Fragments on Romans · §u07-open

Fragmenta in epistulam ad Romanos Unit 7 opening

Unit 7.

Lemma-led open — παρασυνεβλήθη τοῖς κτήνεσι τοῖς ἀνοήτοις καὶ ὡμοιώθη

Greek

"παρασυνεβλήθη τοῖς κτήνεσι τοῖς ἀνοήτοις καὶ ὡμοιώθη "αὐτοῖς·" ματαιότης γὰρ ἀληθῶς τῶν τοιούτων ὁ βίος· τούτοις ἡ κτίσις ὑποτάσσεται, καὶ οὔτι που πάντως ἑκοῦσα· πόθεν; πῶς δὲ δὴ ἄρα καὶ τοῦτό φαμεν; οἶδε μὲν γὰρ ὅλως τῶν καθ' ἡμᾶς οὐδὲν ἡ αἰσθητή τε καὶ ὁρωμένη κτίσις· οὐ γάρ ἐστι λογική· ἀλλ' εἰ καί τις δοίη τὸ δύνασθαί τι νοεῖν αὐτὴν, οὐκ ἂν ἠνέσχετό φησι τῆς οὕτως αἰσχρᾶς δουλείας, 217 οὐδ' ἂν ἠθέλησεν ὑποτετάχθαι τε καὶ ὑπηρετεῖν τοῖς ἐπ' οὐδενὶ τῶν ἀναγκαίων ἤγουν ἀγαθῶν διαβιοῦν ἑλομένοις· ἀλλ' ἐπ' ἐλπίδι, φησὶ, τῶν σωθησομένων καὶ τῶν κατὰ καιροὺς ἁγίων τε καὶ ἐκλεκτῶν, ὑποτέτακται τέως, καταζευγνύντος αὐτὴν τοῦ Θεοῦ καὶ οἷον τηροῦντος εἰς ἐλευθερίαν τὴν ὑπό γε τοῖς ἁγίοις καὶ τοῖς ἀγαπῶσιν αὐτὸν, ἵνα δὴ μόνοις ὑπηρετῇ τοῖς αὐτοῦ τέκνοις, καὶ ταῖς τῶν ἐξειλεγμένων παρακέοιτο χρείαις· ἀλύει μὲν γὰρ μονονουχὶ καὶ ὠδίνουσα καὶ ἀλγυνομένη· καὶ εἴπερ ἦν αὐτῇ τὸ καὶ εἰδέναι τι δύνασθαι τῶν καθ' ἡμᾶς πραγμάτων, τάχα που καὶ ἀνοιμώζουσα· πλὴν τοῖς θείοις εἴκουσα νεύμασι, καραδοκεῖ τρόπον τινὰ "τὴν ἀποκάλυψιν, ὡς ἔφην, τῶν υἱῶν τοῦ Θεοῦ." Οὐ μόνον δὲ, ἀλλὰ καὶ αὐτοὶ τὴν ἀπαρχὴν τοῦ πνεύματος ἔχοντες, καὶ ἡμεῖς αὐτοὶ ἐν ἑαυτοῖς στενάζομεν. ∆έχεται πρὸς ἀπόδειξιν τῶν εἰρημένων τὸ ἐν ἡμῖν γίνεσθαι πεφυκός· αὐτοὶ γὰρ ἡμεῖς φησιν οἱ τὴν ἀπαρχὴν τοῦ Πνεύματος ἔχοντες αὐτοὶ ἐν ἑαυτοῖς στενάζομεν βαρούμενοι, υἱοθεσίαν ἀπεκδεχόμενοι τὴν ἀπολύτρωσιν τοῦ σώματος ἡμῶν. ἀληθὲς γὰρ ὅτι "φθαρτὸν σῶμα βαρύνει ψυχὴν, καὶ βρίθει τὸ "γεῶδες σκῆνος νοῦν πολυφρόντιδα." γεγονότος δὲ ἅπαξ ἐν ἡμῖν τοῦ Πνεύματος, καὶ μεταστοιχειοῦντος ἡμᾶς εἰς ἔφεσιν ἀρετῆς, ἀντεξάγει ὥσπερ ἡ φιλοσαρκία, καὶ ὁ τοῖς μέλεσιν ἡμῶν ἐγκατασκήψας νόμος, ἀεὶ καταθήγων εἰς ἐκτόπους ἡδονὰς, ἀπηνῶς ἀντανίσταται. ταύτῃτοι στενάζομεν τὴν τοῦ σώματος ἡμῶν ἀπολύτρωσιν εἰς υἱοθεσίαν καταλογιζόμενοι· δεδιψήκαμεν γὰρ οὐ τὴν τῶν σωμάτων ἀπόθεσιν, οὔτε μὴν ταύτην εἶναί φαμεν τὴν λύτρωσιν· ἔσεσθαι δὲ προσδοκῶμεν 218 τὸ σῶμα πνευματικὸν, τουτέστιν ἀποβεβληκὸς εἰσάπαν φρόνημα τὸ σαρκικὸν καὶ γεῶδες, καὶ τῆς ἁμαρτίας τὸ κέντρον· τοῦτο εἶναί φαμεν τὸ σῶμα τὸ πνευματικόν. Εἰ δὲ τῆς υἱοθεσίας ἡ χάρις τὴν τοῦ σώματος ἡμῶν ἀπολύτρωσιν ἔχει, μὴ δή τινες ὅλως συκοφαντείτωσαν ἡμῖν τὴν ἀνάστασιν· μήτε μὴν εἰς τοῦτο ἡκόντων ἀσυνεσίας, ὡς ἀπόβλητον μὲν ποιεῖσθαι τὴν σάρκα, καὶ ἀφανισθήσεσθαι λέγειν εἰς ἅπαν αὐτὴν πεσοῦσαν εἰς γῆν, ἀντανίστασθαι δὲ ὥσπερ ἕτερόν τι πνευματικὸν, ἰσχνόν φημι καὶ ἀερῶδες· νοοῦσι γὰρ ὧδε τὸ πνευματικὸν αὐτοί. Τῇ γὰρ ἐλπίδι ἐσώθημεν. Πιστεύομεν ὅτι μέλλει καὶ τὰ ἡμῶν σώματα κρείττω γίνεσθαι φθορᾶς καὶ θανάτου· ἀπόκειται δὲ τοῦτο ἡμῖν ἐν ἐλπίσιν, οὐχ ὡς ἤδη παρὸν, ἀλλ' ὡς πάντη τε καὶ πάντως ἐσόμενον· καὶ ἐκδεχόμεθα δι' ὑπομονῆς τληπαθοῦντες, ἵνα τύχωμεν τῆς οὕτω σεπτῆς δωρεᾶς. Ὡσαύτως δὲ καὶ τὸ πνεῦμα συναντιλαμβάνεται

About this text

Cyril of Alexandria, Fragmenta in epistulam ad Romanos (Greek). SERIES CLOSEOUT on this page.

Original English Translation of Cyril’s Fragmenta in epistulam ad Romanos — new OET from PG 74 Greek.

Witnesses

  • Copy-text PG 74 (Greek)

English is newly prepared for study from the stated edition. Open Greek on each section for the source text. This is not a complete critical edition.