Fragments on Romans · §u07-rem-early

Unit 7 rem early

Rem early: Unit 7; historia and theoria toward Christ.

Greek

ταῖς ἀσθενείαις ἡμῶν κ.τ.λ. Ἀλλ' αὐτὸ τὸ πνεῦμα ὑπερεντυγχάνει ὑπὲρ ἡμῶν στεναγμοῖς ἀλαλήτοις. Στεναγμοῖς ἀλαλήτοις ἐντυγχάνει ὑπὲρ ἡμῶν τὸ ἡμῶν δηλονότι πνεῦμα· στενάζομεν γάρ ἐσθ' ὅτε, τὰς πρὸς τὸν Θεὸν ἱκετείας ποιεῖσθαι σπουδάζοντες. οὐκοῦν ἐν Ἁγίῳ Πνεύματι καὶ τοῦτο μανθάνομεν· σοφὸν γάρ ἐστι καθάπερ καὶ ὁ Υἱός. ἐπειδὴ δέ φησι Τὸ τί προσευξόμεθα καθὸ δεῖ οὐκ οἴδαμεν, ἐκεῖνο ζητήσωμεν· καίτοι τὸ τίνα δὴ τρόπον προσεύξεσθαι δεῖ, προπεπαιδεύμεθα παρὰ Χριστοῦ λέγοντος ἐναργῶς 219 "Οὕτως οὖν ὑμεῖς προσεύχεσθε Πάτερ ἡμῶν ὁ ἐν τοῖς οὐ"ρανοῖς, ἁγιασθήτω τὸ ὄνομά σου, ἐλθέτω ἡ βασιλεία σου, "γενηθήτω τὸ θέλημά σου ὡς ἐν οὐρανῷ καὶ ἐπὶ τῆς γῆς·" καὶ ὅσα τούτοις ἐστὶν ἐφεξῆς. ὅτε τοίνυν ἐγνώκαμεν καθ' ὃν ἂν πρέποι τρόπον 19 ποιεῖσθαι τὰς ἱκετείας, τίς ἂν εἰπέ μοι γένοιτο λόγος τῶν ἀποστολικῶν γραμμάτων; ἢ ὅποι περ ἂν βλέποι τὸ διὰ τῆς τοῦ Παύλου φωνῆς; φαμὲν οὖν, ὅτι προσευχόμεθα μὲν τὴν τῶν ἀγαθῶν ζητοῦντες αἴτησιν, καὶ πρό γε τῶν ἄλλων τὰ εἰς δόξαν Θεοῦ, καὶ τὰ δι' ὧν ἂν γένοιτο βιῶναί τε ὀρθῶς καὶ τὴν εὐδόκιμον ἀληθῶς κατορθῶσαι ζωήν· "τὴν δὲ ἀπαρχὴν τοῦ Πνεύματος ἔχοντες καὶ "αὐτοὶ στενάζομεν ἐν ἑαυτοῖς, υἱοθεσίαν ἀπεκδεχόμενοι τὴν "ἀπολύτρωσιν τοῦ σώματος·" καὶ ὡς ἔν γε τούτῳ τῷ μέρει, τὸ τί προσευξόμεθα καθὸ δεῖ οὐκ οἴδαμεν· εἰ γὰρ "ὀφθαλμὸς "οὐκ εἶδε καὶ οὖς οὐκ ἤκουσε καὶ ἐπὶ καρδίαν ἀνθρώπου οὐκ "ἀνέβη, ἃ ἡτοίμασεν ὁ Θεὸς τοῖς ἀγαπῶσιν αὐτὸν," τί προσιόντες αἰτήσομεν; ἢ πῶς ἂν εἰδείημεν ἃ μὴ τεθεάμεθα, μᾶλλον δὲ καὶ τὰ ἐπέκεινα νοῦ καὶ ταῖς ἀνθρώπων καρδίαις οὐκ ἐγνωσμένα; ποία δ' ἂν γένοιτο καὶ ἡ τοῦ σώματος ἀπολύτρωσις, ἢ τίς ὁ μεταπλασμὸς, ἀναστοιχειοῦται δὲ ὅπως εἰς ἀφθαρσίαν καὶ δόξαν, αὐτὸς ἂν εἰδείη καὶ μόνος ὁ τούτων τεχνίτης. ἔφη δέ που πρός τινας τοῦ Σωτῆρος ὁ μαθητὴς καθὸ δεῖ προσεύχεσθαι μὴ εἰδότας "Αἰτεῖτε, καὶ οὐ λαμ"βάνετε, διότι κακῶς αἰτεῖσθε, ἵνα ἐν ταῖς ἡδοναῖς ὑμῶν "δαπανήσητε." οὐκοῦν πρέποι ἂν καὶ μάλα εἰκότως τοῖς ὧδε διακειμένοις εἰπεῖν τό Τί προσευξόμεθα καθὸ δεῖ οὐκ οἴδα 220 μεν· ἀλαλήτοις δὴ οὖν στεναγμοῖς αἰτοῦμεν ἐν πνεύματι, ἃ καὶ ὅτι μὲν ἔσται πεπιστεύκαμεν, τίνα δὲ τρόπον ἀγνοοῦμεν παντελῶς. Οἴδαμεν δὲ ὅτι τοῖς ἀγαπῶσι τὸν Θεὸν πάντα συνεργεῖ εἰς ἀγαθὸν, τοῖς κατὰ πρόθεσιν κλητοῖς οὖσιν. Συνεργεῖ μὲν ἅπαντα πρὸς τὸ ἀγαθὸν τοῖς ἀγαπῶσι Θεὸν τοῖς κατὰ πρόθεσιν κλητοῖς οὖσι· κατὰ πρόθεσιν δὲ ἄρα τὴν τίνων; τί δ' ἂν νοοῖτο τὸ κατὰ πρόθεσιν; οὐκοῦν τὸ κατὰ πρόθεσιν εἴη ἂν τὸ κατὰ βούλησιν· κέκληνται δὴ οὖν οἱ περὶ ὧν ὁ λόγος κατὰ βούλησιν τίνων; πότερον δὴ τοῦ κεκληκότος, ἢ καὶ αὐτῶν τῶν κεκλημένων; οὐκοῦν ἅπασα μὲν ἔφεσις πρὸς δικαιοσύνην ἡμᾶς ἀποφέρουσα, γένοιτ' ἂν ἡμῖν παρὰ τοῦ Θεοῦ καὶ Πατρός· ἔφη γάρ που ὁ Χριστός "Οὐ"δεὶς δύναται ἐλθεῖν πρὸς

About this text

Cyril of Alexandria, Fragmenta in epistulam ad Romanos (Greek). SERIES CLOSEOUT on this page.

Original English Translation of Cyril’s Fragmenta in epistulam ad Romanos — new OET from PG 74 Greek.

Witnesses

  • Copy-text PG 74 (Greek)

English is newly prepared for study from the stated edition. Open Greek on each section for the source text. This is not a complete critical edition.