Unit 6 rem early
Rem early: Unit 6; historia and theoria toward Christ.
Greek
μυσταγωγὸς καὶ ἰσχνὸς ἄγαν εἰς θεωρίας, ἰδιώτης δὲ εἶναί φησι τῷ λόγῳ. ταύτῃτοί φαμεν ἐρυθριῶντες οὐδὲν, ὅτι τῇ συνθήκῃ τῶν προκειμένων λέξεων λείπει τι βραχὺ πρὸς ἐντελῆ διασάφησιν· ἔδει γὰρ εἰπεῖν Τὸ γὰρ ἀδύνατον τοῦ νόμου ἐν ᾧ ἠσθένει διὰ τῆς σαρκὸς λέλυται τυχὸν ἢ πέπαυται· εἶτα προσεπενεγκεῖν τοῦ πράγματος τὴν ἀπόδοσιν, καὶ τοῦ λελύσθαι συνάψαι τὸν τρόπον, προστιθέντα πάλιν Ὁ γὰρ Θεὸς τὸν ἑαυτοῦ υἱὸν πέμψας ἐν ὁμοιώματι σαρκὸς ἁμαρτίας καὶ περὶ ἁμαρτίας κατήργηκε τὴν ἁμαρτίαν ἐν τῇ σαρκί· καὶ τὰ τούτοις ἐφεξῆς. ἐχούσης δὲ ὧδε τῆς τῶν λέξεων συνθήκης, κατά γε τὸν ἐνόντα σκοπὸν αὐτῷ, φέρε καταθρήσωμεν τῆς διὰ Χριστοῦ θεραπείας τὸν τρόπον, πέπαυται δὲ ὅπως τὸ ἀδύνατον τοῦ νόμου, καὶ ποῖον ἂν ὅλως τὸ ἀδύνατον νοοῖτο τοῦ νόμου, καὶ ποίου νόμου· λεπτομυθεῖ γὰρ λίαν ὁ θεηγόρος ἐν τούτοις. 16 ἀποδέχεται τοίνυν ὡς ὠφελεῖν εἰδότας, τόν τε τοῦ Θεοῦ νόμον, φημὶ δὲ δὴ τὸν ἐν γράμμασι, καὶ τόν γε τοῦ πνεύματος, καθ' ὃν ἐσχήκαμεν τὸ θέλειν τὸ ἀγαθὸν, κἂν εἰ μὴ παρακέοιτο τυχὸν τὸ δύνα 212 σθαι δρᾶν αὐτό· ἔφη γὰρ ὅτι "Τὸ γὰρ θέλειν παράκειταί "μοι, τὸ δὲ κατεργάζεσθαι τὸ καλὸν οὔ·" πλεονεκτούσης δηλονότι τῆς ἁμαρτίας, καὶ τοῦ τῆς σαρκὸς νόμου καταστρέφοντος εἰς τὰ οἰκεῖα καὶ οὐχ ἑκόντα τὸν νοῦν· κατὰ τὸν αὐτὸν δὲ οἶμαι τουτονὶ τρόπον νοοῖτ' ἂν εἰκότως τὸ ἀδύνατον τοῦ νόμου, τοῦ τε ἐν γράμμασι καὶ διὰ Μωυσέως, καθάπερ ἔφην ἀρτίως, καὶ μέντοι τοῦ ἐμφύτου καὶ ἐν ἡμῖν, καθ' ὃν καὶ τὰ ἔθνη, καίτοι τὸν γραπτὸν οὐκ ἔχοντα νόμον, φύσει τὰ τοῦ νόμου ποιοῦντα φαίνεται, καὶ νόμος εἰσὶν ἑαυτοῖς· "ἐνδείκνυνται γὰρ τὸ ἔργον τοῦ νόμου γραπτὸν ἐν ταῖς "καρδίαις αὐτῶν," καθὰ γέγραπται. ποῖον δὲ τὸ ἐν ἀμφοῖν ἀδύνατον, βασανίσαι καιρός· ὁ μὲν γὰρ ἐν γράμμασι νόμος διδάσκαλος ἦν εὐκοσμίας καὶ τῶν ἀρίστων εἰσηγητὴς, δεδικαίωκε δὲ παντελῶς οὐδένα· ὁ γεμὴν ἔμφυτός τε καὶ ἐν ἡμῖν, ὃν καὶ ὀνομάζει τοῦ πνεύματος, ἀπονένευκε μὲν εἰς τὸ ἀγαθὸν, ἡττᾶται δὲ λίαν τοῦ πρὸς τὰ αἰσχίω καλοῦντος νόμου. οὐκοῦν τὸ ἀδύνατον, τουτέστι τὸ ἀσθενοῦν, εἴτε τοῦ ἐν γράμμασιν εἴτε τοῦ ἐμφύτου νόμου, πέπαυται διὰ Χριστοῦ. νενεκρωμένης γὰρ τρόπον τινὰ τῆς σαρκὸς, καὶ οἷον ἀνῃρημένης τῆς ἐν ἡμῖν ἡδονῆς, κατ' οὐδένα τρόπον ὁ τοῦ πνεύματος ἤτοι τοῦ νοὸς ἀσθενήσει νόμος· νενέκρωται δὲ τίνα τρόπον ἡ ἐν ἡμῖν ἁμαρτία, φέρε λέγωμεν ὡς ἔνι· ὁ γὰρ τοῦ Θεοῦ Λόγος ἐν εὐδοκίᾳ τοῦ Θεοῦ καὶ Πατρὸς ἐν ὁμοιώματι γέγονε σαρκὸς ἁμαρτίας, ἵνα κατακρίνῃ τὴν ἁμαρτίαν ἐν τῇ σαρκί· γέγονε γὰρ ἄνθρωπος, καθεὶς ἑαυτὸν εἰς κένωσιν, καὶ ὁμοειδὲς μὲν ὅτι καὶ ὁμοφυὲς τοῖς ἡμετέροις σώμασι τὸ αὐτοῦ, πῶς ἂν ἐνδοιάσειέ τις; πλὴν τὰ μὲν τῶν ἄλλων ἁπάντων σώματα σάρκες ἂν λέγοιντο τῆς ἁμαρτίας, διά τοι τὸ πεφυκέναι νοσεῖν τῶν ἐκτόπων ἡδονῶν τὴν γένεσιν· τὸ δέ γε σῶμα Χριστοῦ φαίη τις ἂν οὐχ ἁμαρτίας εἶναι σάρκα· μὴ γένοιτο· ὁμοίωμα δὲ μᾶλλον σαρκὸς ἁμαρτίας· τουτέστι 213 προσεοικὸς μὲν τοῖς
About this text
Cyril of Alexandria, Fragmenta in epistulam ad Romanos (Greek). SERIES CLOSEOUT on this page.
Original English Translation of Cyril’s Fragmenta in epistulam ad Romanos — new OET from PG 74 Greek.
Witnesses
- Copy-text PG 74 (Greek)
English is newly prepared for study from the stated edition. Open Greek on each section for the source text. This is not a complete critical edition.