Fragments on Romans · §u06-rem-mid

Unit 6 rem mid

Rem mid: Unit 6; lemma continues; spiritual reading with the letter.

Greek

ἡμετέροις σώμασιν, οὐ μὴν ἔτι καὶ νοσεῖν εἰδὸς σαρκικὴν ἀκαθαρσίαν· ἅγιος γὰρ ἐκ μήτρας ὁ θεῖος ἐκεῖνος νεώς. καὶ ὅσον μὲν ἧκεν εἰς ἐννοίας τε καὶ λόγους τοὺς ἐν τῇ φύσει, κατοκνήσειεν ἂν οὐδεὶς ἐκεῖνο εἰπεῖν, ὡς ἐπείπερ ἦν σὰρξ, ἔσχεν ἂν ἐν ἑαυτῇ τὸ ἴδιόν τε καὶ ἔμφυτον κίνημα· ἐπειδὴ δὲ ὁ πᾶσαν τὴν κτίσιν ἁγιάζων Λόγος κατῴκηκεν ἐν αὐτῇ, κατακέκριται τῆς ἁμαρτίας ἡ δύναμις, ἵνα καὶ εἰς ἡμᾶς διαβαίνῃ τὸ κατωρθωμένον· μετεσχήκαμεν γὰρ αὐτοῦ πνευματικῶς τε καὶ σωματικῶς· ὅταν γὰρ καὶ ἡμῖν ἐναυλίζηται Χριστὸς διὰ τοῦ Ἁγίου Πνεύματος καὶ διὰ τῆς μυστικῆς εὐλογίας, τότε δὴ πάντως καὶ ἐν ἡμῖν ὁ τῆς ἁμαρτίας κατακρίνεται νόμος. Ἀληθὲς οὖν ὅτι τὸ ἀδύνατον τοῦ νόμου ἐν ᾧ ἠσθένει διὰ τῆς σαρκὸς πέπαυται διὰ Χριστοῦ κατακρίναντός τε καὶ κατηργηκότος τὴν ἁμαρτίαν ἐν τῇ σαρκὶ ἵνα τὸ δικαίωμα τοῦ νόμου πληρωθῇ ἐν ἡμῖν· πεπλήρωται γὰρ τὸ δικαίωμα τοῦ νόμου, τουτέστιν ἡ δύναμις τῶν τεθεσπισμένων διὰ τοῦ νόμου, ἤγουν τὸ θέλημα τὸ βλέπον εἰς ἀρετὴν, τοῦ ἐν ἡμῖν ὄντος νόμου κατ' οὐδένα τρόπον ὡς ἔφην ἀσθενοῦντος ἔτι διὰ τοῦ τυραννεῖσθαι ταῖς ἐμφύτοις ἡδοναῖς. πεπλήρωται τοίνυν ἐν ἡμῖν τὸ δικαίωμα τοῦ νόμου τοῖς μὴ κατὰ σάρκα περιπατοῦσι, ζῆν δὲ μᾶλλον ἐθέλουσι πνευματικῶς. Τὸ γὰρ φρόνημα τῆς σαρκὸς θάνατος, τὸ δὲ φρόνημα τοῦ Πνεύματος ζωὴ καὶ εἰρήνη. Θάνατον μὲν εἶναί φησι τὸ τῆς σαρκὸς φρόνημα, καὶ μάλα ὀρθῶς· τὸ δέ γε τοῦ πνεύματος, ζωὴν καὶ εἰρήνην· θανάτου μὲν γὰρ ἀληθῶς ἡ φιλοσαρκία πρόξενος· ζωῆς δὲ τῆς εἰς αἰῶνα καὶ τῶν ἄνωθεν ἀγαθῶν, τὸ διαβιοῦν ἑλέσθαι πνευματικῶς· εἰ γὰρ τὸ φρόνημα τῆς σαρκὸς ἔχθρα εἰς Θεὸν, ὡς 214 οὐκ ἀνεχόμενον τοῖς θείοις ὑπείκειν νόμοις, οὐδὲ γὰρ δύναται· πῶς γὰρ ἀρέσει Θεῷ μυσαρὰ καὶ βέβηλος ἡδονή; πάντως ὁ καθαρὸς ῥύπου καὶ παθῶν νοῦς κατὰ τὸ δυνατὸν 17 τῇ ἀνθρώπου φύσει πρὸς Θεὸν εἰρηνεύει. Οἱ δὲ ἐν σαρκὶ ὄντες Θεῷ ἀρέσαι οὐ δύνανται· ὑμεῖς δὲ οὐκ ἐστὲ ἐν σαρκὶ ἀλλ' ἐν πνεύματι, εἴπερ Πνεῦμα Θεοῦ οἰκεῖ ἐν ὑμῖν. Ἐπικρατούσης μὲν τῆς τοῦ ἀνθρώπου διανοίας τῆς γεώδους ἡδονῆς, ἐν σαρκί τις ἐστὶν ὡς τὰ τῆς σαρκὸς φρονῶν· καὶ ὁ τοιοῦτος οὐκ ἂν ἀρέσῃ Θεῷ· καταπλουτήσαντος δὲ τοῦ νοῦ τὴν διὰ Χριστοῦ χάριν, καὶ τῆς ἄνωθεν ἰσχύος μεμεστωμένου, καὶ ζέοντος τῷ πνεύματι, καὶ ἐπὶ ἀρετὴν σπεύδοντος· οὐ νοεῖται ὁ τοιοῦτος ἐν σαρκὶ ἀλλ' ἐν πνεύματι, καὶ εὐκόλως ποιεῖ τὰ ἀρεστὰ τῷ Θεῷ. Εἰ δέ τις Πνεῦμα Χριστοῦ οὐκ ἔχει, οὗτος οὐκ ἔστιν αὐτοῦ. Εἴ τις οὖν ἐστιν ἐν πνεύματι, οὗτος ἔσται καὶ ἐν δικαιοσύνῃ καὶ ἐν ζωῇ, μονονουχὶ τεθνεῶτος τοῦ τῆς ἁμαρτίας σώματος καὶ πάσης ἀτόπου σβεσθείσης ἡδονῆς· ἀδύνατον γὰρ ἐν ταὐτῷ καὶ καθ' ἕνα καιρὸν δικαιοσύνην εἶναι καὶ ἀδικίαν, ἁγιασμόν τε καὶ ἀκαθαρσίαν. πνεῦμα δέ φαμεν τὸ ἀνθρώπινον· ἐν δὲ τῷ Τὸ πνεῦμα ζωὴ, τῇ τοῦ Ἁγίου Πνεύματος ζωοποιούμενον χάριτι, καὶ τῇ πρὸς αὐτὸ κοινωνίᾳ πλουτοῦν

About this text

Cyril of Alexandria, Fragmenta in epistulam ad Romanos (Greek). SERIES CLOSEOUT on this page.

Original English Translation of Cyril’s Fragmenta in epistulam ad Romanos — new OET from PG 74 Greek.

Witnesses

  • Copy-text PG 74 (Greek)

English is newly prepared for study from the stated edition. Open Greek on each section for the source text. This is not a complete critical edition.