Unit 9 rem early
Rem early: Unit 9; historia and theoria toward Christ.
Greek
τοῦτο φαυλότητος διήλασε τρόπων, ὡς σκεῦος εἶναι λοιπὸν ὀργῆς τε καὶ ἀπωλείας. τούτῳ Θεὸς προσεχρήσατο πρὸς ἔνδειξιν τῆς ἐνούσης ἰσχύος αὐτῷ, ἵνα διαγγελῇ τὸ ὄνομα αὐτοῦ ἐν πάσῃ τῇ γῇ, καὶ ἵνα παθὼν αὐτὸς ὁρῷτο τοῦ 233 παθεῖν ἄξιος· ᾧ γε τὸ παθεῖν ὠφείλετο διὰ πρώτας ἁμαρτίας καὶ εἰ μὴ προσκέκρουκε διὰ τῶν δευτέρων. οὐκοῦν λελύσθω πᾶς μῶμος καὶ φλυαρία κατὰ Θεοῦ· θέλων γὰρ ἐνδείξασθαι τὴν ὀργὴν καὶ γνωρίσαι τὸ δυνατὸν ἤνεγκεν ἐν πολλῇ μακροθυμίᾳ σκεύη ὀργῆς κατηρτισμένα εἰς ἀπώλειαν, ἵνα ὠφελήσῃ σκεύη ἐλέους, τουτέστι τοὺς ἠλεημένους διὰ πίστεως· κεκλήμεθα γὰρ οὐ μόνον ἐξ Ἰουδαίων, ἀλλὰ καὶ ἐξ ἐθνῶν. Ὡς καὶ ἐν τῷ Ὠσηὲ λέγει. Ἀλλὰ καὶ οἱ τῶν εἰδώλων θεραπευταὶ, οὐκ εἰδότες τὸν φύσει καὶ ἀληθῶς Θεὸν, οὐκ ἦμεν αὐτοῦ λαός· ἀλλ' ἠλεήθημεν διὰ πίστεως, καὶ ὑπ' αὐτὸν γεγόναμεν, καὶ κεκλήμεθα διὰ χάριτος, δεδικαιώμεθά τε καὶ ἡγιάσμεθα διὰ Χριστοῦ. Ἐὰν ᾖ ὁ ἀριθμὸς τῶν υἱῶν 25 Ἰσραὴλ ὡς ἡ ἄμμος τῆς θαλάσσης. Οὐκοῦν κἂν πολλοὶ εἶεν ὡς ἡ ψάμμος ὁ Ἰσραὴλ, τὸ κατάλειμμα σωθήσεται· τουτέστιν, οἱ διὰ πίστεως τῆς εἰς Χριστὸν δεδικαιωμένοι· τοῦτο δὲ γέγονεν, αὐτοὺς τοῦ Θεοῦ κατηλεήσαντος. Λόγον γὰρ συντελῶν καὶ συντέμνων. Ἔσωσε δέ φησιν λόγον συντελῶν καὶ συντέμνων, τουτέστιν εὐφυὲς καὶ σύντομον καὶ ἵν' οὕτως εἴπω συντετμημένον λόγιον ἡμῖν ἀποφήνας τὸ εὐαγγελικὸν κήρυγμα. ὁ γὰρ νόμος καὶ οἱ προφῆται διὰ πολλοῦ κύκλου λόγων μόλις ἡμῖν τὰς τῶν λεγομένων ἐννοίας διὰ τοῦ γράμματος παριστῶσι· τὸ 234 δὲ κήρυγμα τὸ εὐαγγελικὸν ἁπλοῦν τέ ἐστι καὶ λόγος συντετμημένος. Ἰσραὴλ δὲ διώκων νόμον δικαιοσύνης. Ἀποδιδοὺς τοίνυν τὰς αἰτίας τοῦ μὴ πάντας σεσῶσθαι Ἰουδαίους, εὐθὺς ἐπιπλέκει τῷ λόγῳ θαῦμα, καί φησιν Ὢ παραδόξου πράγματος· ἡ τῶν πλανωμένων πληθὺς μὴ ἔχουσα σκοπὸν ὅλως ἀγαθοεργῆσαι, δεδικαίωται, ὁ δὲ Ἰσραὴλ, καίτοι τῷ διὰ Μωσέως νόμῳ πρὸς δικαιοσύνην παιδαγωγούμενος, διήμαρτε τῆς ἐλπίδος καὶ ἀμέτοχος γέγονε τῆς εἰς τοῦτο δωρεᾶς. τίς οὖν ἡ αἰτία, σαφής· οὐ γὰρ προσήκαντο τὴν διὰ πίστεως σωτηρίαν καὶ τὴν ἐν Χριστῷ δικαίωσιν, ἐνόμισαν δὲ αὐτοῖς ἀρκεῖν τὰ ὡς ἐν σκιαῖς αὐχήματα. Λίθον προσκόμματος. Οὐ γὰρ δήπου φαμὲν ὅτι διὰ τοῦτο ἐτέθη Χριστὸς ἐν τῷ Ἰσραὴλ, ἀλλ' ἐπειδὴ τοῦτο προέγνωστο τῷ Θεῷ, τὸ ἐσόμενον προαναπεφώνηκεν ἀναγκαίως, ὡς κείσεται μὲν ὄλισθος εἰς τὰ θεμέλια Σιὼν, μέλλουσι δὲ περιπίπτειν αὐτῷ τῶν ἀσυνέτων τινὲς, καὶ τοῦτο πάσχειν ἐξ ἀπειθείας. ἐποίειτο δὲ τὴν προαγόρευσιν χρησίμως, οὐχ ἵνα προσκόψειαν, ἀλλ' ἵνα προεγνωκότες ἀμείνους γένοιντο τοῦ κακοῦ. οὐκοῦν τέθειται μὲν ὁ Χριστὸς ὡς λίθος τίμιος, πλὴν τοῖς μὲν ἐξ ἀπιστίας προσκόπτουσιν, ὄλεθρος ἦν ἡ ζημία· τοῖς δὲ πεπιστευκόσι, ζωὴ καὶ δικαίωσις τὸ κέρδος. Μαρτυρῶ γὰρ αὐτοῖς. Μαρτυρεῖ τοίνυν αὐτοῖς τὸν εἰς Θεὸν ζῆλον· πλὴν ἐλέγχει πεπλανημένους· ὅτι δέον θαυμάζειν τὸν Χριστὸν ἐξ ὧν 235 ἐποίει ὡς φύσει
About this text
Cyril of Alexandria, Fragmenta in epistulam ad Romanos (Greek). SERIES CLOSEOUT on this page.
Original English Translation of Cyril’s Fragmenta in epistulam ad Romanos — new OET from PG 74 Greek.
Witnesses
- Copy-text PG 74 (Greek)
English is newly prepared for study from the stated edition. Open Greek on each section for the source text. This is not a complete critical edition.