Biblos Γʹ rem early
Rem early: Biblos Γʹ; historia and theoria toward Christ.
Greek
παραδειγμάτων τὰ ἑαυτῶν δεχόμενοι μέλη, μόλις οὕτως ἄνιμεν εἰς ἐννοίας ἰσχνὰς τὰς περὶ Θεοῦ. Ἡ δὲ βασίλισσα Σαβὰ, κ.τ.λ. Κυρίλλου, ἐκ τοῦ εἰς τὸν κατὰ Λουκᾶν. Γυνὴ βάρβαρος, μακρῶν αὐτὴν εἰργόντων διαστημάτων, ὄκνου γέγονε κρείττων, οὐχ ἵνα χρημάτων ποιήσηται συλλογὴν, ἀλλ' ἵνα ἀκούσῃ τὴν σοφίαν Σολομῶντος, παραβολὰς λαλοῦντος καὶ αἰνίγματα, καὶ ἀνθρωπίνων ἠθῶν ὑπογράφοντος κάλλη τε καὶ ψόγους. Τότε ᾠκοδόμησε Σολομὼν ὑψηλὸν τῷ Χαμὼς εἰδώλῳ Μωάβ. {Κυρίλλου.} Καὶ τί ἂν γένοιτο τῶν οὕτως ἐκτόπων πλημμελημάτων τὸ δυσαχθέστερον, τιμῆς καὶ ἀγάπης τῆς εἰς ἕνα καὶ φύσει Θεὸν ἀξίωμα ταῖς τῶν δαιμονίων ἀπονέμειν ἀγέλαις, μᾶλλον δὲ λίθοις ἀναπλάττειν καὶ ξύλοις, καὶ τούτοις οἰκοδομεῖν ναούς; Καὶ ὠργίσθη Κύριος ἐπὶ Σολομὼν, κ.τ.λ. {Κυρίλλου.} Τί δὲ ἧν ἄρα τὸ ἐνταλθὲν αὐτῷ τε καὶ πᾶσι τοῖς ὑπὸ τὸν νόμον ἀνδράσι μὴ κηδεύειν ἀλλογενέσιν; Ἔφη γὰρ, ὅτι Τὴν θυγατέρα σου οὐ δώσεις τῷ υἱῷ αὐτοῦ· καὶ τὴν θυγατέρα αὐτοῦ οὐ λήψῃ τῷ υἱῷ σου. Ἀποστήσει γὰρ τὸν υἱόν σου ἀπ' ἐμοῦ, καὶ πορευθεὶς λατρεύσει θεοῖς ἑτέροις. Ἀμνημονήσας τοίνυν τῆς τοιαύτης ἐντολῆς, ταῖς τῶν ἀλλοφύλων συνεπλέκετο θυγατράσιν. Ἐπειδὴ τοίνυν, φησὶ, δι' οὐδενὸς ἐποίησας λόγου τὴν δοθεῖσαν ἐντολὴν, κατολισθήσας πρὸς ἀπόστασιν τοῖς τῶν ἀλλοφύλων λελάτρευκας θεοῖς, καὶ δούλην ἐμὴν τὴν κτίσιν οὖσαν 69.692 εἰδὼς, τὴν ἐμὴν καὶ μόνην πρεπωδεστάτην ἐκνενέμηκας αὐτῇ τιμήν τε καὶ δόξαν, κἀγὼ τὴν σὴν διαῤῥήξω βασιλείαν, καὶ δώσω αὐτὴν τῷ δούλῳ σου, ἴν' ὃ πεποίηκας, μάθῃς ἐξ αὐτοῦ τοῦ συμβεβηκότος. Ἐπειδὴ γὰρ ταῖς εἰς γυναῖκας ἐπιθυμίαις ἡττώμενος, καίτοι σοφὸς ὢν ἄγαν ὁ Σολομὼν, μονονουχὶ καὶ ὅσον ἧκεν εἰπεῖν εἰς ἐγχειρημάτων δύναμιν, τὴν τοῦ Θεοῦ βασιλείαν διέῤῥηξεν, εἰδώλοις ἀνάπτων τὴν αὐτῷ μόνῳ πρεπωδεστάτην τιμήν τε καὶ δόξαν· ταύτῃτοι καὶ μάλα εἰκότως διαῤῥηγνύναι Θεὸς ἐπηπείλει τὴν βασιλείαν αὐτοῦ, τοῖς ἴσοις ἀντιλυπῶν, κατὰ τὸ ἐν προφήτῃ γεγραμμένον Ἰεζεκιήλ· Καθὼς ἐποίησας, οὕτως ἔσται σοι· τὸ ἀνταπόδομά σου ἀνταποδοθήσεται σοι εἰς κεφαλήν σου. Καὶ ἐβουλεύσατο ὁ βασιλεὺς καὶ ἐπορεύθη καὶ ἐποίησε δύο δαμάλεις.9 {Κυρίλλου} Πρόξενος [cod. πρόξενον] ὀλέθρου γέγονε τοῖς ἐξ Ἰσραὴλ Ἱεροβοὰμ, τὸ ἀνθελέσθαι τὴν τῶν ἀνθρώπων βασιλείαν δεικνὺς, καὶ ἀποφοιτῆσαι τοῦ βασιλεύεσθαι παρὰ Θεοῦ διὰ προφητῶν. Ἰδοὺ γὰρ ὁ Ἱεροβοὰμ ἐμὲ τὸν ∆εσπότην παρώργισε καινοτομήσας δαμάλεις, καὶ τὸ ἐμὸν αὐταῖς ἀξίωμα περιθείς. Καὶ πάλιν· Ἐπενόησεν ἐν ἀρχαῖς Ἱεροβοὰμ τὰς δαμάλεις, καὶ πληροῦν ἐκέλευσεν ἐπ' αὐταῖς τὰ νενομισμένα, τὴν τῷ Θεῷ πρέπουσαν δόξαν τοῖς ἰδίοις εὑρέμασιν ἀνάπτων ὁ δείλαιος· ἵν' ἔχοι μὲν αὐτὸς τὴν βασιλείαν ἀσφαλῶς, ἀποστερεῖ δὲ ὥσπερ τῶν ἰδίων 4 Θεόν [ξοδ. Θεός]. Καὶ ἀμπελὼν εἶς ἦν τῷ Ναβουθαί. {Κυρίλλου.} Ἀμπελῶνα νοεῖν τὸν Ἰσραὴλ Ἡσαΐας ἡμῖν ὑποτίθεται. Ἀλλ' οἱ τούτου ἡγούμενοι, ὧν φέρει Fragmenta in libros Regum 69.692.31 to Fragmenta in libros Regum τύπον ὁ Ἀχαὰβ, ἐπεθύμουν αὐτὸν ἔχειν, ἀλλ' οὐκ ἔπειθον καταπροδοῦναι σφίσιν τὸν τοῦ πατρὸς ἐξαίρετον ἀμπελῶνα, ἵνα καὶ εἰς κῆπον αὐτὸν λαχανίας μετασκευάσωσι, διδάσκοντες διδασκαλίας ἐντάλματα ἀνθρώπων, καὶ ποτίζοντες
About this text
Cyril of Alexandria, Fragmenta in libros Regum (Greek). SERIES CLOSEOUT on this page.
Original English Translation of Cyril’s Fragmenta in libros Regum — new OET from PG 69 Greek.
Witnesses
- Copy-text PG 69 (Greek)
English is newly prepared for study from the stated edition. Open Greek on each section for the source text. This is not a complete critical edition.