Fragmenta in epistulam ad Romanos Unit 8 opening
Unit 8.
Lemma-led open — Εἴτε γὰρ ἐξέστημεν, Θεῷ, εἴτε σωφρονοῦμεν, ὑμῖν.
Greek
πάντων χωρῆσαι πρὸς ὄλεθρον. τοῦτο δὲ ἦν σαγηνεύοντος μὲν τοὺς Ἰουδαίους εἰς εὐπείθειαν, ἀποκρουομένου δὲ τὰς τῶν ἀσυνέτων συκοφαντίας· ᾤοντο γὰρ τῶν Ἰουδαίων τινὲς οἷον ἀπόπληκτον γεγονότα τὸν θεσπέσιον Παῦλον, τοῖς διὰ Μωυσέως ἀντιφέρεσθαι νόμοις· ταύτῃτοι τοῖς πιστεύσασιν ἐπιστέλλει λέγων "Εἴτε γὰρ ἐξέστημεν, Θεῷ, εἴτε σωφρονοῦμεν, ὑμῖν." οὐκοῦν ἑλοίμην ἂν ἔγωγε καὶ μάλα προθύμως, φησὶν, ἵνα τοὺς ἐξ αἵματος ἀνασώσαιμι, ἀνάθεμα εἶναι ἀπὸ Χριστοῦ· προσεπάγει δὲ, ὥσπερ τῆς ἐπ' αὐτοῖς λύπης τὴν αἰτίαν οὐκ ἀνικάνως ἔχουσαν ἀποφαίνων εἴς γε τὸ δύνασθαι τοιαύτην αὐτῷ τὴν διάθεσιν ἐνεργάζεσθαι, ἵνα μή τι δοκοίη σκληρόν τε καὶ ἀπηχὲς εἰπεῖν, τῆς ἑτέρων ζωῆς ἀντάλλαγμα τὴν ἑαυτοῦ δωρούμενος· πρῶτον μὲν γὰρ, φησὶν, εἰσὶν Ἰσραηλῖται, αὐτῶν ἡ υἱοθεσία καὶ ἡ δόξα καὶ αἱ διαθῆκαι καὶ ἡ νομοθεσία καὶ ἡ λατρεία καὶ αἱ ἐπαγγελίαι· ἐξ αὐτῶν δὲ τὸ κατὰ σάρκα καὶ αὐτὸς ὁ Χριστός· ἀλλ' εἰ μέν τινες ἦσαν τῶν οὐ πάλαι διεγνωκότων τὸν φύσει τε καὶ ἀληθῶς ὄντα Θεὸν, εἰ μὴ νόμος αὐτοῖς ὁ διὰ Μωυσέως γέγονε βραβευτὴς τῆς εἰς αὐτὸν 225 οἰκειότητος, εἰ μὴ τῆς τῶν ἁγίων πατέρων ἐξέφυσαν ῥίζης καὶ τῆς ἐκείνων εὐκλείας τέθεινται κληρονόμοι, εἰ μὴ πρῶτοι τοὺς τῆς εἰς Θεὸν λατρείας μεμελετήκασι τρόπους, καὶ τὰς τῆς ἐπαγγελίας πεπλουτήκασιν ἐλπίδας, μετριωτέραν ἄν τις τὴν ἐπ' αὐτοῖς ἐποιήσατο λύπην. ἐπειδὴ δὲ αὐτῶν οἱ πατέρες, καὶ τὰ ἄλλα· μόνον δὲ οὐχὶ καὶ ἐξ οὐρίας αὐτοῖς τῶν πραγμάτων ἰόντων, εἰς ἀδόκητον ἐκπεπτώκασι τέλος καὶ διημαρτήκασι τῆς ἐλπίδος· πῶς οὐ πάνδεινον ἀληθῶς τὸ τοῖς ἀθλίοις συμβεβηκός; Οὐχ οἷον δὲ ὅτι ἐκπέπτωκεν ὁ λόγος τοῦ Θεοῦ. Ἀκριβὴς ὁ λόγος· ἥκιστα γὰρ διεψεῦσθαί φησιν, ἤγουν δύνασθαι τῆς ἀληθείας διαπεσεῖν τὸν τοῦ Θεοῦ λόγον· ἐπήγγελται μὲν γὰρ ὁμολογουμένως τῷ Ἁβραὰμ ἐν ἀρχαῖς ὁ τῶν ὅλων Θεὸς, ὅτι πατὴρ ἔσται πολλῶν· καὶ πάλιν "Πληθύνων πληθυνῶ τὸ σπέρμα σου ὡσεὶ τὰ ἄστρα τοῦ "οὐρανοῦ τῷ πλήθει·" ἔδει τοίνυν οὐχὶ μόνων τῶν ἐξ Ἰσραὴλ ἀναδειχθῆναι πατέρα τὸν Ἁβραάμ· ἔθνος γὰρ ἦν ἓν τὸ ἐξ αὐτοῦ πεφηνὸς, μυρία δὲ ὅσα κατὰ πᾶσαν τὴν γῆν, ἃ καὶ εἰς τέκνα τέθεινται τῷ Ἁβραὰμ, εἴπερ εἰσὶν ἐξ ἐπαγγελίας, καὶ "στοιχοῦσι τοῖς ἴχνεσι τῆς ἐν ἀκροβυστίᾳ "πίστεως" αὐτοῦ, κατὰ τὸ γεγραμμένον· ὡς γὰρ αὐτός που φησὶν ὁ μακάριος Παῦλος "Οὐ διὰ νόμου ἡ ἐπαγγελία τῷ "̔Αβραὰμ εἰς τὸ κληρονόμον αὐτὸν εἶναι κόσμου, ἀλλὰ διὰ "δικαιοσύνης πίστεως· εἰ γὰρ οἱ ἐκ νόμου κληρονόμοι, φησὶ, "κεκένωται ἡ πίστις καὶ κατήργηται ἡ ἐπαγγελία." ὅτε τοίνυν ὡς ἐν Ἰσαὰκ τὸ ἐξ Ἁβραὰμ λελόγισται σπέρμα, τουτέστιν καθ' ὑπόσχεσιν, ἐπαγγελίας γὰρ ὁ λόγος οὗτος Κατὰ τὸν καιρὸν τοῦτον ἐλεύσομαι καὶ ἔσται τῇ Σάῤῥᾳ υἱὸς, δῆλον ἂν εἴη δήπουθεν ὅτι οὐ τὰ τέκνα τῆς σαρκὸς καταλογισθεῖεν ἂν πάντη τε καὶ πάντως εἰς τέκνα Θεοῦ, ἔχοιεν δ' ἂν 226 μᾶλλον ἐφ' ἑαυτοῖς τὴν ἐπὶ τῷδε δόξαν τὰ ἐκ τῆς ἐπαγγελίας, τουτέστιν τὰ διὰ πίστεως. Οὐ μόνον δὲ, ἀλλὰ καὶ Ῥεβέκκα ἐξ ἑνὸς
About this text
Cyril of Alexandria, Fragmenta in epistulam ad Romanos (Greek). SERIES CLOSEOUT on this page.
Original English Translation of Cyril’s Fragmenta in epistulam ad Romanos — new OET from PG 74 Greek.
Witnesses
- Copy-text PG 74 (Greek)
English is newly prepared for study from the stated edition. Open Greek on each section for the source text. This is not a complete critical edition.