Unit 3 rem close
Rem CLOSEOUT: Unit 3 CLOSEOUT.
Greek
παντὸς καὶ τῶν ὑπὸ νόμον· ἅπασι μὲν γὰρ τοῖς ὑπὸ σκῆπτρα βασιλέων διορίζουσι νόμοι τό τε πρακτέον καὶ τὸ μή· ἰσχύουσι δὲ παρά γε τοῖς ζῶσιν ἔτι· εἰ δὲ δή τις τῶν ὑπὸ νόμον τῆς ἐνσωμάτου ζωῆς ἀπαλλάττοιτο, συναπεδύσατο τῇ ζωῇ καὶ τῶν νόμων τὴν ἐξουσίαν· εἰ γὰρ πέπαυται τοῦ πλημμελεῖν, ἀπρακτήσει που πάντως καὶ ὁ νόμος ἐπ' αὐτῷ. ἀληθὲς οὖν ὅτι κυριεύει τοῦ ἀνθρώπου ἐφ' ὅσον χρόνον ζῇ· καὶ τίς ἄρα ἐστὶν ὁ τοῦ λόγου σκοπὸς, ἀναγκαῖον εἰπεῖν· δύο κατ' αὐτὸν εἰσκομίζει χρήσιμα· ἡμεῖς μὲν γὰρ, φησὶν, οἱ συντεθαμμένοι Χριστῷ διὰ τοῦ βαπτίσματος, οἱ ἀποθανόντες τῇ ἁμαρτίᾳ, ἔξω γεγόναμεν τῆς ἐξουσίας τοῦ νόμου, μετεστοιχειώμεθα γὰρ εἰς ζωὴν ἑτέραν· οἱ δέ γε πρὸ τῆς ἐπιδημίας, οὔπω τὸν ἐν Χριστῷ νοούμενον θάνατον ὑπομείναντες, ἔζων ἔτι τῇ ἁμαρτίᾳ. ἐκράτει δὴ οὖν ὡς ζώντων ὁ νόμος, καθάπερ ἀμέλει καὶ γυναικὸς ὁ ἀνήρ· ὥσπερ γὰρ ἡ ὕπανδρος γυνὴ, ζῶντος μὲν ἔτι τοῦ κατὰ νόμον συνῳκηκότος, οὐκ ἀνεύθυνον ποιεῖται τὴν ὑφ' ἑτέρῳ σύνοδον· εἰ δὲ δὴ τεθναίη, φησὶν, ἔξω κείσεται δίκης, κἂν εἰ ἕλοιτο τοῦτο δρᾶν ἐννόμως· κατὰ τὸν ἴσον οἶμαι τρόπον οἱ μήπω τῆς ἁμαρτίας τὴν νέκρωσιν ἔχοντες ἐν Χριστῷ, ζῶντες δὲ ὥσπερ ἐν αὐτῇ, πεπράχασιν εἰκότως καὶ ὑπὸ νόμον· κυριεύει γὰρ τοῦ ἀνθρώπου ἐφ' ὅσον χρόνον ζῇ· οἱ δέ γε ὑπὸ χάριν ἤδη γεγονότες τὴν ἐν Χριστῷ, δι' ἧς καὶ τεθνήκασι τῇ ἁμαρτίᾳ καὶ νενέκρωνται τῇ σαρκὶ, τουτέστι τοῖς πάθεσι τῆς σαρκὸς, εἰ μηκέτι χρηματίζουσιν ὡς ζῶντες ἐν κόσμῳ, ἀκαταιτίατον ποιοῖντο ἂν τὴν ἔξω νόμου ζωήν· τεθανάτωνται γὰρ ὡς ἔφην διὰ τοῦ σώματος τοῦ Χριστοῦ, καὶ ἀπέθανον τῷ νόμῳ δικαιούμενοι διὰ πίστεως. Ὅτε γὰρ ἦμεν ἐν τῇ σαρκὶ, τὰ παθήματα τῶν ἁμαρτιῶν τὰ διὰ τοῦ νόμου ἐνηργεῖτο κ.τ.λ. Σάρκα μὲν τὸ σαρκικὸν ὀνομάζει φρόνημα, ὡς καὶ ἐν 195 ἑτέροις φησίν "Οἱ δὲ ἐν σαρκὶ ὄντες Θεῷ ἀρέσαι οὐ δύναν"ται·" καίτοι πῶς οὐκ ἀληθὲς ὡς οὐκ ἔξω γεγονόσι τοῖς παρ' αὐτοῦ μυσταγωγουμένοις τὰ τοιάδε παρεγγυᾷ; τί δὲ βούλεται δηλοῦν, πολυπραγμονεῖν ἀναγκαῖον· ὅτε τοίνυν σαρκικῶς ἐπολιτευόμεθα, φησὶ, καὶ τὸ γεῶδες ἐν ἡμῖν ἐκράτει φρόνημα, τότε καὶ ἐνηργεῖτο ἐν ἡμῖν τὰ τῆς σαρκὸς πάθη διὰ τοῦ νόμου πρὸς τὸ καρποφορῆσαι τῷ θανάτῳ· τί οὖν; φαίη τίς ἄν· τὰ πάθη τῆς σαρκὸς εἰσεκομίσθη διὰ τοῦ νόμου; εἶτα πῶς αὐτὸν ἐγκλημάτων ἀπαλλάξωμεν; τί οὖν πρὸς τοῦτό φαμεν; οὐ διὰ νόμου τὰ τῆς σαρκὸς ἐν ἡμῖν κεκίνηται πάθη, τίκτεται δὲ μᾶλλον καὶ ἐξ ἐμφύτου μὲν ἡδονῆς, τὸν δὲ ἀσθενῆ καταληΐζεται νοῦν· καὶ τοῦτο ἡμῖν ἐμφανὲς καθίστησι λέγων "Ἡ σὰρξ ἐπιθυμεῖ κατὰ τοῦ "πνεύματος, τὸ δὲ πνεῦμα κατὰ τῆς σαρκὸς, ταῦτα δὲ ἀλ"λήλοις ἀντίκειται." νυνὶ δὲ τοῦτο παρεὶς, ἀντεξάγειν τὴν σάρκα τῷ πνεύματί φησι, διὰ μέσου τιθεὶς οὐδέν. οὐκοῦν οὐ διά γε τοῦ νόμου τὰ τῆς σαρκὸς ἐν ἡμῖν κινεῖται πάθη, μᾶλλον δὲ φυσικῶς· καὶ τό γε παράδοξον τοῖς τοῦ νόμου θελήμασιν ἀντανίσταται, ὡς αὐτός που 9
About this text
Cyril of Alexandria, Fragmenta in epistulam ad Romanos (Greek). SERIES CLOSEOUT on this page.
Original English Translation of Cyril’s Fragmenta in epistulam ad Romanos — new OET from PG 74 Greek.
Witnesses
- Copy-text PG 74 (Greek)
English is newly prepared for study from the stated edition. Open Greek on each section for the source text. This is not a complete critical edition.