Fragments on Romans · §u07-rem-mid

Unit 7 rem mid

Rem mid: Unit 7; lemma continues; spiritual reading with the letter.

Greek

μὲ, ἐὰν μὴ ὁ Πατὴρ ὁ πέμψας "με ἑλκύσῃ αὐτόν·" πλὴν ἔν γε τούτοις οὐκ ἄν τις ἁμάρτοι τοῦ πρέποντος λέγων, ὡς κλητοὶ γεγόνασί τινες κατὰ πρόθεσιν, τήν τε τοῦ κεκληκότος καὶ τὴν ἑαυτῶν. Ὅτι οὓς προέγνω, καὶ προώρισε συμμόρφους κ.τ.λ. Πολλοὶ μὲν, φησὶν, οἱ κατὰ πρόθεσιν κλητοὶ, οὐ μὴν ἅπαντες ἐκλεκτοὶ, μόνοι δὲ οὗτοι τετίμηνται οἳ καὶ προεγνώσθησαν ὡς ἔσονται σύμμορφοι τῆς εἰκόνος τοῦ Υἱοῦ αὐτοῦ. εἰκὼν δὲ τοῦ Υἱοῦ αὐτοῦ τίς ἂν νοοῖτο, πάλιν σαφηνιεῖ λέγων αὐτὸς ὁ μακάριος Παῦλος "Ὥσπερ γὰρ ἐφορέσαμεν "τὴν εἰκόνα τοῦ χοϊκοῦ, φορέσωμεν καὶ τὴν εἰκόνα τοῦ "ἐπουρανίου." οἱ γὰρ τῶν σαρκικῶν ἐπιθυμιῶν ἀλογήσαντες, οὗτοι τὴν εἰκόνα μεμίμηνται τοῦ Χριστοῦ τουτέστι τὴν ἐν 221 ἁγιασμῷ πολιτείαν καὶ ζωήν. ὥσπερ γὰρ εἰκόνα τοῦ χοικοῦ, τουτέστιν Ἀδὰμ, τὴν ἐν παρακοῇ τε καὶ ἁμαρτίαις ζωὴν εἶναί φαμεν, οὕτω καὶ εἰκόνα τοῦ ἐπουρανίου, τουτέστι Χριστοῦ, τὸν ἁγιασμὸν καὶ τὴν δικαίωσιν καὶ τὴν ὑπακοήν. ὅσοι τοίνυν προεγνώσθησαν ὡς ἐσόμενοι κατὰ καιροὺς τῆς Χριστοῦ ζωῆς σύμμορφοί τε καὶ μιμηταὶ κατά γε τὸ ἐγχωροῦν τῇ ἀνθρωπίνῃ φύσει, οὗτοι καὶ κέκληνται. Οὓς δὲ προώρισε, τούτους καὶ ἐκάλεσε· καὶ οὓς ἐκάλεσε, τού τους καὶ ἐδικαίωσεν· οὓς δὲ ἐδικαίωσε, τούτους καὶ ἐδόξασεν. Εὐάφορμον τῆς ἀπιστίας τὸ χρῆμα ποιεῖσθαί τινας τὸ ἀπεικὸς οὐδὲν, ἐξ ἀμαθίας συνηρπασμένους καὶ λέγοντας Εἰ οὓς αὐτὸς προέγνω κατὰ πρόθεσιν καὶ προώρισεν, οὗτοι καὶ κέκληνται, πρὸς ἡμᾶς τοὺς οὔπω πεπιστευκότας οὐδέν· οὐ γάρ τοι κεκλήμεθα, οὔτε μὴν προωρίσμεθα· πρὸς οὓς ἐροῦμεν, ὅτι ὁ ποιῶν τοὺς γάμους τῷ υἱῷ αὐτοῦ, τοὺς μὲν οἰκέτας ἀπέστειλεν συναγεῖραι τοὺς κεκλημένους, οἱ δὲ οὐκ ἤθελον ἐλθεῖν· εἰσῆλθον δὲ μετ' ἐκείνους οἱ κλητοὶ κατ' ἰδίαν πρόθεσιν, πέπλησται δὲ οὕτως ὁ νυμφὼν 20 τῶν ἀνακειμένων. οὐδὲν οὖν ἄρα τοῖς ἐθέλουσιν ἐλθεῖν ἐμποδὼν ὁρᾶται κείμενον· ἀδικεῖ δὲ οὐδένα τὸ σύμπαν ἡ πρόγνωσις, οὔτε μὴν ὀνίνησί τινας. ἐπεὶ διδασκόντων εἰ μὴ καὶ αὐτοὶ προεγνώσθησαν, οἱ ταῖς ἀπειθείαις ἐξυβρικότες τὸν κεκληκότα Θεόν· ἀλλὰ καὶ κέκληνται μὲν καὶ εἰσπεπηδήκασί τινες εἰς τὸν γάμον, πλὴν οὐ γεγόνασιν ἐκλεκτοὶ, οὐδὲ δεδικαίωνται οὐδὲ ἐδοξάσθησαν· διὰ ποίαν αἰτίαν; ὅτι μὴ πρέπουσαν τοῖς γάμοις ἠμφιέννυντο στολήν. ἄλλως τε καὶ αὐτὸν εὑρήσομεν τὸν Κύριον ἡμῶν Ἰησοῦν Χριστὸν ἀναφανδὸν εἰρηκότα 222 "∆εῦτε πρὸς μὲ πάντες οἱ κοπιῶντες καὶ πεφορτισμένοι, "κἀγὼ ἀναπαύσω ὑμᾶς." ἰδοὺ ἤδη σύμπαντας ἐκάλει πρὸς ἑαυτόν· ἀμοιρήσειε δ' ἂν οὐδεὶς τῆς ἐπὶ τῷ κεκλῆσθαι χάριτος· ἐν γὰρ τῷ πάντας εἰπεῖν, ἀπόπεμπτον ποιεῖται παντελῶς οὐδένα. Τί οὖν ἐροῦμεν πρὸς ταῦτα; εἰ ὁ Θεὸς ὑπὲρ ἡμῶν, τίς καθ' ἡμῶν; ὅς γε τοῦ ἰδίου Υἱοῦ οὐκ ἐφείσατο. Τοῖς ἀγαθοεργεῖν ᾑρημένοις πάντα συνεργεῖ, Θεοῦ ὑπερασπίζοντος· ὁ γὰρ τοῦ κατὰ φύσιν ἠφειδηκὼς Υἱοῦ, ἵνα σώσῃ κινδυνεύοντας, καὶ

About this text

Cyril of Alexandria, Fragmenta in epistulam ad Romanos (Greek). SERIES CLOSEOUT on this page.

Original English Translation of Cyril’s Fragmenta in epistulam ad Romanos — new OET from PG 74 Greek.

Witnesses

  • Copy-text PG 74 (Greek)

English is newly prepared for study from the stated edition. Open Greek on each section for the source text. This is not a complete critical edition.