Fragments on Romans · §u06-open

Fragmenta in epistulam ad Romanos Unit 6 opening

Unit 6.

Lemma-led open — θέλειν παράκειταί μοι, τὸ δὲ κατεργάζεσθαι τὸ καλὸν οὔ.

Greek

ἀνθρώπου διάνοιαν, ἀντεξάγοντος αὐτῇ τοῦ κακοῦ· διισχυρίζετο δὲ ὡς ἀσχάλλει μὲν ἔσθ' ὅτε τῶν ἐπιεικεστέρων ὁ νοῦς τοῖς τῆς σαρκὸς πάθεσι τυραννούμενος, ἀλύει δὲ σφόδρα καὶ ἀσθενῶν αἰσχύνεται· τὸ γεμὴν ἀποφορτίσασθαι τὴν ἀβούλητον ἁμαρτίαν οὐδαμόθεν ἔχει, δεινῶς κατεμπιπτούσης τῆς ἡδονῆς. ταύτῃτοι καὶ ἀσθενεῖ πρὸς ἀντίστασιν, οὐδὲν τὸ παράπαν διά γε τοῦ νόμου πρὸς τοῦτο ἐπικουρούμενος. ἀληθεύει δὴ οὖν ὁ θεσπέσιος Παῦλος εἰ τῷ μὲν νοῒ δουλεύειν τῷ θείῳ διισχυρίσαιτο νόμῳ, τῇ δὲ σαρκὶ νόμῳ ἁμαρτίας· καὶ τοῦτο οἶμαί ἐστιν ὅπερ ἔφη "Τὸ γὰρ "θέλειν παράκειταί μοι, τὸ δὲ κατεργάζεσθαι τὸ καλὸν οὔ." 210 πάλαι μὲν οὖν, ὡς ἔφην, ἐνυπῆρχεν ἡμῖν τό γε ἧκον εἰς νοῦν καὶ τὴν ἐν αὐτῷ θέλησιν, τὸ ἑλέσθαι τῷ θείῳ δουλεύειν νόμῳ, κατεβιάζετο δὲ πρὸς ἁμαρτίαν ἡ σὰρξ τὸ οἰκεῖον ὥσπερ ἀντανιστᾶσα θέλημα. ἦν οὖν ἄρα κατάκριμα τοῖς ἐθέλουσι μὲν ἀποπεραίνειν τὸ ἀγαθὸν, οὐ μὴν ἔτι καὶ δυναμένοις διὰ τὸ τυραννεῖσθαι τοῖς πάθεσιν· ἀλλ' ἐν Χριστῷ πέπαυται τὸ κατακρίνον, τουτέστιν ἡ τῶν σαρκικῶν κινημάτων πλεονεξία. Ὁ γὰρ νόμος τοῦ πνεύματος τῆς ζωῆς ἐν Χριστῷ Ἰησοῦ. Ἀναγκαῖον δὲ οἶμαι πρὸς ἀκριβῆ διασάφησιν τῶν ἐν τούτοις ἐννοιῶν ἐκεῖνο εἰπεῖν· ὥσπερ γὰρ ἁμαρτίας καὶ θανάτου νόμον τὸ σαρκικὸν ὀνομάζει φρόνημα, πρὸς πᾶν εἶδος φαυλότητος ἀποφέρον ἡμᾶς, οὕτω καὶ νόμον πνεύματος ζωῆς τὸ θέλημα τὸ πνευματικὸν, τουτέστι τὴν εἴς γε τὸ ἀγαθὸν τῆς διανοίας ῥοπήν· ἀλλ' "ὁ μὲν σπείρων εἰς τὴν σάρκα ἐκ τῆς "σαρκὸς θερίσει φθοράν· ὁ δὲ σπείρων εἰς τὸ πνεῦμα ἐκ "τοῦ πνεύματος θερίσει ζωὴν αἰώνιον." οὐκοῦν ὁ μὲν νόμος τοῦ πνεύματος τῆς ζωῆς, τουτέστι τὸ θέλημα τοῦ νοῦ τὸ ἀποφέρον εἰς ζωὴν, ἦν μὲν ἐν ἡμῖν καὶ πάλαι· ἐδουλεύομεν γὰρ τῷ νοῒ νόμῳ Θεοῦ· ἀλλ' ἠῤῥώστησεν, ὡς ἔφην, τὸ ἀδρανὲς εἰς ἀντίστασιν, καὶ ταῖς τῆς σαρκὸς ἐπιθυμίαις ἡττώμενος κατεκρίνετο τῷ νόμῳ. ἐπειδὴ δὲ τὸ νοσεῖν ἀποβαλὼν, ἐῤῥώσθη διὰ Χριστοῦ· κατεσφραγίσμεθα γὰρ δι' αὐτοῦ τῷ Ἁγίῳ Πνεύματι, καὶ τὴν "ἐξ ὕψους δύναμιν" ἠμφιέσμεθα, ταύτῃτοι καὶ λελυτρώμεθα, καὶ ὑπεζεύγμεθα μὲν οὐκ ἔτι τῷ κακῷ· κεκλήμεθα δὲ, ὡς ἔφην, εἰς ἐλεύθερον ἀξίωμα. οὐκοῦν ὁ νόμος τοῦ πνεύματος τῆς ζωῆς, τουτέστι τὸ θέλημα τοῦ νοῦ, τὸ νενευκὸς εἰς ἀγαθουργίαν καὶ εἰς ζωὴν ἀποφέρον, ὅτε τὴν διὰ Χριστοῦ πεπλούτηκε χάριν, καὶ τῆς ἀρχαίας ἀσθενείας 211 ἀπήλλακται, τότε τῶν ἐξ ἁμαρτίας ἀλογήσας κακῶν καὶ τοῦ τῆς σαρκὸς κατευμεγεθήσας νόμου, ἠλευθέρωσέ με, φησί· καὶ οὐκ αὐτός που πάντως τὴν ἐλευθερίαν διδοὺς, γεγονὼς δὲ μᾶλλον ἡμῖν ἐλευθερίας πρόξενος τῆς διὰ Χριστοῦ. ὥσπερ δὲ τοὺς ὑπὸ νόμον ὄντας τὸν τῆς ἁμαρτίας πᾶσά πως ἀνάγκη καὶ τοῖς τοῦ θανάτου καταδεσμεῖσθαι βρόχοις, οὕτω τοὺς ἔξω γεγονότας αὐτῆς, ἠλευθερωμένους τε διὰ Χριστοῦ, δεῖ δὴ πάλιν ἔξω τε εἶναι θανάτου, καὶ ἀμείνους ὁρᾶσθαι φθορᾶς, καὶ ζῆν ἐν ἁγιασμῷ. Τὸ γὰρ ἀδύνατον τοῦ νόμου ἐν ᾧ ἠσθένει διὰ τῆς σαρκός. Ἀξιάγαστος μὲν ὁ

About this text

Cyril of Alexandria, Fragmenta in epistulam ad Romanos (Greek). SERIES CLOSEOUT on this page.

Original English Translation of Cyril’s Fragmenta in epistulam ad Romanos — new OET from PG 74 Greek.

Witnesses

  • Copy-text PG 74 (Greek)

English is newly prepared for study from the stated edition. Open Greek on each section for the source text. This is not a complete critical edition.