Biblos Γʹ rem mid
Rem mid: Biblos Γʹ; lemma continues; spiritual reading with the letter.
Greek
αὐτὸν ἀνατροπὴν θολεράν. Εἶτα τί δέδρακεν ἡ θεομίσητος Ἰεζάβελ, τουτέστιν ἡ τῶν Ἰουδαίων Συναγωγὴ, ταῖς τῶν ἡγουμένων συνδραμοῦσα λύπαις; ∆όλῳ μέτεισι τὸν δίκαιον Ναβουθαὶ, τουτέστι τὸν ἐρχόμενον. Ἀνῄρηται γὰρ συκοφαντούμενος ὁ Ἐμμανουήλ. Θεὸς ὀρέων Θεὸς Ἰσραήλ. {Κυρίλλου.} Ὤοντο γὰρ ὅτι νενικήκασιν οἱ ἐξ Ἰσραὴλ, μόνοις τοῖς ὄρεσιν ἢ καὶ ἐν τοῖς βουνοῖς δυναμένου σώζειν Θεοῦ· ἡττήμεθα δὴ οὖν, φησὶν, ὅτι Θεὸς ὀρέων Θεὸς Ἰσραήλ· εἰ δὲ δὴ γένοιτο συνελθεῖν εἰς μάχην ἐν πεδίοις ἐψιλωμένοις, περιεσόμεθα πάντως, ἀτονοῦντος ἐν κοιλάσι τοῦ Θεοῦ Ἰσραήλ. Ἑλληνικῆς δὲ ταῦτα φρενοβλαβείας ἐγκλήματα, καὶ τῶν οὐκ εἰδότων τὸν ἀληθῆ καὶ κατὰ φύσιν Θεὸν ἀθυροστομία δεινή. Οὐκοῦν ἠγανάκτει κατὰ τῶν ἀλλοφύλων καὶ σφόδρα εἰκότως ὁ πάντα ἰσχύων Θεὸς, ὅτι καὶ 69.693 νικῶντες, ὡς ἔφην, τὸν Ἰσραὴλ, τοῖς ἰδίοις θεοῖς ἀνῆπτον τὰ χαριστήρια, ληροῦντες ᾤοντο καὶ αὐτοῦ κρατῆσαι Θεοῦ. Καὶ εὑρίσκει ἄνθρωπον ἄλλον, καὶ εἶπε· Πάταξόν με. {Κυρίλλου.} Ἀκούεις ὅπως ὁ πατάξαι τὸν προφήτην παραιτούμενος, ἐλεεινῶς ἀνῃρέθη, δεινῷ θηρίῳ περιπεσών; Καίτοι πῶς οὐκ ἀληθὲς εἰπεῖν ὡς ἦν εὐλαβείας καρπὸς τὸ καταπαίειν μὴ ἀποτολμᾷν ἅγιον καὶ προφήτην; Ἀλλ' ἐν λόγῳ Κυρίου καὶ δυσδιάφυκτον ἔγκλημα γέγονεν παρακοή. Οὕτως δυσδιάφυκτον ἔγκλημα τὸ ποιεῖν τι παρὰ τὸ δοκοῦν τῷ Θεῷ ἢ τὸ μὴ ἀμελ[λ]ητὶ ποιεῖν τὰ παρ' αὐτοῦ προσταττόμενα Οὐκοῦν ἀναγκαῖον ὄκνου τε δίχα καὶ μελλησμοῦ ἀποπεραίνεσθαι πρὸς ἡμῶν, ὅπερ ἂν ἁνδάνοι Θεῷ. Τὸ δὲ ἕτερόν τι παρὰ τοῦτο δρᾷν, ἢ καὶ ἑλέσθαι φρονεῖν, ὑπεροψίας ἔγκλημα φέρει· μόνον γὰρ οὐχὶ καὶ ἐπιτιμᾷν ἐγνώκασιν οἱ τοιοίδε λοιπὸν, ὡς οὐκ ὀρθῶς ἔσθ' ὄτε βουλευσαμένῳ Θεῷ. ΒΙΒΛΟΣ ∆ʹ. Καὶ νῦν ἔλαβες τὸ ἀργύριον, κ.τ.λ. {Κυρίλλου.} Τοῦτο καὶ ὁ Χριστὸς ἐν τοῖς ἁγίοις Εὐαγγελίοις φησί· Μὴ βαστάσητε βαλάντιον μηδὲ πήραν ἢ ὑποδήματα, καὶ μηδένα κατὰ τὴν ὁδὸν ἀσπάσησθε. Χρὴ γὰρ εὐθείᾳ ὁρμῇ ἐπὶ τὸ ἔργον χωρεῖν, καὶ μηδὲ εὐλογοῦντα ἀντευλογεῖν· ζημία γὰρ τῆς σπουδῆς ἡ πρὸς ἑτέρους ἀπόνευσις, καὶ τὸν τοῖς κηρύγμασι πρέποντα καιρὸν εἰκῆ δαπανᾷν οὐκ ἐπ' ἀναγκαίοις πράγμασι, μηδὲ χαρίζεσθαι φιλίαις τὸν ἀνωφελῆ μελλησμόν. Fragmenta in libros Regum 69.693.31 to Fragmenta in libros Regum Καὶ ἐκληρονόμησαν τὴν Σαμάρειαν. {Κυρίλλου.} Οὗτοι δὴ οὖν οἱ κλῆρον ἑλόντες τὴν Σαμαρειτῶν κατῳκηκότες γῆν, καὶ τέκνων που τάχα γεγόνασι πατέρες· καὶ τοῖς Ἰουδαίων ἤθεσι προσνενεύκασι, τὰς τῶν λεόντων ἐφόδους κατοῤῥωδήσαντες. Ἐξ αὐτῶν γεγόνασι Σαρασάρ τε καὶ Ἀρβεσέσερ, ὃς καὶ ὠνόμασται βασιλεὺς, διά τοι τοῦτον καθηγεῖσθαι τὸ τηνικάδε τῶν ἐν Σαμαρείᾳ μετῳκισθέντων 5 ἐκ τῆς Περσῶν. Ἐβασίλευσεν Ἐζεκίας υἱὸς Ἀχὰζ βασιλέως Ἰούδα. {Κυρίλλου.} Προβέβηκε δὲ δόξης τε καὶ ὁμοῦ ἰσχύος εἰς τοῦτο, ὡς κατακρατῆσαι τῶν ἐθνῶν τῶν προσοικούντων τὴν Ἰουδαίαν, καὶ μὴν καὶ δασμοὺς ἐπιθεῖναι πολλούς. Καὶ μετ' ὀλίγα· Εἶτα πέπονθέ τι τῶν ἀνθρωπίνων· ἀπὸ γάρ τοι τῆς ἄγαν τρυφῆς, καὶ τῇ τῆς εὐκλείας ὑπεροχῇ νενικημένος, τρόπον τινὰ πεφρόνηκεν ὑψηλὰ, καὶ τῇ τῆς ὑπεροψίας νόσῳ κεκρατημένος, καὶ αὐτοῦ τοῦ θείου κατεξανέστη νόμου. Ὠήθη γὰρ
About this text
Cyril of Alexandria, Fragmenta in libros Regum (Greek). SERIES CLOSEOUT on this page.
Original English Translation of Cyril’s Fragmenta in libros Regum — new OET from PG 69 Greek.
Witnesses
- Copy-text PG 69 (Greek)
English is newly prepared for study from the stated edition. Open Greek on each section for the source text. This is not a complete critical edition.