Isaiah commentary Book II Tomos 2 opening
Book II Tomos 2.
Book II Tomos 2 Isaian oracles toward Christ.
Greek
ΤΟΜΟΣ Βʹ.}1 9Ὅρασις ἣν εἶδεν Ἡσαίας υἱὸς Ἀμὸς κατὰ Βαβυλῶνος.9 Ἡ μὲν κατὰ Βαβυλῶνος ὅρασις, καὶ μὴν καὶ αἱ ταύτῃ καθεξῆς, κατά γε Ἰδουμαίων καὶ Μωαβιτῶν, καὶ μέν τοι καὶ Αἰγυπτίων, καὶ προσέτι τῶν ἑτέρων πεποίηνται μὲν εἰς παράκλησιν τῷ Ἰσραήλ· ἱστο- ρικωτέραν δέ πως τῶν σημαινομένων ἔχουσι τὴν ἀπόδοσιν, πλὴν ἐφεῖται τοῖς νουνεχεστέροις, ὡς ἐκ παχείας καὶ νῦν εἰκόνος μεταχαράττειν ἀστείως εἰς πνευματικὴν θεωρίαν τὰ τοῖς ἀρχαίοις συμβεβηκότα σαφεστάτην· ὃ τοῖς ἐντευξομένοις ποιήσεται τὴν ἀφ- ήγησιν προϊὼν ὁ λόγος, καὶ τῶν γεγραμμένων ἕκαστα διερμηνεύων ὡς ἔνι. Χρῆναι δὲ οἶμαι καὶ νῦν ἐπὶ τὴν τοῦ πράγματος ἀρχὴν ἀναδραμεῖν, καὶ τὰς τῆς ὁράσεως αἰτίας προαφηγήσασθαι. Κεκλημένος γὰρ διὰ τοῦ πανσόφου Μωσέως ὁ Ἰσραὴλ εἰς ἐπίγνωσιν καὶ λατρείαν τοῦ κατὰ ἀλήθειαν ὄντος Θεοῦ, καὶ νόμον ἔχων τὸν ἀπευθύνοντα πρὸς πᾶν ὁτιοῦν τῶν τεθαυμασμένων, κατημέλησε μὲν τῆς αὐτῷ δοθείσης ἐντολῆς, ἐτράπετο δὲ πρὸς διδασκαλίας ἐντάλματα ἀνθρώπων, μᾶλλον δὲ καὶ τοῖς ἔτι χείροσιν ἑαυτὸν ἐνιεὶς, τοῖς τῆς εἰδωλολατρείας ἐνώλισθε βόθροις. Ἐπῃτιᾶτο γοῦν τοιαῦτα δρᾷν ἑλομένους ὁ τῶν ὅλων Θεὸς διὰ παντὸς προφήτου, καὶ πολλὴν ἐποιεῖτο δεδυσσεβηκότος αὐτοῦ τὴν καταβοήν. Ἔφη γοῦν· "6Ἐγγίζει μοι ὁ λαὸς οὗτος, τοῖς χείλεσιν αὐτῶν τιμῶσί με· ἡ δὲ καρδία αὐτῶν πόῤῥω ἀπέχει ἀπ' ἐμοῦ."6 Μάτην δὲ σέβονταί με διδάσκοντες διδασκα- λίαν ἐντάλματα ἀνθρώπων. Καὶ πάλιν· "6Τί ἡ ἠγα- πημένη ἐποίησεν ἐν τῷ οἴκῳ μου βδέλυγμα;"6 Βδέ- λυγμα δὲ τὸ εἴδωλον ὀνομάζει. Οὐκοῦν ἀπονενευκότα δεινῶς εἰς ἐκτόπους ἐξιτηλείας, καὶ τῆς ὑπὸ Θεῷ δουλείας ἀποφέροντας τὸν αὐχένα, καὶ γαῦρον ὥσπερ αὐτῷ τὸ οἰκεῖον ἀντεγείροντες φρόνημα, παρεδίδου κατὰ καιροὺς, ποτὲ μὲν τοῖς τὴν γείτονα νεμομένοις χώραν, Ἰδουμαίοις τέ φημι, καὶ μέντοι καὶ Μωαβί- 70.348 ταις, Αἰγυπτίοις καὶ τοῖς ἐκ Φυλιστιεὶμ, ποτὲ δὲ καὶ δυσαχθεστέραν αὐτοῖς ἐπιφέρων πληγὴν, τοὺς ὅτι μάλιστα τῶν ἐπὶ γῆς ὠμοτάτους αὐτοῖς ἐπηφίει, φημὶ δὴ τοὺς Βαβυλωνίους, οἳ καὶ πᾶσαν ἀμογητὶ τὴν τῶν Ἰουδαίων καταδῃώσαντες χώραν, αἰχμάλω- τον ἀπεκόμισαν εἰς τὴν ἑαυτῶν ἀριθμοῦ κρείττονα πληθύν. Ἀλλὰ ταυτὶ μὲν ὅτι συμβήσεται παροτρύ- νουσιν αὐτοῖς τὸν τῶν ὅλων Θεὸν, προηγόρευον κατὰ καιροὺς οἱ μακάριοι προφῆται. Οἱ δὲ καίτοι πρὸς πέρας αὐτοῖς ἐκβεβηκότων τῶν ἤδη προηγγελμένων, οὐδὲν ἧττον
About this text
Cyril of Alexandria, Commentary on Isaiah (Greek). SERIES on this page: prologue through Book V CLOSEOUT.
English follows PG 70 Greek (CPG 5203). Hill Holy Cross / modern English syncs were not used as wording. Isaiah SERIES CLOSEOUT prologue through Book V.
Witnesses
- Copy-text PG 70 — Commentarius in Isaiam prophetam (Greek)
English is newly prepared for study from the stated edition. Open Greek on each section for the source text. This is not a complete critical edition.