Fragments on Romans · §u08-rem-early

Unit 8 rem early

Rem early: Unit 8; historia and theoria toward Christ.

Greek

κοίτην ἔχουσα Ἰσαὰκ τοῦ πατρὸς ἡμῶν. Ἰστέον ὅτι συμπεπέρασται μὲν οὐδαμῶς ὁ τοῦ λόγου σκοπὸς, ἀπήρτηται δὲ μᾶλλον, καὶ δεῖταί τινος βραχείας ἐπαγωγῆς, ἤγουν προσυπακουομένων, ἵνα μὴ σκάζων ὁρῶτο. ἔστι δὲ ὅ φημι τοιοῦτον· προαπέδειξε μὲν γὰρ ὡς ἀπὸ τοῦ δεδόσθαι τῷ Ἁβραὰμ ἐξ ἐπαγγελίας τὸν Ἰσαὰκ, ὅτι μὴ πάντως τὰ τέκνα τῆς σαρκὸς, ταῦτα αὐτῷ καταλογισθεῖεν ἂν καὶ εἰς σπέρμα, πρέποι δ' ἂν τὸ χρηματίζειν αὐτὸν πατέρα τῶν ἐκ πίστεως καὶ ἐπαγγελίας· εἶτα δέχεται τὴν Ῥεβέκκαν καὶ τὰ ἐπ' αὐτῇ γεγονότα, καί φησιν Οὐ μόνον δὲ, τουτέστιν οὐ μέχρι δὴ μόνης τῆς Ἰσαὰκ γεννήσεως ὁ ἐμὸς ἀφίξεται λόγος, ἀλλὰ γὰρ καὶ Ῥεβέκκα ἐξ ἑνὸς κοίτην ἔχουσα Ἰσαὰκ τοῦ πατρὸς ἡμῶν· καὶ ἦν ἀναγκαῖον προσεπενεγκεῖν, συμπαραληφθήσεται τυχὸν πρὸς ἀπόδειξιν καὶ πληροφορίαν, ἤγουν ἔσται πρὸς ὑποτύπωσιν καὶ εἰκονισμὸν τῆς κατ' 22 ἐκλογήν τε καὶ πρόγνωσιν κλήσεώς τε καὶ χάριτος· ἐπενηνεγμένου γὰρ τοιούτου τινὸς, ἔδοξεν ἂν τότε ἀρτίως αὐτῷ πεποιῆσθαι λοιπὸν ὁ λόγος· ἀλλ' οὐκ οἶδα ὅπως τοῦτο παρεὶς, ἐπ' αὐτὰ κεχώρηκεν εὐθὺς τὰ ἐπὶ τῇ γενέσει τῶν ἐξ Ἰσαὰκ εἰρημένα τε καὶ πεπραγμένα. Τί οὖν ἐροῦμεν; μὴ ἀδικία παρὰ τῷ Θεῷ; μὴ γένοιτο κ.τ.λ. ἕως καὶ ἐκάλεσεν ἡμᾶς οὐ μόνον ἐξ ἰουδαίων ἀλλὰ καὶ ἐξ ἐθνῶν. Ἐπειδὴ ἦν εἰκὸς τῶν φιλεγκλημόνων οἴεσθαί τινας, ῥοπῆς 227 θελημάτων ἀβασανίστου τυχεῖν τὸν Ἰακὼβ καὶ τὸν Ἡσαῦ, καὶ τὸν μὲν ἠγαπῆσθαι ἰδίᾳ χάριτι κατανεύοντος τοῦ Θεοῦ, τὸν δὲ μεμισῆσθαι, προαναιρῶν ἀναγκαίως ὁ ἀπόστολος ὡς ὀλέθριον τὴν ἐπὶ τούτῳ διάληψιν, ταῖς ἄνωθεν ψήφοις πειρᾶται συνηγορεῖν, τοῖς αὐτοῦ λόγοις τὸ ἀντιφέρεσθαι δοκοῦν οἱονεί πως ἀντανιστάς· εἰ γὰρ δὴ, φησὶ, καὶ πρίν τι δράσαι τὰ βρέφη καὶ πρὸ πείρας αὐτῆς καὶ πραγμάτων, ὁ μὲν τῆς ἀγάπης ἠξίωτο, ὁ δὲ μεμίσηται, τέτακτο δὲ καὶ εἰς δοῦλον τῷ ἐλάσσονι, τάχα που, φησι, καὶ ἄδικος ὁ Θεός· εἶτα πῶς τοῦτο οὐκ ἀπόπληκτον; εἰ μὲν γὰρ οὐ γέγονεν ἀνὴρ ἀγαθὸς ὁ Ἰακὼβ, εἰ μὴ πονηρὸς ὁ Ἡσαῦ, φαίη τις ἂν εἰκότως πεπλανῆσθαι τάχα που τὴν πρόγνωσιν, καὶ ῥοπῆς εἰκαίας καὶ θελημάτων οὐκ ἀσφαλῶν ἔργον γενέσθαι τὰ ἐπ' ἀμφοῖν ὡρισμένα· ἐπειδὴ δὲ σκαιὸς μὲν ἦν λίαν ὁ Ἡσαῦ, σοφὸς δὲ ὁ Ἰακὼβ, ἀδικήσειεν ἂν ἡ τοῦ Θεοῦ πρόγνωσις τὸ σύμπαν οὐδὲν, χαριζομένη καὶ πρὸ καιροῦ τῷ μὲν ἀγαθῷ τοὺς τρόπους τὸ ἀγαπᾶσθαι δεῖν, τῷ δὲ μὴ τοιούτῳ τὸ κατακρίνεσθαι· ἀνεξικακῆσαι μὲν γὰρ τὸν Θεὸν, καὶ τὸν τῶν δρωμένων περιμεῖναι καιρὸν χαλεπὸν οὐδὲν, ἵνα ἐξ αὐτῶν ἑκάτερος διαφαίνοιτο τῶν πραγμάτων. ἐπειδὴ δὲ ἦν ἀναγκαῖον τῆς κατ' ἐκλογὴν χάριτος καὶ τῆς ἐν προγνώσει δωρεᾶς προανατυποῦσθαι τὸ μυστήριον, ταύτῃτοι χρησίμως ὁ τῶν τοιούτων ἡμῖν ἀριστοτέχνας Θεὸς, μονονουχὶ καὶ ἐπεδράττετο τοῦ καιροῦ, καὶ ἐν τῇ τῶν παίδων γενέσει πεπληροφόρηκε τὸν Ἰσαὰκ, ὡς εἷς τε καὶ μόνος ὑπάρχων ἐξ Ἁβραὰμ, ἀναριθμήτων ἔσται πατὴρ ἐθνῶν τῶν ἐξ ἐπαγγελίας καὶ ὡς ἐν πίστει κληθησομένων· εἰ δὲ δὴ κατὰ

About this text

Cyril of Alexandria, Fragmenta in epistulam ad Romanos (Greek). SERIES CLOSEOUT on this page.

Original English Translation of Cyril’s Fragmenta in epistulam ad Romanos — new OET from PG 74 Greek.

Witnesses

  • Copy-text PG 74 (Greek)

English is newly prepared for study from the stated edition. Open Greek on each section for the source text. This is not a complete critical edition.