Fragments on Kings · §b03-open

Fragmenta in libros Regum Biblos Γʹ opening

Biblos Γʹ.

Lemma-led open — ΒΙΒΛΟΣ Γʹ. Καὶ ὁ βασιλεὺς ∆αβὶδ πρεσβύτερος προβεβηκὼς ἡμέραις. Κυρίλλου. Ἀφορήτους μὲν ἀγ

Greek

ΒΙΒΛΟΣ Γʹ. Καὶ ὁ βασιλεὺς ∆αβὶδ πρεσβύτερος προβεβηκὼς ἡμέραις. {Κυρίλλου.} Ἀφορήτους μὲν ἀγῶνας διενεγκὼν, κατευμεγεθήσας δὲ τῶν ἐχθρῶν, καὶ ἀχείρωτος γεγονὼς τοῖς ἐπιβουλεύουσιν αὐτῷ. Κεκράτηκε γὰρ οὐκ ἀλλοφύλων μόνον, οὐδὲ τὰς τῶν αἱμοβόρων βαρβάρων ἐτρέψατο φάλαγγας, ἀλλὰ γὰρ καὶ τοὺς κατὰ καιρὸν ἀνταίροντας καὶ τοὺς τοῖς ἀνταίρουσιν αὐτῷ συνασπίζοντας. Καὶ δώσεις τῷ δούλῳ σου καρδίαν ἀκούειν καὶ διακρίνειν τὸν λαόν σου ἐν δικαιοσύνῃ. {Κυρίλλου.} Χρὴ γὰρ εἶναι σοφοὺς καὶ τῶν συμφερόντων ἐπιστήμονας, τοὺς ἐθέλοντας δουλεύειν Θεῷ, καὶ νῷ διεγηγερμένους πρὸς τοὺς χρωμένους, καὶ διαδιδράσκειν ἐθέλοντας τοῦ παρόντος βίου τὸν κλύδωνα. Ὥσπερ γὰρ τὰ πλοῖα πηδαλίων μὲν ὄντων αὐτοῖς, κατ' εὐθὺ φέρεται τοῦ σκοποῦ, καὶ τὰς τῶν κυμάτων διαφεύγει προσβολὰς, κἂν ἀγριαίνῃ ποτὲ κατ' αὐτῶν ἡ θάλασσα· πηδαλίων δὲ οὐκ ὄντων, τῇδε κἀκεῖσε διαῤῥίπτεται ῥᾳδίως, καὶ καταμεθύει ταῖς πλάναις, καὶ λίθοις καὶ πέτραις προσβάλλοντα συνθραύεται· οὕτω καὶ ἀνθρώπου ψυχὴ, ἀγαθαῖς μὲν φρεσὶ διοικουμένη, διαφεύξεται ῥᾳδίως τὸν χειμάζοντα Σατανᾶν· ἀπράκτους δὲ οὕτως ἀποφαίνει καὶ τὰς τῶν ἐπιβουλευόντων αὐτῇ κακουργίας. Καρδία δὲ οὐκ ἔχουσα σοφίαν, χαλεπὸν ὑπομένει τὸ ναυάγιον. Καὶ ἤρεσεν ἐνώπιον Κυρίου, κ.τ.λ. {Κυρίλλου.} Καὶ ἤρεσε, φησὶν, ἐνώπιον Κυρίου ὅτι ᾐτήσατο Σολομὼν τὸ ῥῆμα τοῦτο· ἐπῃνέθη μὲν οὐ μετρίως, ἠξιώθη δὲ τοῦ χαρίσματος. Κατένευσε γὰρ αὐτῷ πλουσιόδωρος ὢν ὁ τῶν ὅλων ∆εσπότης· ἐπινεύει γὰρ ὁ Θεὸς προθύμως τοῖς αἰτοῦσι καλῶς. ∆ῶρον γὰρ ἀληθῶς ἐξαίρετον παρὰ Θεοῦ σοφία τέ ἐστι καὶ σύνεσις· τοῖς οὕτω λαμπροῖς ξενίοις καταφαιδρύνεται καὶ αὐτὴ τῶν ἀγγέλων ἡ φύσις, καὶ τῶν ἄνω καὶ ἐν οὐρανοῖς πνευμάτων ἡ μακαρία πληθύς. Τί γὰρ ἂν γένοιτο κτῆμα ψυχῆς ἕτερον παρὰ τοῦτο; Ἆρα χρυσὸς καὶ ἄργυρος; Ἀλλὰ τοῦτό ἐστιν οὐδὲν πρὸς ἡμᾶς, ὅτι καὶ πρόσκαιρά ἐστι καὶ παραλυόμενα καὶ 3 εὐαπόβλητα παντελῶς, καὶ οὐδὲν ὠφελεῖν ἰσχύοντα 69.689 τὴν ἀνθρώπου ψυχήν. Κτῆμα δὴ οὖν τίμιόν τε καὶ ἐπέραστον ἀληθῶς τῇ ἀνθρώπου ψυχῇ σοφία καὶ γνῶσις, ἡ περὶ Θεοῦ δηλονότι. Καὶ ἃ οὐκ ᾐτήσω δέδωκά σοι, καὶ πλοῦτον, κ.τ.λ. {Κυρίλλου.} ∆ιδάσκων ἡμᾶς τίνα μὲν αἰτεῖν χρὴ, τίνα δὲ ὡς ἐν προσθήκης μέρει λαμβάνειν· αἰτήσαντι γὰρ καλῶς τὴν σοφίαν, μετὰ δοῦναι ταύτην, τἄλλα πάντα προστέθεικεν. Ἐπείπερ αὐτός ἐστιν ὁ ἐν Εὐαγγελίοις εἰπών· Ζητεῖτε πρῶτον τὴν βασιλείαν τοῦ Θεοῦ, καὶ τὴν δικαιοσύνην αὐτοῦ, καὶ ταῦτα πάντα προστεθήσεται ὑμῖν. Τοῦ εἶναι τοὺς ὀφθαλμούς σου ἠνεῳγμένους εἰς τὸν οἶκον τοῦτον. {Κυρίλλου.} Καὶ ἔστωσαν, φησὶν, οἱ ὀφθαλμοί σου, καὶ τὰ ὦτά σου ἠνεῳγμένα. Εἰ δὲ μορίων, ἤτοι μελῶν, ἡ θεία μέμνηται Γραφὴ πρὸς ἡμᾶς λαλοῦσα περὶ τοῦ Θεοῦ, ἰστέον ὅτι ἐξ ὧν ἴσμεν τε καὶ πεφύκαμεν εἶναι πρὸς ἡμᾶς διαλέγεται· οὐ γὰρ ἦν ἑτέρως ἡμᾶς νοεῖν δύνασθαι τὰ περὶ Θεοῦ. Αἰτία τοίνυν καὶ πρόφασις ἀληθῶς τοῦ σωματικῶς περὶ Θεοῦ τοὺς πρὸς ἡμᾶς ποιεῖσθαι λόγους τὴν θεόπνευστον Γραφὴν, καὶ νοῦ καὶ γλώττης ἐν ἡμῖν ἡ πτωχεία· ἄῤῥητα γὰρ παντελῶς τὰ περὶ αὐτοῦ. Καὶ οὐκ ἧν συνιέναι τι τῶν ἀναγκαίων δύνασθαι τοὺς ἐν ἁπτοῖς καὶ παχέσιν ὄντας σώμασιν, εἰ μὴ ἐν τάξει

About this text

Cyril of Alexandria, Fragmenta in libros Regum (Greek). SERIES CLOSEOUT on this page.

Original English Translation of Cyril’s Fragmenta in libros Regum — new OET from PG 69 Greek.

Witnesses

  • Copy-text PG 69 (Greek)

English is newly prepared for study from the stated edition. Open Greek on each section for the source text. This is not a complete critical edition.