Unit 9 rem mid
Rem mid: Unit 9; lemma continues; spiritual reading with the letter.
Greek
Θεὸν, οἱ δὲ ἔλεγον ὅτι "Περὶ καλοῦ ἔργου "οὐ λιθάζομέν σε, ἀλλὰ περὶ βλασφημίας, ὅτι σὺ ἄνθρω"πος ὢν ποιεῖς σεαυτὸν Θεόν·" ἢ οὕτως. ἠγνοήκασι μὲν τὴν ἐκ Θεοῦ δικαιοσύνην, τουτέστι Χριστὸν, ἤτοι τὴν διὰ πίστεως τὴν εἰς αὐτόν. οἰόμενοι δὲ τῷ διὰ Μωσέως συνασπίζειν νόμῳ, μεμενήκασιν ἀπειθεῖς· οὐ ζητήσαντες τὸν υἱὸν τὸν ἐλευθεροῦν ἰσχύοντα, τὸν δικαιοῦντα τὸν ἀσεβῆ, καὶ τὴν δυσκατόρθωτον τοῦ νόμου δικαιοσύνην οἰκονομικῶς συστέλλοντα, ἵνα δυσχερείας ἀπαλλάξῃ καὶ τριβῆς. Τέλος γὰρ νόμου Χριστός. Προεισκεκόμισται τοίνυν ὁ νόμος, ἐσόμενος τοῖς ἀρχαίοις παιδαγωγὸς ἐπὶ τὸ τοῦ Χριστοῦ μυστήριον, καὶ δι' αἰνιγμάτων αὐτοῖς ὑποφαίνων τὴν ἀλήθειαν. οὕτω γὰρ εἶναι διοριζόμεθα πλήρωμα νόμου καὶ προφητῶν τὸν Χριστὸν, καὶ μάλα ὀρθῶς. ἢ οὐχὶ παντὸς αἰνίγματος ἀσαφοῦς νοοῖτ' ἂν εἰκότως πλήρωμα ὑπάρχειν τὸ ἀληθές; καίτοι πῶς ἂν ἐνδοιάσειέ τις; οὐκοῦν ἀναίρεσιν τῶν διὰ Μωσέως ποιεῖται νόμων ἡ πρός γε τὸ ἀληθὲς τῶν ἐν σκιαῖς μεταφοίτησις, ἀλλ' ἐκφανεστέραν αὐτῶν καθίστησι τὴν διάνοιαν. Μετεῤῥυηκότων λοιπὸν εἰς ἀλήθειαν τῶν πραγμάτων, καὶ τῶν ἐν τύποις καὶ αἰνίγμασι τὴν εἰς τὰ ἀμείνω λαβόντων μεταβολὴν, οὐ καταλελύσθαι φαμὲν τὸν νόμον, ἐκπεπεράνθαι δὲ μᾶλλον ἐπὶ καιροῦ, καθ' ὃν ἡμῖν ἐπέλαμψεν ἡ ἀλήθεια, τουτέστι, Χριστός. τέλος γὰρ νόμου καὶ προφητῶν ὁ Χριστὸς, ὃς οὐκ ἂν διαψεύσαιτο λέγων "Οὐκ ἦλθον καταλῦσαι "τὸν νόμον ἀλλὰ πληρῶσαι." ὥσπερ γὰρ τὰς ἐν τοῖς πίναξι προανατυπουμένας σκιὰς, τὸ τῶν χρωμάτων πολυειδὲς ἐν καιρῷ προσενηνεγμένον, ἥκιστα μὲν ἀναιρεῖ· μεθίστησι δὲ μᾶλλον εἰς ὄψιν ἐναργεστέραν, κατὰ τὸν ἴσον τουτωΐ τρόπον, οὐκ ἀνατετράφθαι φαμὲν τὰς τοῦ νόμου σκιὰς, ἐκπεπεράνθαι δὲ μᾶλλον ὡς ἐν προόδῳ τῇ πρὸς ἀλήθειαν. 236 Μωσῆς γὰρ γράφει τὴν δικαιοσύνην τὴν ἐκ τοῦ νόμου κ.τ.λ. Μωσῆς γὰρ γράφει τὴν δικαιοσύνην τὴν ἐκ τοῦ 26 νόμου φησὶν ὁ ποιήσας ἄνθρωπος ζήσεται ἐν αὐτῇ· ἀλλ' ἦν οὐδεὶς παντελῶς ὁ ἀμωμήτως αὐτὴν κατορθῶσαι δυνάμενος· "Τίς γὰρ συνήσει "παραπτώματα;" οὐκοῦν ἀμείνων ἡ δικαιοῦσα χάρις καὶ γραφῆς ἡμᾶς ἀπαλλάττουσα τῆς ἐν νόμῳ. Ἡ δὲ ἐκ πίστεως δικαιοσύνη οὕτως λέγει. Ὁρίζεται χρησίμως καὶ ὅπως ἂν γένοιτο πρὸς ἡμῶν ἡ πίστις, εἰ τὸ ἀμώμητον ἔχοι παρὰ Θεῷ καὶ τό γε δὴ λίαν εὖ πεποιῆσθαι δοκεῖν· τὸ μὲν γὰρ ἐνδοιάζειν ὅλως καὶ καταδονεῖσθαι φιλεῖν εἰς ἀδρανῆ διψυχίαν, ἀπόβλητον παντελῶς· περιττὸν δὲ ἴσως καὶ τῶν ὅτι μάλιστα σφαλερωτάτων τὸ χρῆναι περιεργάζεσθαι τὰ καὶ λόγου πέρα παντὸς, νοῦ τε ἐστὶ τοῦ καθ' ἡμᾶς ἐν ἀμείνοσι· πῶς γὰρ ἂν εἶεν ἐμφανῆ τὰ ἀποῤῥήτως παρὰ Θεοῦ τεχνουργούμενα; καὶ μὴν καὶ καρδίας ὀφθαλμὸς τίς ἂν εἴη τοσοῦτος ὡς καταθρῆσαι δύνασθαι Θεὸν, μᾶλλον δὲ τίς ἄρα συνήσει, κἂν εἴ τις ἕλοιτο λέγειν καὶ ἀφηγοῖτο τὰ πολὺ λίαν ὑπὲρ ἡμᾶς; ὁ μὲν γὰρ
About this text
Cyril of Alexandria, Fragmenta in epistulam ad Romanos (Greek). SERIES CLOSEOUT on this page.
Original English Translation of Cyril’s Fragmenta in epistulam ad Romanos — new OET from PG 74 Greek.
Witnesses
- Copy-text PG 74 (Greek)
English is newly prepared for study from the stated edition. Open Greek on each section for the source text. This is not a complete critical edition.