Unit 4 rem early
Rem early: Unit 4; historia and theoria toward Christ.
Greek
ἔστησε ταῖς τριόδοις, ἐμφανῆ καθιστὰς τοῖς οὖσι τὰ μεταξὺ, οὐχ ἵνα πάλιν αὐτοῖς περιπταίωσιν, ἀλλ' ἵνα μᾶλλον ὑπερφέροιντο καὶ ἀπαλλάττοιντο τοῦ κακοῦ· ἆρα οὖν ἠδίκησε τὸ φῶς, ὅτι παρέδειξε τὸ λυποῦν; ἢ μᾶλλον ἐκεῖνό φαμεν, ὡς πλείστην ὅσην αὐτοῖς ἐνεποίει τὴν ὄνησιν, ἀπετέλει δὲ καὶ ἀσφαλεστέρους; ἀλλ' οἶμαι τοῦτό ἐστιν οὐδενὶ τῶν ὄντων ἀσυμφανές. ὅτε τοίνυν ὄντες ἁμαρτωλοὶ, πλείστοις τε ὅσοις ἐγκλήμασι περιπταίοντες, ἐγνώκαμεν διὰ τοῦ νόμου τὴν ἁμαρτίαν, οὐχ ἁμαρτία μᾶλλον ὁ νόμος νοοῖτ' ἂν εἰκότως ἢ λέγοιτο, πολλοῦ γε καὶ δεῖ, παραδεικτικὸς δὲ μᾶλλον τῆς ἁμαρτίας, ὡς ἔφην. Τήν τε γὰρ ἐπιθυμίαν οὐκ ᾔδειν, εἰ μὴ ὁ νόμος οὐκ ἐπιθυ μήσεις ἔλεγεν. ἀφορμὴν δὲ λαβοῦσα ἡ ἁμαρτία διὰ τῆς ἐντολῆς κατειργάσατο ἐν ἐμοὶ πᾶσαν ἐπιθυμίαν. Καὶ τὸ τῆς ἡμετέρας φύσεως ἀδρανὲς παρεισάγει, ὅτι δοθεὶς ὁ νόμος εἰς 10 ὄνησιν, ἐπεβούλευσεν ἀδοκήτως, ὡς καὶ τοῖς τὸν ὀφθαλμὸν ἀσθενοῦσι τοῦ ἡλίου τὸ φῶς. ὅταν οὖν λέγῃ ἀφορμὴν ταῖς ἐπιθυμίαις τρόπον τινὰ τὴν ἐντολὴν γεγενῆσθαι, μηδεὶς κατηγορεῖν αὐτὸν οἰέσθω τοῦ νόμου, ἀλλὰ 198 κατακεκραγέναι μᾶλλον τῆς ἐν ἡμῖν ἀσθενείας· ἀνθ' ὧν ἐχρῆν ἀνακόπτεσθαι διὰ τοῦ νόμου, διὰ τούτων εἰς τὰ χείρω παροτρυνομένους. ἡ γὰρ ἀνθρώπου διάνοια τὸ φιλόκενον ἀεὶ πρὸς ἐπιθυμίας νοσεῖ. καὶ ὁ μὲν ποιῶν τὰς ἐπιθυμίας, ὡς θέλει ζῇ, ἀνενόχλητος ὤν· ὁ δὲ ἀνακόπτων αὐτὰς, ἀγριωτέραν εἰσδέχεται τὴν τῶν παθῶν ἔφοδον· καὶ τῶν μὲν προχείρων οὐδεὶς ἐπιθυμεῖ· ὧν δὲ κωλύεταί τις ἐπιθυμεῖ. ὅθεν τοῦ νόμου κωλύσαντος τὸ βλάπτον, γέγονεν ἀφορμὴ τοῖς ἀσθενεστέροις τοῦ πλέον αὐτοῦ ἐπιθυμεῖν. Χωρὶς γὰρ νόμου ἁμαρτία νεκρά. Εἰ γὰρ μὴ κέοιτο, φησὶν, ὁ τὸν τῆς φαυλότητος τρόπον καταδικάζων νόμος, ἀδρανὲς ἂν γένοιτο τὸ κακόν· κατερεθίζεται γὰρ μονονουχὶ πρὸς ἰσχὺν διὰ τοῦ νόμου, καὶ ῥᾳθυμότερον μέν τισι τὸ τῆς ἡδονῆς ἐγκείσεται κέντρον, ἐπιτιμῶντος αὐτῷ μηδενός· μόνον δὲ οὐχὶ καὶ ἀπαμβλύνεται τῷ τῆς ἐξουσίας πλάτει γοητευόμενον· οὗ γὰρ ὅλως τὸ ἀντιστατοῦν οὐδὲν, ἐκεῖ που πάντως ἀργεῖ καὶ τὸ φιλόνεικον. νεκρὰ τοιγαροῦν ἡ ἁμαρτία, νόμου τὸ πρακτέον μὴ διαγορεύοντος· ἐζηκέναι δέ φησιν ὁ μυσταγωγὸς χωρὶς νόμου ποτέ· εἶτα τῆς ἐντολῆς ἐλθούσης, ἀναβιῶναι μὲν τὴν ἁμαρτίαν, τεθνάναι γεμὴν ἑαυτὸν διισχυρίζεται. Καὶ σχηματίζει μὲν ἐν τούτοις ἐφ' ἑαυτῷ τὸν λόγον· οἶμαι δὲ ἔγωγε τοιοῦτόν τι βούλεσθαι δηλοῦν αὐτόν· ὑπὸ δίκην μὲν γὰρ ὁμολογουμένως ἐστὶ καὶ τὸ ἐν ἀγνοίᾳ πλημμελεῖν· ἔσται δὲ ὅτι φορτικωτέρα τοῖς εἰδόσιν ἡ κόλασις, πεπληροφόρηκεν ὁ Σωτὴρ λέγων Ὁ εἰδὼς τὸ θέλημα τοῦ κυρίου αὐτοῦ, καὶ μὴ ποιήσας, δαρήσεται πολλάς· ὁ δὲ μὴ 199 εἰδὼς, καὶ μὴ ποιήσας, δαρήσεται ὀλίγας. οὐκοῦν ἄμεινον ὁμολογουμένως τὸ ἐν ἀγνοίᾳ πλημμελεῖν, ἢ τὸ ἐν εἰδήσει νόμων. εἰ δὲ δή τις γέγονεν ὑπὸ νόμον, τὴν ἔξω νόμου ποτὲ διαζήσας ζωὴν, εἶτα τῶν τεθεσπισμένων ἀφειδεῖν ᾑρημένος, ἥλω γραφῇ ἁμαρτίας καὶ πέπτωκεν
About this text
Cyril of Alexandria, Fragmenta in epistulam ad Romanos (Greek). SERIES CLOSEOUT on this page.
Original English Translation of Cyril’s Fragmenta in epistulam ad Romanos — new OET from PG 74 Greek.
Witnesses
- Copy-text PG 74 (Greek)
English is newly prepared for study from the stated edition. Open Greek on each section for the source text. This is not a complete critical edition.