰησοῦ Χριστοῦ οὕτω φησίν· Ἐγὼ ὑμᾶς ὕδατι βαπτίζω εἰς μετανοίαν, κ.τ.λ. Ὀρθῶς οὖν ἔφη ὁ Χριστός· Πῦρ ἦλθον βαλεῖν ἐπὶ τὴν γῆν, καὶ τί θέλω εἰ ἤδη ἀνήφθη; Καὶ ὑπεστρέψατε Ὁρᾷς ὅπως οὐκ ἀνέχεται τῶν τύπων ἀθετουμένων, μᾶλλον δὲ αὐτῆς τῆς ἀληθείας ἐξυβρισμένης ὡς ἐν σκιαῖς ἔτι; Ἀμεταμέλητα γὰρ τὰ χαρίσματα καὶ ἡ κλῆσις τοῦ Θεοῦ, κατὰ τὸ γεγραμμένον. Τοὺς δὲ ἀνεθέντας ἅπαξ ἀνόπιν ἕλκοντες Ἰουδαῖοι, καὶ τοῖς τῆς δουλείας αὖθις ὑποφέροντες ζυγοῖς, τὸ 70.1456 ἀμεταμέλητον οὐ τετηρήκασι· προσκεκρούκασί τε διὰ τοῦτο, τοῦ μυστηρίου τὴν δύναμιν ἀτιμάζοντες , εἰ καὶ ἦν ἐν τύποις ἔτι. ∆ικαιούμεθα δὲ ὅτι δωρεὰν διὰ χάριτος τῆς ἐν Χριστῷ ζωῆς ἀντάλλαγμα προσενεγκόντες οὐδὲν, ἀλλ' οὐδὲ τὴν τῆς ἐλευθερίας ἐκπριάμενοι δόξαν, ἡμερότητι δὲ καὶ φιλανθρωπίᾳ ∆εσποτικῇ τὸ χρῆμα κερδαίνοντες. Ἐὰν ὑμεῖς δῶτε, κ.τ.λ. Ἐπειδὴ γὰρ ταῖς Αἰγυπτίων ἐπικουρίαις ἐπιθαρσήσαντες ἀντεφέροντο τοῖς Βαβυλωνίοις, ταύτῃ τοι λελυπημένοι μετὰ τὴν τῶν Ἱεροσολύμων καὶ τῆς Σαμαρείας ἅλωσιν, ἐτράποντο κατ' αὐτῶν, καὶ ἀμογητὶ νενικήκασιν. Τοῦ ἐπιστρέψαι, κ.τ.λ. Ὅταν διώκῃ Θεὸς, οὐδεὶς ἀνασώσει τὸν κινδυνεύοντα· ἀλλ' ἐνθάπερ ἂν εἴη τις, ἐκεῖ περιτεύξεται τῷ θυμῷ. Ἰδοὺ ἐγὼ ἐκδικῶ τὸν Ἀμμών. Κυρίλλου τὸ αὐτὸ καὶ Ἀπολιναρίου. Ἀμμὼν δὲ οἱ μὲν τὴν Ἀλεξάνδρειαν λέγουσιν, οὕτω πάλαι καλουμένην, ὡς καὶ ἐν τῷ Ναούμ φησι· Μὴ κρείττων εἶ σὺ τῆς Ἀμμὼν , τῆς κατοικούσης ἐν ποταμοῖς; Ὕδωρ κύκλῳ αὐτῆς ἧς ἡ εὐπορία θάλασσα, καὶ ὕδωρ τὰ τείχη αὐτῆς· Αἰθιοπία ἰσχὺς αὐτῆς καὶ Αἴγυπτος, καὶ οὐκ ἔστη πέρας τῆς φυγῆς· καὶ Λίβυες ἐγένοντο βοηθοὶ αὐτῆς, καὶ αὐτὴ εἰς μετοικίαν πορεύσεται. Ἀλλ' οἱ
About this text
Cyril of Alexandria, Fragmenta in Jeremiam (Greek). SERIES CLOSEOUT on this page.
Original English Translation of Cyril’s Fragmenta in Jeremiam — new OET from PG 70 Greek.
Witnesses
- Copy-text PG 70 (Greek)
English is newly prepared for study from the stated edition. Open Greek on each section for the source text. This is not a complete critical edition.