Fragments on Romans · §u04-open

Fragmenta in epistulam ad Romanos Unit 4 opening

Unit 4.

Lemma-led open — τὸ φρόνημα τῆς σαρκὸς ἔχθρα εἰς Θεόν· τῷ γὰρ νόμῳ

Greek

φησὶν ὁ Παῦλος ὅτι "τὸ φρόνημα τῆς σαρκὸς ἔχθρα εἰς Θεόν· τῷ γὰρ νόμῳ "τοῦ Θεοῦ οὐχ ὑποτάσσεται, οὐδὲ γὰρ δύναται." εἰ δὲ μάχεται τῷ νόμῳ τὸ φρόνημα τῆς σαρκὸς, πῶς οὐκ ἀπόπληκτον ἐννοεῖν δι' αὐτοῦ κινεῖσθαι πρὸς ἐνέργειαν τὰ οὕτως ἀνθεστηκότα; τί οὖν ὁ Παῦλός φησιν; ὡς τεθνεῶσι τῇ ἁμαρτίᾳ διαλέγεται τοῖς διὰ τοῦ βαπτίσματος συντεθαμμένοις Χριστῷ, καὶ ὡς ἤδη τὴν τῶν παθῶν νέκρωσιν πεπλουτηκόσιν, οἷς ἂν πρέποι καὶ τὸ ἔξω δεῖν ἰέναι τοῦ νόμου, διά γε τοῦ ἀπηλλάχθαι παθῶν τῶν διὰ τοῦ νόμου καταδεδικασμένων. οὐκοῦν ἔτι μενόντων ἡμῶν ἐν τῷ φρονήματι τῆς σαρκὸς, πάθη τὰ διὰ τοῦ νόμου κατειρημένα τε καὶ ὠνομασμένα, φησὶν, ἐνηργεῖτο ἐν ἡμῖν· ἦμεν δὲ καὶ ὑπεύθυνοι τὸ τηνικάδε τῷ νόμῳ, ἅτε δὴ καὶ ζώσης ἐν ἡμῖν τῆς ἁμαρτίας ἔτι. Νυνὶ δὲ κατηργήθημεν ἀπὸ τοῦ νόμου, ἀποθανόντες ἐν ᾧ κατειχόμεθα. Ἔνοχοι μὲν γὰρ ἦμεν τῷ νόμῳ, φησὶν, ὑποθείσης ἡμᾶς τῆς ἁμαρτίας αὐτῷ· εἰ δὲ ἀπεθάνομεν ἐν ᾧ κατειχόμεθα, τουτέστι τῇ ἁμαρτίᾳ, συναπρακτήσει πάντως αὐτῇ καὶ ὁ νόμος· τεθέσπισται γὰρ δι' αὐτὴν, ἵνα ἐλέγχῃ τοὺς παραβαίνοντας. ἔξω δὴ οὖν τῆς τοῦ νόμου χρείας οἱ τῇ ἁμαρτίᾳ νενεκρωμένοι· γεγόναμεν γὰρ ἑτέρῳ, καὶ αὐτῷ δουλεύσωμεν ἐν καινότητι πνεύματος καὶ οὐ παλαιότητι γράμματος. Τί οὖν ἐροῦμεν; ὁ νόμος ἁμαρτία; Ἄθρει δὴ ὅπως σοφῶς τοὺς ἐπὶ τῷ νόμῳ ποιεῖται λόγους· ἔφη μὲν γὰρ, ὅτι "ὅτε ἦμεν ἐν τῇ σαρκὶ, τὰ παθήματα τῶν "ἁμαρτιῶν τὰ διὰ τοῦ νόμου ἐνηργεῖτο ἐν τοῖς μέλεσιν "ἡμῶν εἰς τὸ καρποφορῆσαι τῷ θανάτῳ·" ἀπήλλακτο δ' ἂν οὐδαμῶς ὑποψίας ὁ λόγος· ἔφη γὰρ ἄν τις πρὸς ταῦτα εὐθύς Βραβευτὴς οὖν ἆρα καὶ εἰσηγητὴς ἁμαρτίας ὁ νόμος; εἰ γάρ ἐστιν ἀληθὲς ὡς ἐν ἡμῖν ἐνεργεῖται δι' αὐτοῦ τὰ παθήματα τῆς σαρκὸς, πῶς οὐκ ἂν νοοῖτο καὶ ἁμαρτίας γένεσις; τί οὖν ὁ μυσταγωγός; δριμὺς ὑπαντᾷ, καὶ ἀποφάσκει μὲν ὅτι πατὴρ ἁμαρτίας ὁ νόμος, αἰτιᾶται δὲ μᾶλλον τὴν ἀνθρώπου φύσιν ὡς ἀσθενῆ καὶ δι' αὐτοῦ παθοῦσαν τὸ ἐναλῶναι δίκαις· ταύτῃτοί φησι Τί οὖν ἐροῦμεν; ὁ νόμος ἁμαρτία; μὴ γένοιτο· ἀλλὰ τὴν ἁμαρτίαν οὐκ ἔγνων εἰ μὴ διὰ νόμου. ὅρα τὴν νῆψιν· οὐ γὰρ ἔφη Τὴν ἁμαρτίαν οὐκ εἶχον, εἰ μὴ διὰ νόμου, ἀλλ' ὅτι μὴ ἔγνων μᾶλλον αὐτήν· οὐκοῦν οὐ πρόφασις ἁμαρτίας ὁ νόμος, παραδεικτικὸς δὲ μᾶλλον αὐτῆς, τοῖς οὐκ εἰδόσιν αὐτὴν ἐμφανῆ καθιστὰς, οὐχ ἵνα μαθόντες 197 ἐργάσαιντο, εἴ γε καὶ πρὶν εἰδέναι, πάντως που καὶ ἔδρων· "οὐ γὰρ ἦν δίκαιος, οὐδὲ εἷς," κατὰ τὴν τοῦ ψάλλοντος φωνήν· ἀλλ' ἵνα τὸ ἀδικοῦν εἰδότες, πρὸς τὰ ἀμείνω μεταχωρήσειαν. καί μοι δοκεῖ γενέσθαι τι τοιοῦτον τοῖς ἀρχαιοτέροις διὰ τῆς Μωσέως ἐντολῆς. ὑποκείσθω τῷ λόγῳ πλατεῖά τις οἶμος ἀποκομίζουσά ποι, καὶ διεῤῥίφθω μὲν ἐν αὐτῇ πολλὴ διὰ μέσου χερμὰς, ὀρωρύχθω δὲ εἰ δοκεῖ καὶ βόθροι· εἶτά τινες ἔστωσαν οἱ ἐν νύκτι καὶ σκότῳ βαδίζοντες ἐν αὐτῇ, περιπταίοντές τε καὶ μάλα συχνῶς τοῖς διὰ μέσου κειμένοις, καὶ μὴν βόθροις ἀβουλήτως ἐγκαθιέμενοι· ἔχοντος δὲ ὧδε τοῦ πράγματος, δᾷδά τις λαβὼν ἐπ' αὐταῖς

About this text

Cyril of Alexandria, Fragmenta in epistulam ad Romanos (Greek). SERIES CLOSEOUT on this page.

Original English Translation of Cyril’s Fragmenta in epistulam ad Romanos — new OET from PG 74 Greek.

Witnesses

  • Copy-text PG 74 (Greek)

English is newly prepared for study from the stated edition. Open Greek on each section for the source text. This is not a complete critical edition.