Commentary on Isaiah
Isaiah commentary Book II Tomos 2 opening§book2-tomos2-open
book2-tomos2-openBook II Tomos 2.
Book II Tomos 2 Isaian oracles toward Christ.
Greek · §book2-tomos2-open
ΤΟΜΟΣ Βʹ.}1 9Ὅρασις ἣν εἶδεν Ἡσαίας υἱὸς Ἀμὸς κατὰ Βαβυλῶνος.9 Ἡ μὲν κατὰ Βαβυλῶνος ὅρασις, καὶ μὴν καὶ αἱ ταύτῃ καθεξῆς, κατά γε Ἰδουμαίων καὶ Μωαβιτῶν, καὶ μέν τοι καὶ Αἰγυπτίων, καὶ προσέτι τῶν ἑτέρων πεποίηνται μὲν εἰς παράκλησιν τῷ Ἰσραήλ· ἱστο- ρικωτέραν δέ πως τῶν σημαινομένων ἔχουσι τὴν ἀπόδοσιν, πλὴν ἐφεῖται τοῖς νουνεχεστέροις, ὡς ἐκ παχείας καὶ νῦν εἰκόνος μεταχαράττειν ἀστείως εἰς πνευματικὴν θεωρίαν τὰ τοῖς ἀρχαίοις συμβεβηκότα σαφεστάτην· ὃ τοῖς ἐντευξομένοις ποιήσεται τὴν ἀφ- ήγησιν προϊὼν ὁ λόγος, καὶ τῶν γεγραμμένων ἕκαστα διερμηνεύων ὡς ἔνι. Χρῆναι δὲ οἶμαι καὶ νῦν ἐπὶ τὴν τοῦ πράγματος ἀρχὴν ἀναδραμεῖν, καὶ τὰς τῆς ὁράσεως αἰτίας προαφηγήσασθαι. Κεκλημένος γὰρ διὰ τοῦ πανσόφου Μωσέως ὁ Ἰσραὴλ εἰς ἐπίγνωσιν καὶ λατρείαν τοῦ κατὰ ἀλήθειαν ὄντος Θεοῦ, καὶ νόμον ἔχων τὸν ἀπευθύνοντα πρὸς πᾶν ὁτιοῦν τῶν τεθαυμασμένων, κατημέλησε μὲν τῆς αὐτῷ δοθείσης ἐντολῆς, ἐτράπετο δὲ πρὸς διδασκαλίας ἐντάλματα ἀνθρώπων, μᾶλλον δὲ καὶ τοῖς ἔτι χείροσιν ἑαυτὸν ἐνιεὶς, τοῖς τῆς εἰδωλολατρείας ἐνώλισθε βόθροις. Ἐπῃτιᾶτο γοῦν τοιαῦτα δρᾷν ἑλομένους ὁ τῶν ὅλων Θεὸς διὰ παντὸς προφήτου, καὶ πολλὴν ἐποιεῖτο δεδυσσεβηκότος αὐτοῦ τὴν καταβοήν. Ἔφη γοῦν· "6Ἐγγίζει μοι ὁ λαὸς οὗτος, τοῖς χείλεσιν αὐτῶν τιμῶσί με· ἡ δὲ καρδία αὐτῶν πόῤῥω ἀπέχει ἀπ' ἐμοῦ."6 Μάτην δὲ σέβονταί με διδάσκοντες διδασκα- λίαν ἐντάλματα ἀνθρώπων. Καὶ πάλιν· "6Τί ἡ ἠγα- πημένη ἐποίησεν ἐν τῷ οἴκῳ μου βδέλυγμα;"6 Βδέ- λυγμα δὲ τὸ εἴδωλον ὀνομάζει. Οὐκοῦν ἀπονενευκότα δεινῶς εἰς ἐκτόπους ἐξιτηλείας, καὶ τῆς ὑπὸ Θεῷ δουλείας ἀποφέροντας τὸν αὐχένα, καὶ γαῦρον ὥσπερ αὐτῷ τὸ οἰκεῖον ἀντεγείροντες φρόνημα, παρεδίδου κατὰ καιροὺς, ποτὲ μὲν τοῖς τὴν γείτονα νεμομένοις χώραν, Ἰδουμαίοις τέ φημι, καὶ μέντοι καὶ Μωαβί- 70.348 ταις, Αἰγυπτίοις καὶ τοῖς ἐκ Φυλιστιεὶμ, ποτὲ δὲ καὶ δυσαχθεστέραν αὐτοῖς ἐπιφέρων πληγὴν, τοὺς ὅτι μάλιστα τῶν ἐπὶ γῆς ὠμοτάτους αὐτοῖς ἐπηφίει, φημὶ δὴ τοὺς Βαβυλωνίους, οἳ καὶ πᾶσαν ἀμογητὶ τὴν τῶν Ἰουδαίων καταδῃώσαντες χώραν, αἰχμάλω- τον ἀπεκόμισαν εἰς τὴν ἑαυτῶν ἀριθμοῦ κρείττονα πληθύν. Ἀλλὰ ταυτὶ μὲν ὅτι συμβήσεται παροτρύ- νουσιν αὐτοῖς τὸν τῶν ὅλων Θεὸν, προηγόρευον κατὰ καιροὺς οἱ μακάριοι προφῆται. Οἱ δὲ καίτοι πρὸς πέρας αὐτοῖς ἐκβεβηκότων τῶν ἤδη προηγγελμένων, οὐδὲν ἧττον
Book II Tomos 2 rem early§book2-tomos2-rem-early
book2-tomos2-rem-earlyRem early: Book II Tomos 2 Isaian oracles toward Christ.
Greek · §book2-tomos2-rem-early
ἦσαν σκληροί τε καὶ ἀπειθεῖς, βδελυρὰν καὶ ἐκνομωτάτην ἐπιτηδεύοντες ζωήν. Οἰκονομικώ- τατα τοίνυν ὁ τῶν ὅλων Θεὸς μετὰ πληγὴν καὶ μά- στιγας καὶ τὰ ἐκ τῶν πολεμίων συμβεβηκότα κατὰ καιροὺς αὐτοῖς, καὶ τῶν ἡδίστων καὶ κατευφραίνειν εἰδότων ποιεῖται τὴν προαγόρευσιν· ὑπισχνεῖται δὲ ὅτι καὶ τοὺς ἤδη γεγονότας αἰχμαλώτους ὑπονοστῆσαι 126 παρασκευάσει, καὶ τῶν τῆς ταλαιπωρίας ἀνήσει δεσμῶν, παραδώσει δὲ καὶ αὐτοὺς τοὺς πάλαι νική- σαντας εἰς χεῖρας ἐχθρῶν. Ἦν γὰρ δή που καὶ μάλα εἰκὸς, εἰ καὶ ἀνουθέτητοι μεμενήκασιν ἐπ' ἐκείνοις, ἀλλ' οὖν ἑλέσθαι λοιπὸν τὸ κἂν γοῦν τοῖς δευτέροις ἐφησθῆναί τε ἅμα, καὶ εἰς ἐλπίδα τῶν ποθουμένων ἀναπτερουμένους, τὴν τῷ Θεῷ φιλαιτάτην τιμῆσαι λατρείαν, καὶ ἀκλόνητον αὐτῷ τηρῆσαι τὸ φρόνημα. Ἐπειδὴ τοίνυν, εἰ καὶ πολλοί τινες ἦσαν οἱ κατὰ καιροὺς τὴν τῶν Ἰουδαίων χώραν πεπορθηκότες, ἀλλ' οἵ γε τῶν ἄλλων ἀπηνέστεροί τε καὶ ἀγριώτεροι Χαλδαῖοι μάλιστα, καὶ οἱ τῆς Βαβυλῶνος βεβασιλευ- κότες κατὰ καιροὺς αὐτοῖς οἱονεὶ καὶ πρώτοις ὁ τῆς προφητείας λόγος ἐπιπηδᾷ καί φησιν· 9Ἐπ' ὄρους πεδινοῦ ἄρατε σημεῖον.9 ∆εῖν δὲ οἶμαι τῆς ἑρμηνείας τῶν προκειμένων ἀκριβῆ ποιεῖσθαι τὴν ἀπόδοσιν ᾑρημένους, προαφ- ηγήσασθαί τι τῶν ἀναγκαιοτάτων. Κύρος τοιγαροῦν, ὁ πατρὸς μὲν Καμβύσου γεγονὼς, μητρὸς δὲ Μαν- δάνης, Περσῶν τε καὶ Μήδων βεβασιλευκὼς, κατ- εστράτευσε τῆς Βαβυλῶνος, καὶ πάσης δὲ τῆς τῶν Χαλδαίων χώρας εὐρείας τε οὔσης καὶ πολλῆς ἄγαν· καὶ δὴ καὶ κεκράτηκεν. Εἷλεν αὐτὴν οὐ δυνάμεσιν ἰδίαις, οὔτε μὴν ἀλκιμωτέρᾳ χειρὶ χρήσασθαι δυνη- θεὶς (ἄμαχον γάρ τι καὶ ἀνανταγώνιστον τὸ Χαλ- δαίων ἔθνος ἦν, διά τε πληθὺν, καὶ τὸ εὖ μάλα γε- γυμνάσθαι τὰ τακτικὰ), Θεοῦ μᾶλλον ὑποφέροντος αὐτῷ τοὺς ἀνθεστηκότας, καὶ τὰ δυσσεβῆ τῶν Βαβυ- λωνίων κατασείοντος κράτη· διάτοι τὸ πλείστην μὲν ὅσην παρ' αὐτοῖς εἶναι τὴν γοητείαν· ἀριθμοῦ δὲ κρείττονα τὸν τῶν εἰδώλων ἐσμόν· καὶ γοῦν γῆ τῶν γλυπτῶν κατωνόμασται, ἢ διὰ τὴν τῶν εἰδώλων πληθὺν, ἤγουν ὅτι καὶ ἕκαστος τῶν ἐκεῖσε κατῳκη- κότων κατ' οὐδένα τρόπον εἰδώλου διενεγκὼν ἡλί- σκετο, κατά γέ φημι τὸ ἀσχέτως τε καὶ ἀκρατῶς ἀπονεῦσαι πρὸς πλάνησιν. Εἶτα πρὸς τούτοις, ὅτι τὴν ἁγίαν καὶ ἐκνεμηθεῖσαν τῷ Θεῷ καταδῃώσαντες γῆν, τοῦτ' ἔστι, τὴν Ἰουδαίαν, κατεμπρήσαντές τε τὰ Ἱεροσόλυμα, καὶ αὐτόν τε τὸν θεῖον ναὸν, ἀπεκόμι- σαν μὲν τὰ σκεύη τὰ ἱερὰ εἰς τὴν ἑαυτῶν, θυμῷ δὲ ἀκράτῳ χρώμενοι τὸν Ἰσραὴλ ἀπεκτόνασιν, καίτοι λαὸν ἅγιον ὠνομασμένον, μερίδα τε καὶ κλῆρον Θεοῦ. Ὅτι μὲν γὰρ εἰδωλολατρήσαντα τὸν Ἰσραὴλ παρεδί-δου Θεὸς εἰς χεῖρας ἐχθρῶν οὐκ ἀσυμφανὲς τοῖς τῶν 70.349 ἱερῶν γραμμάτων ἐπιστήμοσιν, ἀλλ' ἐκόλαζον οὐ μετρίως
Book II Tomos 2 rem mid§book2-tomos2-rem-mid
book2-tomos2-rem-midRem mid: historia and spiritual theoria held together.
Greek · §book2-tomos2-rem-mid
των ἐν αὐτῇ· διάτοι τὸ ἠρημῶσθαι παντελῶς. Ἰστέον δὲ ὅτι τὰ Σαρακηνῶν ἔθνη, καὶ μέχρις αὐτῆς διήκοντα τῶν Ἀσσυρίων, καὶ τὴν ἐσωτάτω νεμομένους ἔρημον, Ἄραβας ὀνο- μάζει. Γείτονα γὰρ ἔχουσι τὴν Ἀράβων. Εἰκὸς δὲ δὴ καὶ αὐτοὺς τοὺς ἐξ Ἀραβίας Σαρακηνοὺς ἀναμὶξ τὰς Ἀσσυρίων ἐρήμους περιφοιτᾷν. 9Καὶ ἀναπαύσονται ἐκεῖ θηρία, καὶ ἐμπλησθή- σονται αἱ οἰκίαι ἤχου. Καὶ ἀναπαύσονται ἐκεῖ σειρῆνες, καὶ δαιμόνια ἐκεῖ ὀρχήσονται. Καὶ ὀνο- κένταυροι ἐκεῖ κατοικήσουσιν, καὶ νοσσοποιή- σουσιν ἐχῖνοι ἐν τοῖς οἴκοις αὐτῶν. Ταχὺ ἔρχεται, καὶ οὐ χρονιεῖ.9 Φίλον πως ἀεὶ τοῖς ἀνημέροις τῶν ζώων ἐνδιαί- τημα ποιεῖσθαι τὰ τῶν χωρίων ἠρημωμένα, καὶ πόλις ἐρειπομένη πλείστας τε ὅσας αὐτοῖς, καὶ μὴν καὶ εὐρεῖς τὰς καταδύσεις ἀποτελεῖ αὐτορόφους τε καὶ ἐσχεδιασμένας, καὶ ὡς ἀπό γε τοῦ συμβεβηκότος αὐτομάτως ἐξηυρημένας· ἐν ἐρήμοις τε καὶ τοῖς σιωπῶσι τῶν τόπων, ἠχώ τις ἰσχνὴ, καὶ οἷον ἀπὸ σιγῆς τῆς ἄγαν, οὐκ οἶδ' ὅπως, ἀνίσχει τε καὶ ταῖς τῶν ἠρεμούντων ἀκοαῖς εἰσκρίνεται. Οὐκοῦν θηρία μὲν ἀναπαύσεται, φησὶν, ἤχου δὲ αἱ οἰκίαι πλησθήσονται· τοῦτ' ἔστιν, οὐδένα παντελῶς τὸν οἰκοῦντα ἔχουσαι, τὴν ταῖς ἐρημίαις πρέπουσαν ἠχῶ κατακτήσονται. Ὀρχήσονται δὲ, φησὶν, ἐκεῖ καὶ δαιμόνια. Φασὶ γάρ πως καὶ αὐτὰ τοῖς ἠρεμοῦσι τῶν τόπων ἴδιον ἐμφι- λοχωρεῖν, καὶ οἷον ἐναύλισμα ποιεῖσθαι σχολαῖον. Σειρῆνας δὲ, οἶμαι, φησὶ τὰ εὐστομεῖν εἰδότα πτηνὰ, ἢ, κατά γε τὴν Ἑβραίων ἔκδοσιν, τὴν γλαῦκα. Τοὺς δέ γε τῶν ὄνων ἀγρίους ὀνοκενταύρους ὠνόμασεν· καὶ μὴν καὶ ἐχίνους τοὺς ἀκάνθαις ὀξείαις οἱονεὶ φρίττοντας τῶν μυῶν. Ταυτὶ δὲ σύμπαντα πρέποι ἂν εἰκότως ταῖς εἰσάπαν ἠρημωμέναις ἢ πόλεσιν ἢ οἰ- κίαις. Ἐπιλέγει δὲ τούτοις, ὅτι ταχὺ ἔρχεται, καὶ οὐ χρονιεῖ. Ἢ τοῖς Ἀσσυρίοις πικροτέραν ἐνιεὶς 70.365 τὴν φροντίδα, ἤγουν τοῖς ἐξ αἵματος Ἰσραὴλ παρά- κλησιν οὐ μικρὰν τὸ χρῆμα ποιούμενος. Ἐπειδὴ γὰρ ἦσαν ἐν αἰχμαλωσίᾳ, ἀνεθήσεσθαί γε μὴν προσ- εδόκων καταστρατεύσαντος τῆς Βαβυλωνίων ὁμοῦ Πέρσαις τε καὶ Μήδοις τοῦ Κύρου, ταχεῖαν αὐτοῖς ὑπισχνεῖται τῶν ἀνιαρῶν τὴν λύσιν, καὶ ὅτι τὰ ἐν εὐχαῖς οὐκ εἰς ἀνάβλησιν ἔσται μακρὰν, ἀλλ' οἷον δραμεῖται κατὰ πόδα τοῦ λόγου. 9Καὶ ἐλεήσει Κύριος τὸν Ἰακὼβ, καὶ ἐκλέξεται ἔτι τὸν Ἰσραὴλ, καὶ ἀναπαύσονται ἐπὶ τῆς γῆς αὐτῶν, καὶ ὁ γηώρας προστεθήσεται ἐπ' αὐτούς. Καὶ προστεθήσεται πρὸς τὸν οἶκον Ἰακώβ· καὶ λήψονται αὐτοὺς ἔθνη, καὶ εἰσάξουσιν εἰς τὸν τόπον αὐτῶν. Καὶ κατακληρονομήσουσι, καὶ πληθυνθήσονται ἐπὶ τῆς γῆς τοῦ Θεοῦ, εἰς δού- λους καὶ εἰς δούλας· καὶ ἔσονται αἰχμάλωτοι, οἱ αἰχμαλωτεύσαντες αὐτοὺς, καὶ κυριευθήσονται οἱ κυριεύσαντες αὐτῶν· καὶ ἔσται ἐν τῇ ἡμέρᾳ ἐκείνῃ, ἀναπα
Book II Tomos 2 rem close CLOSEOUT§book2-tomos2-rem-close
book2-tomos2-rem-closeRem CLOSEOUT: Book II Tomos 2 CLOSEOUT.
Greek · §book2-tomos2-rem-close
ρὶς Κυρίου λαὸς αὐτοῦ Ἰακὼβ, σχοί- νισμα κληρονομίας αὐτοῦ Ἰσραήλ."6 Πάνδεινον οὖν ἄρα τὸ κατεπαίρεσθαι τῆς τοῦ Κυρίου γῆς, τοῦτ' ἔστι, τῆς Ἐκκλησίας, καὶ τὰ τῆς μιαιφονίας τολμήματα πληροῦν, κατὰ τοῦ ἐκνεμηθέντος λαοῦ τῷ Χριστῷ. Ἔσται γὰρ κατ' οὐδένα τρόπον καθαρὸς, ὁ τοῖς οὕ- τως ἐκτόποις ἐναλοὺς ἐγκλήμασιν. Φαίη δ' ἂν οἶμαί τις, τὰς ἐπί γε τῇ Ἰουδαίᾳ, καὶ αὐτοῖς δὲ τοῖς Ἱε-ροσολύμοις συμφορὰς ἐκνενοηκώς· Ἆρα γὰρ αὐτό- μολος ἧκεν ὁ Βαβυλωνίων τύραννος, καὶ κατεστρά- τευσε τῆς Ἰουδαίων γῆς, εἷλε δὲ καὶ τὴν ἁγίαν πό- λιν, οὐκ ἀφέντος αὐτῷ τοῦτο δράσαι Θεοῦ, μᾶλλον δὲ οὐκ αὐτῷ δεδωκότος; καίτοι φησὶν αὐτὸς ὁ προφή- της ἡμῖν Ἡσαΐας; ὅτι "6Συριεῖ Κύριος μυΐας, ὃ κυριεύει μέρους ποταμοῦ Αἰγύπτου, καὶ τῇ με- λίσσῃ, ἥ ἐστιν ἐν χώρᾳ τῶν Ἀσσυρίων, καὶ ἐλεύ- σονται πάντες, καὶ ἀναπαύσονται ἐν ταῖς φάραγξι τῆς χώρας, καὶ ἐν ταῖς τρώγλαις τῶν πετρῶν, καὶ εἰς τὰ σπήλαια, καὶ εἰς πᾶσαν ῥαγάδα, καὶ ἐν παντὶ 70.381 ξύλῳ."6 Πῶς οὖν ἄρα τοῖς νεύμασιν ὑπηρετήσας ὁ Βαβυλώνιος ἀνεξίτητον ἔχει τὸ ἔγκλημα, καὶ οὕτω κεκόλασται δεινῶς, ὡς ἐπέκεινα μηδὲν ὁρᾶσθαι τῆς ἐπενεχθείσης ὀργῆς αὐτῷ; Ναὶ καὶ μάλα εἰκότως. Ἠθέλησε μὲν γὰρ ὁ τῶν ὅλων Θεὸς ἀπονενευκότα πρὸς ἀπόστασιν ἐλέγξαι τὸν Ἰσραὴλ, καὶ συμμέτροις αἰκίαις ἀναπεῖσαι παλινδρομεῖν εἰς τὴν αὐτῷ συν- ήθη λατρείαν, φημὶ δὴ τὴν νομικήν. Ὁ δὲ, καίτοι πρὸς τοῦτο ἠγμένος, θηρίου δίκην ἀμείλικτος ἦν, καὶ ἀχαλίνοις ἐχρήσατο τοῖς θυμοῖς, καὶ γοῦν ἐγκαλεῖται Θεοῦ λέγοντος ἐναργῶς· "6Ἐζήλωκα τὴν Ἱερουσαλὴμ,καὶ τὴν Σιὼν ζῆλον μέγαν, καὶ θυμῷ μεγάλῳ ἐγὼ ὀργίζομαι ἐπὶ τὰ ἔθνη τὰ συνεπιτιθέμενα· ἀνθ' ὧν ἐγὼ μὲν ὠργίσθην ὀλίγα· αὐτοὶ δὲ συνεπέθεντο εἰς κακά."6 Ὥσπερ δὲ σκεῦος ὄντα θυμοῦ καὶ ὀργῆς τὸν Φαραὼ καὶ ὑποκείμενον ἤδη κολάσει δι' οἰκεῖα πταίσματα ἐξήγειρε, καθά φησιν αὐτὸς, ἵν' ἐνδείξηται ἐν αὐτῷ, τήν τε ἰδίαν δύναμιν, καὶ τῆς δικαιοκρισίας τὸ ἀκρι- βές· οὕτω νοήσεις καὶ ἐπὶ τοῖς Βαβυλωνίοις. Σκεύη γὰρ ὄντες ὀργῆς, καὶ κολασθῆναι δικαίως ὀφείλοντες, ἐπηνέχθησαν τοῖς Ἱεροσολύμοις· ἵνα παιδεύ- σαντες τὸν Ἰσραὴλ, ἐξαιτηθεῖεν μετὰ τοῦτο καὶ αὐτοὶ τὴν αὐτοῖς ὅτι μάλιστα πρέπουσάν τε καὶ ἁρμοδιωτάτην κόλασιν. 9Σπέρμα πονηρὸν, ἑτοίμασον τὰ τέκνα σου σφαγῆναι ταῖς ἁμαρτίαις τοῦ πατρός σου, ἵνα μὴ ἀναστῶσιν, καὶ ἐμπλήσωσιν τὴν γῆν πολέ- μων. Καὶ ἐπαναστήσομαι αὐτοῖς, λέγει Κύριος Σαβαὼθ, καὶ ἀπολῶ αὐτῶν ὄνομα, καὶ κατάλειμ- μα, καὶ σπέρμα.9 Πάνδεινα μὲν δέδρακε κατὰ παντὸς ἔθνους ὁ Να- βουχοδονόσορ, καὶ οἱ μετ' αὐτὸν δὲ καὶ ἐξ αὐτοῦ γε- γονότες, μέχρι Βαλτάσαρ, ταῖς τοῦ πατρὸς ἑπόμενοι δυστροπίαις, ὑπερήλαντο τὰ ἐκείνου, ὠμοί τε καὶ ἀπηνεῖς κα
Isaiah commentary Book II Tomos 3 opening§book2-tomos3-open
book2-tomos3-openBook II Tomos 3.
Book II Tomos 3 Isaian oracles toward Christ.
Greek · §book2-tomos3-open
ΤΟΜΟΣ Γʹ. ΤΟ ΡΗΜΑ ΤΟ ΚΑΤΑ ΤΗΣ ΜΩΑΒΙΤΙ∆ΟΣ.}1 ∆ιαπεράνας εὖ μάλα τὸν ἐπί γε τοῖς Βαβυλωνίοις καὶ τοῖς ἀλλοφύλοις λόγον, μεθίστησι πάλιν τὴν προαγόρευσιν ἐπὶ τῇ Μωαβίτιδι· τοῦτ' ἔστι κατὰ 70.397 τῆς τῶν Μωαβιτῶν μητροπόλεως χώρας τε ἁπάσης καὶ αὐτῆς τῆς βασιλείας. Ἔθνος καὶ αὐτοὶ βάρβα- ρον, ἀπηχθημένον παρὰ Θεῷ, διάτοι τὸ ἐγκεῖσθαι μὲν ὁλοτρόπως ταῖς τῶν εἰδώλων λατρείαις, ἐπιθαρ- σεῖν δὲ μάλιστα τῇ μάγῳ τέχνῃ, καὶ τῆς τοῦ Θεοῦ κατεπαίρεσθαι δόξης, εἶναί τε τῶν ὅτι μάλιστα πολεμιωτάτων τοῖς ἐξ Ἰσραήλ. Καὶ γοῦν ὅτε τῶν Αἰγυπτίων ἀπηλλαγμένοι πλεονεξίας, ἐπὶ τὴν τῆς ἐπαγγελίας ἀπῄεσαν γῆν, μικροῦ δεῖν ἅπαντες δι- ολώλασι, τό γε ἧκον εἰς τὸ ἐγχείρημα Βαλὰκ, ὃς ἦν βασιλεὺς τὸ τηνικάδε τῶν Μωαβιτῶν. Γέγραπται δὲ οὕτως ἐν τοῖς Ἀριθμοῖς· "6Καὶ ἅπαντες υἱοὶ Ἰσραὴλ παρενέβαλον ἐπὶ δυσμῶν Μωὰβ, παρὰ τὸν Ἰορδάνην κατὰ Ἱεριχώ. Καὶ ἰδὼν Βαλὰκ υἱὸς Σεπφὼρ, πάντα ὅσα ἐποίησεν Ἰσραὴλ τῷ Ἀμοῤῥαίῳ· καὶ ἐφοβήθη Μωὰβ τὸν λαὸν σφόδρα, ὅτι πολλοὶ ἦσαν. Καὶ προσ- ώχθισε Μωὰβ ἐκ προσώπου υἱῶν Ἰσραήλ."6 Εἶτα ποῖον αὐτῷ γέγονε τὸ κακούργημα; Κατεμισθοῦτο τὸν Βαλαὰμ ἐκ τῆς Μεσοποταμίας· ψευδόμαντις δὲ οὗτος καὶ οἰωνοσκόπος· εἶτα παρακαλεῖ, λέγων· Ἐπάρασαί μοι τὸν Ἰσραήλ. Οἶδα γὰρ, φησὶν, ὅτι οὓς ἂν σὺ εὐλογήσῃς, ηὐλόγηνται, καὶ οὓς ἂν σὺ καταράσῃ, κεκατήρανται. Καὶ οἱ μὲν τῆς γοητείας ἐπράττοντο παρ' ἐκείνου τρόποι, βωμῶν τε ἐγηγερ- μένων, καὶ θυσιῶν προσκεκομισμένων. Ἐσφάλλετο δὲ τῆς ἐλπίδος ὁ Βαλὰκ, καὶ τῶν κατὰ γνώμην ἡμάρ- τηκεν, εὐλογοῦντος ἀδοκήτως τὸν Ἰσραὴλ τοῦ παρα- λειφθέντος εἰς τὸ παραράσασθαι δεῖν. Ἐπειδὴ δὲ εἰς τὸ παρ' ἐλπίδας ἐκβέβηκεν αὐτῷ τὸ ἐγχείρημα, πάλιν ἑτέρῳ μέτεισι τρόπῳ τῆς κατ' αὐτῶν δυστρο- πίας τὸ χρῆμα. Σεσαγήνευκε γὰρ τοὺς ἐξ Ἰσραὴλ, ταῖς τῶν γυναικῶν ὥραις συνηρπασμένους ἐπί γε τὸ χρῆναι τῆς πρὸς Θεὸν ἀγάπης ἀποφοιτᾷν, καὶ προσκυ- νεῖν ἑλέσθαι τῷ Βεελφεγώρ· εἴδωλον δὲ τοῦτο τῶν Μωα- βιτῶν. Γέγραπται δὲ οὕτω πάλιν ἐν τοῖς Ἀριθμοῖς· "6Καὶ κατέλυσεν ὁ Ἰσραὴλ ἐν Σαττεὶμ, καὶ ἐβεβηλώθη ὁ λαὸς, ἐκπορνεῦσαι ἐπὶ τὰς θυγατέρας Μωὰβ, καὶ ἐκάλεσαν αὐτοὺς ἐπὶ ταῖς θυσίαις τῶν εἰδώλων αὐτῶν, καὶ ἔφα- γεν ὁ λαὸς τῶν θυσιῶν αὐτῶν· καὶ προσεκύνησαν 145 τοῖς εἰδώλοις αὐτῶν· καὶ ἐτελέσθη Ἰσραὴλ τῷ Βεελφεγὼρ, καὶ ὠργίσθη θυμῷ Κύριος τῷ Ἰσραήλ."6 Ἐπειδὴ γὰρ Θεοῦ ἐπαμύνοντος δεινὸ
Book II Tomos 3 rem early§book2-tomos3-rem-early
book2-tomos3-rem-earlyRem early: Book II Tomos 3 Isaian oracles toward Christ.
Greek · §book2-tomos3-rem-early
ς καὶ δυσάντητος ἦν ὁ Ἰσραὴλ, ταύτῃ τοι καὶ μάλα πικρῶς καὶ φιλοκακούργως, ἀφι- στάντες αὐτοῦ τὴν ἐπικουρίαν, προσκρούειν ἀνέπειθον τῷ ἐπὶ πάντας Θεῷ. ∆ιατετελέκασι δὲ καὶ μέχρι παντὸς τοιαύτην ἔχοντες γνώμην, κἂν εἰ συνέβη τὸν Ἰσραὴλ κοινωνῆσαι συμφοραῖς προσκεκρουκότα Θεῷ, κατηλαζονεύοντο καὶ κατεκερτόμουν ἐκεῖνοι, τὸ μηδὲν ὅλως δύνασθαι κατηγοροῦντες Θεοῦ, τοῦ σώζειν ὑπισχνουμένου τοὺς προσκυνοῦντας αὐτῷ. Καὶ τούτου μάρτυς ὁ μακάριος Ἰερεμίας ἐν τῇ κατ' αὐτῶν ὁράσει λέγων· "6Κατεάχθη κέρας Μωὰβ, καὶ τὸ ἐπιχείριον αὐτοῦ συνετρίβη. Μεθύσατε αὐτὸν ὅτι ἐπὶ Κύριον ἐμεγαλύνθη."6 Καὶ πάλιν· "6Ὅτι οὕτως εἶπε ὁ Κύριος, Ἐλήφθη Ἀριώθ· καὶ ὀχυρώματα συνελήφθη. Καὶ ἀπολεῖται Μωὰβ ἀπὸ λαοῦ, ὅτι ἐπὶ Κύριον ἐμεγαλύνθη."6 Ἧκε μὲν γὰρ κατὰ καιροὺς ὁ 70.400 Ἀσσυρίων καὶ Βαβυλωνίων τύραννος καταδῃώσων τὴν Ἰουδαίαν. Εἷλε δὲ τὰς τῆς Σαμαρείας πόλεις. Μωαβῖται δὲ πάλιν καταμειδιῶντες τῶν ἀπολωλότων ἐπετώθαζον οὐ μετρίως, καὶ κατονειδίζοντες διετέ- λουν τὴν τοῦ Θεοῦ δόξαν. Ταύτῃ τοι δέδονται καὶ αὐτοὶ πρὸς ἐρήμωσιν, ἄρδην τε ἀπολώλασιν ὁμοῦ πόλεσί τε καὶ δήμῳ καὶ οἴκῳ παντὶ, ὥστε ἤδη πως μηδὲ ὑπάρξαι δοκεῖν. ∆ιαμέμνηται τοίνυν ἡ ὅρασις ἡ προκειμένη τῶν συμβεβηκότων αὐτοῖς· ἐξ ὀργῆς δηλονότι τῆς ἄνωθεν, καί φησιν· 9Νυκτὸς ἀπολεῖται ὁ Μωαβίτης· νυκτὸς γὰρ ἀπολεῖται τὸ τεῖχος τῆς Μωαβίτιδος.9 Τινὲς τῶν ταῦτα ἠκριβωκότων παρέδοσαν ὅτι μελλόντων τῶν ἐπ' αὐτοῖς αἴρειν πόλεμον τῶν Βαβυ- λωνίων, σεισμοῦ γεγονότος κατεδονήθη τοσοῦτον Μωαβιτῶν μητρόπολις, ὡς ὅλον αὐτῆς αὐτομάτως κατασεισθῆναι τὸ τεῖχος ἐν νυκτὶ καὶ σκότῳ· οὗ δὴ γεγονότος, πρὸ τῆς τῶν πολεμίων ἐφόδου, μονονουχὶ καὶ ἀπόλωλεν αὐτοῖς ἡ τῆς σωτηρίας ἐλπίς. Ταύτῃ τοι φησὶ νυκτὸς ἀπολεῖσθαι τὴν Μωαβίτιδα. 9Ἀλλὰ λυπεῖσθε, φησὶν, ἐφ' ἑαυτοῖς.9 Ὅμοιον ὡς εἰ λέγοι, Πλειστάκις ὀφρὺν ἐπαίροντες ὑψηλὴν ταῖς ἑτέρων ἐνετρυφήσατε συμφοραῖς· ἀλλὰ νῦν ἐφ' ὑμᾶς αὐτοὺς ὁ πόλεμος τρέχει, καὶ τὰ ἐντεῦ- θεν βλάβη ταῖς ἀνοσίαις ὑμῶν ἐπικρέμαται κεφα- λαῖς. Λυπεῖσθε τοίνυν οὐκ ἐφ' ἑτέροις τισὶν, ἀλλ' ἐφ' ἑαυτοῖς. 9Ἀπολεῖται γὰρ Λεβηδὼν, οὗ ὁ βωμὸς ὑμῶν.9 Ἔφην ὅτι δεινοὶ καὶ ἀγέρωχοι Μωαβῖται γεγόνασι, καὶ ταῖς τῶν δαιμονίων ἀπάταις ἐπιθαρσήσαντες, καὶ διὰ μάγου τέχνης κατευμεγεθήσειν οἰόμενοι τῆς ἁπάν- των χειρὸς, καὶ αὐτοῦ δὲ τοῦ Ἰσραὴλ κἂν εἰ ἐπ- αμύνοι Θεός· οὐκοῦν ἐν τῇ καλουμένῃ Λεβηδὼν, βω- μὸς ἦν αὐτοῖς καὶ τέμενος οὐκ ἀθαύμαστον, τόγε ἧκον εἰς κατασκευήν. Ἐκεῖ τὰς μαντείας ἐπετέλουν, ἐφρό- νουν τε μέγα, καὶ σεπτὸν ὅτι μάλιστα παρὰ τοὺς ἄλλους ἐποιοῦντο τὸν χῶρον. Ἀλλ' ἀπολεῖται, φησὶ, καὶ τὸ τῆς μαντείας ὑμῶν ἐργαστήριον. 9Ἐκεῖ ἀναβήσεσθ
Book II Tomos 3 rem mid§book2-tomos3-rem-mid
book2-tomos3-rem-midRem mid: historia and spiritual theoria held together.
Greek · §book2-tomos3-rem-mid
Τὰ σὰ γὰρ ἐξαγγέλλω πάθη, καὶ διαβόητον ἀποφαίνω τὴν ἐπενεχθεῖσάν σοι συμφοράν. Καὶ ὥσπερ τις εὔρυθμος ἀναβοήσω λύρα, κατακτυπήσω δὲ οὕτως, καὶ ἐξάκουστον ἐργάσομαι τὴν ᾠδὴν, ὡς τεῖχος ὃ ἐνε- καίνισας. Ἔφη μὲν γὰρ ἐν ἀρχαῖς τῆς ὁράσεως ὁ μα- κάριος προφήτης· Νυκτὸς ἀπολεῖται ἡ Μωαβῖτις· νυκτὸς γὰρ ἀπολεῖται τὸ τεῖχος τῆς Μωαβίτιδος. ∆ιερ- μηνεύοντες δὲ ἡμεῖς τῶν εἰρημένων τὴν δύναμιν, ἐλέ- γομεν, ὅτι σεισμοῦ γεγονότος, τὸ τῆς Μωαβίτιδος κατηῤῥάγη τεῖχος, καὶ πρὸ τῆς τῶν πολεμίων ἐκβο- λῆς μονονουχὶ καὶ ἐκ βάθρων ἀναμοχλευθὲν κατεβρόν- τησε τῆς Μωαβιτῶν, ὃ δὴ καὶ ἀνεκαίνισαν, ἀνόνητον παντελῶς τὸν ἐπί γε τούτῳ δαπανήσαντες πόνον. Εἷλον γὰρ ἀμογητὶ τὴν σύμπασαν γῆν Ἀσσύριοί τε καὶ Βα- βυλώνιοι. Ἠχήσει τοίνυν τὰ ἐντός μου, φησὶν, ἐπὶ ταῖς σαῖς συμφοραῖς ὡς κιθάρα, καὶ διαβόητον οὕτως τὸ σὸν ἐργάσομαι πάθος· καθάπερ ἀμέλει τὸ σὸν κατ- ηνέχθη τεῖχος, ὃ ἐνεκαίνισας μὲν, πλὴν ἐπ' οὐδενὶ 70.417 τῶν χρησίμων. Πεπτωκότος γὰρ αὐτομάτως τοῦ τεί- χους, οὐδένα τῶν κατὰ πᾶσαν τὴν Μωαβιτῶν, ἤγουν καὶ ἑτέραις ὄντων πόλεσί τε καὶ χώραις ἔλαθεν τὸ συμβεβηκός. 9Καὶ ἔσται ἐν τῷ ἐντραπῆναί σε, ὅτι ἐκοπίασε Μωὰβ ἐπὶ τοῖς βωμοῖς, καὶ εἰσελεύσεται εἰς τὰ χειροποίητα αὐτῆς, ὤστε προσεύξασθαι, καὶ οὐ μὴ δύνηται ἐξελέσθαι αὐτόν.9 Καὶ τὶ πρὸς τούτῳ, φησὶ, συμβήσεται πάλιν, ὅπερ σοι γενήσεται πρὸς αἰσχύνης καὶ ἐντροπῆς· ματαίους γὰρ ἀνατλήσεις πόνους, ἀναπιμπλὰς μὲν αἱμάτων τοὺς παρὰ σοὶ βωμοὺς, καὶ ἀκαταλήκτους ποιούμενος τὰς θυσίας, καὶ λιτὰς προσάγων τοῖς χειροποιήτοις. Τεύξῃ τε οὐδενὸς τῶν εἰς ὄνησίν τε καὶ σωτηρίαν. Οὐ γάρ σε δυνήσονται τῶν ἐπηρτημένων ἀπαλλάξαι κακῶν. Ποία γὰρ ἰσχὺς ἐν εἰδώλοις ἀψύχοις, ἃ καὶ τέχνης ἐστὶν ἀνθρωπίνης εὑρήματα, καὶ δημιουργοὺς ἔχουσι τοὺς προσκυνοῦντας αὐτά; Οὐκοῦν καθά φησιν ὁ μακάριος ∆αβίδ· Ὅμοιοι αὐτοῖς γένωνται οἱ ποιοῦντες αὐτὰ, καὶ πάντες οἱ πεποιθότες ἐπ' αὐτοῖς. Ἰστέον δὲ, ὅτι δεισι- δαιμονέστεροι λίαν οἱ Μωαβῖται γεγόνασιν, οἰωνοσκο- ποί τε καὶ 152 ψευδομάντεις, καὶ τερατολόγοι, καὶ πολὺ λίαν ἐπιθαρσήσαντες τοῖς ἐκ γοητείας κακοῖς. Ὤοντο γὰρ ἴσως κατευμεγεθήσειν δύνασθαι τῆς τῶν πολεμίων χειρὸς, οὐ τοσοῦτον, ὥς γε οἶμαι, ταῖς τῶν τακτικῶν ἐμπειρίαις, ὅσον ταῖς ἐπικουρίαις τῶν παρὰ σφίσι θεῶν. Ἀλλ' ἡμαρτήκασι τῆς ἐλπίδος, ἄψυχον ὕλην διὰ θυσιῶν τε καὶ λιτῆς καλέσαντες εἰς ἐπικουρίαν. 9Τοῦτο τὸ ῥῆμα ὃ ἐλάλησε Κύριος ἐπὶ Μωὰβ ὁπότε καὶ ἐλάλησεν.9 Αὕτη, φησὶν, ἡ ὅρασις, ἡ κατὰ τῆς Μωαβιτῶν λα- ληθεῖσα παρὰ Θεοῦ· ὁπότε καὶ ἐλάλησε, τοῦτ' ἔστιν, εἰ καὶ πρὶν τοὺς δι' ἐμοῦ γενέσθαι λόγους, πλεῖστά τε ὅσα λελάληκε περὶ αὐτῆς, καὶ ἐπὶ μυρίοις αὐτὴ
Book II Tomos 3 rem close CLOSEOUT§book2-tomos3-rem-close
book2-tomos3-rem-closeRem CLOSEOUT: Book II Tomos 3 CLOSEOUT.
Greek · §book2-tomos3-rem-close
υσιν ἐναργῶς, πλῆθος ἐθνῶν ὀνομάζων αὐτά. Ἐπῄεσαν δὲ ταῖς χώραις, ἤτοι ταῖς πόλεσι τῆς Ἰουδαίας, ὡς ὕδωρ πολὺ καὶ ὡς βίᾳ καταφερόμενον, καὶ θορύβους ἐμποιοῦν, μό- νον δὲ οὐχὶ θαλάσσης δίκην τῶν ἀνθεστηκότων κατα- κυμαίνοντες. Νῶτον δὲ αὐτοὺς πολλῶν ἐθνῶν ἐν 158 τούτοις ἀποκαλεῖ, διάτοι τὸ πολλὰ διώκεσθαι παρ' αὐτῶν ἔθνη. Τρέχουσι δὲ κατὰ νώτου πάντη τε καὶ πάντως τῶν φευγόντων οἱ διώκοντες. Εἶτα τί μετὰ τοῦτο; Ἀποσκορακιεῖ αὐτὸν, φησὶ, τοῦτ' ἔστιν, ὀπίσω πέμψει, καὶ πόῤῥω αὐτὸν διώξεται, ὡς χνοῦν ἀχύρου λικμώντων ἀπέναντι ἀνέμου, καὶ ὡς κονιορτὸν τροχοῦ καταιγίδος φέρουσα. Τί γὰρ οὕτως εὐδιαρίπιστον, ὡς χοῦς ἐκ τροχοῦ καὶ ἁλῶνος, πνεύματος λάβρου κατασπιλάζοντος; Ὅτι δὲ ᾤχετο φυγὰς ὁ Σενναχη- ρεὶμ, πιστώσεται λέγων ὁ τῶν ὅλων Θεὸς πρὸς αὐτὸν διὰ φωνῆς Ἡσαΐου· "6Καὶ ἐμβαλῶ φιμὸν εἰς τὴν ῥίνα σου, καὶ χαλινὸν εἰς τὰ χείλη σου, καὶ ἀποστρέψω σε ἐν τῇ ὁδῷ ᾗ ἦλθες ἐν αὐτῇ."6 9Πρὸς ἑσπέραν ἔσται πένθος πρὶν ἢ πρωῒ, καὶ οὐκ ἔσται. Αὕτη ἡ μερὶς τῶν ὑμᾶς προνομευσάν- των, καὶ κληρονομία τῶν ὑμᾶς κληρονομησάν- των.9 Φθάσας ἔφην ὅτι περιστήσας ὁ Ῥαψάκης τοῖς Ἱεροσολύμοις τὸ μάχιμον, καὶ οὐκ εἰς μακρὰν αἱρή- σειν αὐτὴν ἀπειλήσας, ἀπόλωλε πανστρατιᾷ πρὸ αὐγῆς καὶ ἡμέρας. Πένθος τοίνυν ἔσται, φησὶ, πρὸς ἑσπέραν, πάντως που προσδοκησάντων ἐν τοῖς Ἱε- ροσολύμοις ἔσεσθαι πρωῒ, καὶ τοῦ πολέμου τὴν προσ- βολὴν, ἀλλὰ πέπαυται πρὸ αὐγῆς. ∆ιὰ τοῦτό φησιν· Ἔσται μὲν πένθος πρὸς ἑσπέραν· οὐκ ἔσται δὲ πρὶν ἢ πρωῒ, τοῦτ' ἔστι, πεπαύσεται καὶ καταλήξει τὸ δά- κρυον· καὶ ὁμοῦ τοῖς ἐκ τοῦ παθεῖν οἰχήσεται δείμα- σιν ἐπικουροῦντος Θεοῦ, καὶ παραδόξως ἀνῃρηκότος τὰς τῶν πολεμίων φάλαγγας, καὶ προσέτι τὸν ἡγού- 70.436 μενον ἐξελάσαντος τῆς Ἰουδαίων γῆς. Τοῦτο καὶ ὁ μακάριος ∆αβὶδ ἐξηγεῖται λέγων· "6Τὸ ἑσπέρας αὐλισθήσεται κλαυθμὸς, καὶ εἰς πρωῒ ἀγαλλίασις."6 Ἀλλ' οὗτος, φησὶν, ὁ κλῆρος· αὕτη δὲ καὶ ἡ μερὶς τῶν ὑμᾶς προνομευσάντων καὶ διαρπαζόντων ὡς ἴδιον κλῆρον. Κατονειδίζει διὰ τούτων τοὺς ἐξ Ἰσ- ραὴλ, ὅτι πεπράχασι μὲν αὐτοὶ τὰ δι' ὧν ἦν εἰκὸς ὁλόῤῥιζον ἀπολέσθαι τὸ ἔθνος, κατοικτείρει δὲ πάλιν αὐτὸς, καὶ θανάτῳ κολάζει τοὺς διαρπάζοντας τὸν ἐκνεμηθέντα λαὸν αὐτῷ. "6Ὅτε γὰρ, φησὶ, διεμέριζεν ὁ Ὕψιστος ἔθνη, ὡς διέσπειρεν υἱοὺς Ἀδὰμ, ἔστησεν ὅρια ἐθνῶν κατὰ ἀριθμὸν ἀγγέλων Θεοῦ· καὶ ἐγε- νήθη μερὶς Κυρίου λαὸς αὐτοῦ Ἰακὼβ, σχοίνισμα κληρονομίας αὐτοῦ Ἰσραήλ."6 Ἀλλά μοι πρὸς τού-τοις κἀκεῖνο ἄθρει λεπτῶς, καὶ ὡς ἀπό γε τῶν ἱστο- ρικῶς γεγονότων εἰς ἐννοίας ἔρχου τὰς ἐσωτάτω. Ὅταν ἡμᾶς αἱ πονηραί τε καὶ ἀντικείμεναι δυνά- μεις, ὕδατος βιαίου δίκην καταχεόμεναι τῆς ψυχῆς, ἢ τοῖς ἔξωθεν πε
Isaiah commentary Book II Tomos 4 opening§book2-tomos4-open
book2-tomos4-openBook II Tomos 4.
Book II Tomos 4 Isaian oracles toward Christ.
Greek · §book2-tomos4-open
ΤΟΜΟΣ ∆ ΟΡΑΣΙΣ ΑΙΓΥΠΤΟΥ.}1 9Ἰδοὺ Κύριος κάθηται ἐπὶ νεφέλης κούφης, καὶ ἥξει εἰς Αἴγυπτον, καὶ σεισθήσεται τὰ χειροποίη- τα Αἰγύπτου ἀπὸ προσώπου αὐτοῦ, καὶ ἡ καρδία αὐτῶν ἡττηθήσεται ἐν αὐτοῖς.9 Τίνα δὴ τρόπον ἡ τῶν Αἰγυπτίων σέσωσται χώρα 70.452 καὶ σεσαγήνευται πρὸς εὐσέβειαν, διὰ πίστεως δὲ δηλονότι τῆς ἐν Χριστῷ, καίτοι πολύθεος καὶ ἐκτόπως νοσοῦσα τὴν πλάνην, πειρᾶται διδάσκειν ὁ προφήτης ἐν τούτοις. Ἦσαν μὲν γὰρ οἷάπερ ἐν σκότῳ βαθεῖ, τὸν μὲν φύσει Θεὸν καὶ ἀληθῶς ὄντα τῶν ὅλων δη- μιουργὸν καὶ Κύριον ἠγνοηκότες παντελῶς, ἀνάπτον- τες δὲ τῇ κτίσει τὸ σέβας· καὶ τὸ ἔτι τούτου παρα- λογώτερον, τεχνουργοὶ τῶν ἰδίων ἀναδεικνύμενοι θεῶν, καὶ πολύμορφον εἰδώλων ἐσμὸν ἐν τοῖς τεμένε- σιν ἔχοντες, ὡς καὶ ζώων ἀλόγων ἀναπλάττειν τύπους, καὶ βωμοὺς ἱστάντας καταθύειν αὐτοῖς. Ἔδει τοίνυν πλεοναζούσης ἐν αὐτοῖς ἁμαρτίας, ὑπερπερισσεῦσαι τὴν χάριν, καὶ τοῖς οὕτως ἐχθίστως νενοσηκόσι ἐπι- λάμψαι τὸν ἰατρὸν, καὶ τοῖς τὴν καρδίαν κατεσκοτι- σμένοις τὸ θεῖόν τε καὶ οὐράνιον ἐναστράψαι φῶς. Ἰδοὺ τοίνυν, φησὶ, Κύριος κάθηται ἐπὶ νεφέλης κού- φης, καὶ ἥξει εἰς Αἴγυπτον. Ἀλλὰ τί ἂν βούλοιτο πα- ραδηλοῦν τὸ ἐπὶ νεφέλης κούφης ὁρᾶσθαι τὸν Κύριον; Φέρε λέγωμεν ὡς ἔνι· Τινὲς μὲν τῶν ἐξηγητῶν κούφην ἔφησαν εἶναι νεφέλην τὴν ἁγίαν τοῦ Κυρίου σάρκα, τουτ' ἔστι, τὸν ἐκ τῆς Παρθένου ληφθέντα ναόν· καὶ νεφέλῃ παρεικάζουσι, διάτοι τὸ ἀπηλλάχθαι τάχα που κινημάτων καὶ ἐπιθυμιῶν τῶν γεωδεστέρων ἄνω τε καὶ ὥσπερ ὑψοῦ. Πάναγνον γὰρ ἀληθῶς καὶ ἁπάσης γεώδους ἀκαθαρσίας ἀπηλλαγμένον τὸ ἅγιον σῶμα τοῦ πάντων ἡμῶν Σωτῆρος Χριστοῦ. Ἕτεροι δὲ αὖ κούφην ὠνομάσθαι νεφέλην ὑπειλήφασι τὴν ἁγίαν Παρθένον. Οἶμαι δὲ ἔγωγε τάχα που καὶ ἑτέρων ἡμῖν ἐννοιῶν ὑποσημῆναι πλάτος, τὸ ἐπὶ νεφέλης κούφης καθῆσθαι λέγειν αὐτόν. Πολυτρόπως μὲν γὰρ οἱ μα- κάριοι προφῆται, τὴν τοῦ Θεοῦ δόξαν καταθεώμενοι, γεγράφασι τὰς ὁράσεις. Ὁ μὲν γὰρ Ἡσαΐας ἐπὶ θρόνου ὑψηλοῦ καὶ ἐπηρμένου τεθεᾶσθαί φησι τὸν Κύριον Σαβαὼθ, περιεστώτων ἐν κύκλῳ τῶν ἀνωτάτω δυνάμεων λογικῶν, ὑμνολογουσῶν τε αὐτὸν, πλήρη τε εἶναι λεγουσῶν τὸν οὐρανὸν καὶ τὴν γῆν τῆς δόξης αὐτοῦ. Ὁ δέ γε πάνσοφος ∆ανιὴλ Παλαιὸν ἡμερῶν ἐπὶ θρόνου καθίζει· χιλίας τε χιλιάδας λειτουργεῖν αὐτῷ διατείνεται, καὶ μυρίας μυριάδας περιεστάναι φησί· τεθεᾶσθαι δὲ καὶ ὡς Υἱὸν ἀνθ
Book II Tomos 4 rem early§book2-tomos4-rem-early
book2-tomos4-rem-earlyRem early: Book II Tomos 4 Isaian oracles toward Christ.
Greek · §book2-tomos4-rem-early
ρώπου μετὰ τῶν 165 νεφελῶν ἐρχόμενον, καὶ τὰ τούτοις τέθεικεν ἐφεξῆς. Ἰεζεχιὴλ δὲ ὁμοίως στερέωμα, φησὶν, ἴδεν, ὑποκει- μένων τῶν Σαραφείμ· ἐπὶ θρόνου δὲ ἄνθρωπον τε- θεᾶσθαι, ἤτοι εἶδος ἀνθρώπου, οὗ τὰ μὲν ἄνω φησὶν ἠλέκτρῳ προσεοικέναι, τό γε μὴν ἐξ ὀσφύος εἰς πόδας ὡς ὅρασις πυρός. Ἑκάστῃ δὲ τῶν τοιούτων ὁράσεων, ἔμφασίν τινα δόξης τῆς θεοπρεποῦς, καὶ μυστηρίου τοῦ κατὰ Χριστὸν, ἀστείως ἡμῖν ὑπαινίττεται. Οὐδὲν οὖν ἄρα τὸ κωλύον κἀν τούτῳ νοεῖν, ἐπὶ νεφέλης κούφης τεθεᾶσθαι τὸν Κύριον, χρειωδέστατά τε καὶ ἀναγκαίως. Ἀποπληροῖ γὰρ ἡμῖν ἡ νεφέλη τύπον ὑετοῦ τε καὶ δρόσου πνευματικῆς, καὶ αὐτοῦ δὲ τοῦ σωτηρίου βαπτίσματος. Καὶ γοῦν ὁ μακάριος Παῦλος, τοὺς ἐξ αἵματος Ἰσραὴλ βεβαπτίσθαι φησὶν ἐν τῇ νε- φέλῃ καὶ ἐν τῇ θαλάσσῃ· ἐπήρτητο καὶ τὴν βαθεῖαν ἐκείνην διαπεραιουμένοις ἔρημον, ἐν ἡμέρᾳ μὲν ἡ νεφέλη· προηγεῖτο δὲ καὶ νυκτὶ στύλος πυρός. Ἐγρά- 70.453 φετο δὲ δι' ἀμφοῖν ὁ Χριστὸς, ἤτοι τὸ ἐπ' αὐτῷ μυ- στήριον, ἤγουν ὡς ἐν πίστει τε καὶ ἁγίῳ βαπτίσματι, δικαίωσις καὶ ἁγιασμός. Ἔδει τοίνυν ἐπὶ καθάρσει τε καὶ μεταβολῇ ἰόντα τὸν Κύριον τῶν Αἰγυπτίων, θεοπρεπῶς δὲ δηλονότι καὶ νοητῶς, ἐπὶ νεφέλης ὁρᾶ- σθαι κούφης. Οὐ γὰρ ἦν ἑτέρως ἀποσμήχεσθαι τῆς τῶν πλανωμένων ψυχῆς τὴν ἐντετηγμένην αὐτῇ κη- λῖδα, μὴ οὐχὶ διὰ τοῦ ἁγίου βαπτίσματος. Οὗ καὶ εἰς τύπον τὴν νεφέλην εἶναι διοριζόμεθα. Κούφη δὲ ἡ νεφέλη καὶ μάλα εἰκότως ὠνόμασται. Βαπτιζόμεθα γὰρ εἰς ἀπόθεσιν ἁμαρτίας, καὶ οἱονεί τι δυσδιακό- μιστον ἀληθῶς φορτίον ἀποτρεπόμενοι τὴν ἀσέβειαν, ὑπόπτεροι τρόπον τινὰ διὰ τούτου γινόμεθα, καὶ τὰ ἄνω φρονεῖν, καὶ τὰς καρδίας ἔχειν ὑψοῦ μανθάνομεν. Τό γε μὴν ἐπικαθῆσθαι τῇ νεφέλῃ τὸν Κύριον, ἐκεῖνο οἶμαι δηλοῦν· Ἡ κάθησις ἢ ἀνάπαυσιν, ἤγουν ἐξου- σίαν ἡμῖν ὑπαινίττεται. Οὐκοῦν ἐπαναπαύεται Χρι- στὸς, οὐχὶ τῇ κατὰ νόμον λατρείᾳ ποθὲν, ἐν τελειώσει δὲ μᾶλλον τῇ διὰ τοῦ ἁγίου βαπτίσματος. Βεβασί- λευκε δὲ οὕτω τῶν ἐπὶ τῆς γῆς. Σεισθήσεσθαι δέ φησι τὰ χειροποίητα Αἰγύπτου ἀπὸ προσώπου αὐτοῦ. Ἀνα- δεδειγμένου γὰρ ἤδη τοῦ ἁγίου βαπτίσματος, καὶ Χρι- στοῦ λοιπὸν ἐπιλάμψαντος, πᾶσά πως ἀνάγκη, τὰ τῆς ἀρχαίας ἀπάτης ἀφανίζεσθαι παίγνια, καὶ τὰς τοῦ διαβόλου παγίδας ὁρᾶσθαι συντεθραυσμένας. Σε- σαγήνευκε δὲ πρὸς ὄλεθρον καὶ ἀπώλειαν ἅπαν μὲν, ὡς ἔπος εἰπεῖν, ἔθνος τε καὶ γένος, μάλιστα δὲ τῶν ἄλλων τοὺς Αἰγυπτίους. ∆εισιδαιμονέστατοι γὰρ γε- γόνασι παρὰ τοὺς ἄλλους, καὶ τάχα που νικῶντες ἐν πλάνῃ Πέρσας τε καὶ Ἀσσυρίους· καίτοι τῆς θεο- πνεύστου Γραφῆς περὶ τῆς ἐκείνων λεγούσης χώρας, ὅτι γῆ γλυπτῶν ἐστιν. Ἡττηθήσεσθαι δὲ τὴν καρδίαν τῶν Αἰγυπτίων φησὶν, παραχωρήσασαν, ὥς γε οἶμαι
Book II Tomos 4 rem mid§book2-tomos4-rem-mid
book2-tomos4-rem-midRem mid: historia and spiritual theoria held together.
Greek · §book2-tomos4-rem-mid
πρώτην εἶναί φαμεν τὴν νυνὶ Ῥινοκο- ρουρητῶν. Λαλοῦσι μὲν καὶ τῇ γλώσσῃ Χανανίτιδι. Ἐσπούδασται γὰρ τοῖς ἐν ταύταις ταῖς πόλεσιν, οὐχὶ τῆς Αἰγυπτίων φωνῆς μεταποιεῖσθαι τοσοῦτον, ὅσον τῆς Σύρων. Φασὶ δέ τινες ἐν ἰδίαις συγγραφαῖς δια- μνημονεῦσαι σαφῶς τὸν Ἰώσηπον, ὅτι τῆς Ἰουδαίων ἀποφοιτήσας γῆς, Ἰωνίας τις ὀνόματι τελῶν ἐν τοῖς ἐξαίμασι τοῦ Λευῒ καὶ τῇ κατὰ νόμον ἱερωσύνῃ τε- τιμημένος, ὡς ὁμόρους τῶν Χαναναίων τὰς πέντε ταυτασὶ κατελάβετο πόλεις, φιλονεικήσας πρός τινας τῶν ὁμογενῶν, ἢ τάχα που καὶ δίωξιν ὑπομείνας. Οὗτος, φησὶν, οὐκ εὐαρίθμητον Ἰουδαίων πληθὺν σον- 70.469 αγηγερκὼς, κατῴκηκεν ἐν μιᾷ τῶν πέντε τουτωνὶ πόλεων, ἣ καὶ ὠνόμασται πόλις Ἀσεδὲκ, τοῦτ' ἔστι δικαιοσύνης. Ἐντεῦθέν φασι τοὺς πρὸς τοῖς Αἰγυ- πτίων τέρμασι κατηθίσθαι τε καὶ ἀγαπᾷν τῇ τῶν Χαναναίων γλώσσῃ λαλεῖν. Μαθήσονται δὲ, φησὶ, καὶ ὀμνύειν τῷ ὀνόματι Κυρίου. Παράδοξον δὲ καὶ τοῦτο. Ἔθος μὲν γὰρ τοῖς ματαίων προσκυνηταῖς ὅρκιον ποιεῖσθαι τὸ ἑκάστῳ δοκοῦν τῶν τοῦ κόσμου στοι- χείων. Οἱ μὲν γὰρ τὸν οὐρανὸν ὀνομάζουσιν, οἱ δὲ τὸν ἥλιον, ἕτεροι δὲ καὶ τὰ ἐν σηκοῖς χειρότευκτα· διαμέμνηνται δὲ κατ' οὐδένα τρόπον τοῦ κατ' ἀλή- θειαν Θεοῦ· οὐ γὰρ ἐγνώκασιν αὐτόν. Τῶν γε μὴν ἐπεγνωκότων ἤδη καὶ πεπιστευκότων, ἐστὶ τὸ καὶ ὀμνύειν τῷ ὀνόματι αὐτοῦ. Οὕτω καὶ ὁ πάνσοφος Μωσῆς τῆς ἐν Αἰγύπτῳ λατρείας ἐκπεφοιτηκότα τὸν Ἰσραὴλ πρὸς ἐπίγνωσιν τοῦ κατ' ἀλήθειαν Θεοῦ προσεκόμιζε λέγων· "6Κύριον τὸν Θεόν σου προσκυνή- σεις, καὶ αὐτῷ μόνῳ λατρεύσεις."6 Προσετίθει δὲ τού- τοις, ὅτι Καὶ τῷ ὀνόματι αὐτοῦ ὀμῇ. Ἀπόδειξις τοί- νυν ἐναργὴς τοῦ παραδέξασθαι τὴν πίστιν τὰς πέντε ταύτας πόλεις, τὸ ὀμνῦναι μὲν ἐπ' οὐδενὶ τῶν ματαίων, δέχεσθαι δὲ μᾶλλον εἰς ὅρκου χρείαν τὸ ὄνομα Κυρίου. 9Τῇ ἡμέρᾳ ἐκείνῃ ἔσται θυσιαστήριον τῷ Κυρίῳ ἐν χώρᾳ Αἰγύπτου, καὶ στήλη πρὸς τὸ ὅριον αὐτῆς τῷ Κυρίῳ· καὶ ἔσται εἰς σημεῖον εἰς τὸν αἰῶνα τῷ Κυρίῳ ἐν χώρᾳ Αἰγύπτου.9 Ἡ μὲν γὰρ Αἰγυπτίων σύμπασα γῆ τεμένεσί τε πεπλήθει καὶ μεμέστωτο βωμῶν· σπονδαὶ δὲ ἦσαν καὶ θυσίαι πανταχῆ, τοῦτο μὲν τοῖς τοῦ κόσμου στοι- χείοις προσκομιζόμεναι παρ' αὐτῶν· τοῦτο δὲ, ὡς ἔφην, καὶ τοῖς ἐν σηκοῖς ἱδρυμένοις ἀγάλμασι δηλον- ότι καὶ δαιμονίων στήλαις. Καὶ τί τοῦτο λέγω, ὅτε καὶ ἀλόγων ζώων ἀναθέντες μορφὰς, τὴν Θεῷ πρέ- πουσαν δόξαν αὐτοῖς ἐχαρίζοντο; Ὅρα τοίνυν ἐξ οἵων εἰς οἷα μεταπέπτωκε τὰ Αἰγυπτίων πράγματα. Οἱ γὰρ πάλαι τῶν ἄλλων ἁπάντων δεισιδαιμονέστεροι, καὶ ἀχαλίνως νενευκότες εἰς τὸ ἐξήνιον, τῇ ἡμέρᾳ ἐκείνῃ, φησὶ, τοῦτ' ἔστι, κατ' ἐκεῖνο καιροῦ, καθ' ὃ ἂν ἐπιλάμψῃ παρ' αὐτοῖς τὸ σωτήριον κήρυγμα, παραδέξονται τὴν προσκύνησιν τοῦ φύσει τε
Book II Tomos 4 rem close CLOSEOUT§book2-tomos4-rem-close
book2-tomos4-rem-closeRem CLOSEOUT: Book II Tomos 4 CLOSEOUT.
Greek · §book2-tomos4-rem-close
εύσουσί τε καὶ δι- ελεύσονται τὴν ἔρημον. {1Ὡσανεὶ καὶ ἀνέμων καταιγὶς δι' ἐρήμου διέλθοι.}1 Τὴν κόνιν εἶναι ἀναστᾶσα, καὶ μονονουχὶ συγχέουσα τὸ πᾶν. Προσεπάγει δέ· {1Ὅτι φοβερὸν τὸ ὅραμα καὶ σκληρὸν ἀνηγγέλη μοι.}1 Ἱκανὴ γὰρ λίαν, καὶ ψιλὴ καὶ μόνη τῶν πολεμίων ἡ θέα, καὶ τῶν μαχίμων ἡ ἀλκιμωτάτη πληθὺς κατ- 70.485 εσκευασμένη πρὸς πόλεμον, σκληρὸν ἐμποιῆσαι δεῖμα τοῖς θεωμένοις. Ἀλλ' οὐ τεθεᾶσθαί φησι μόνον, ἀλλὰ γὰρ καὶ, Ἀνηγγέλη μοι, φησίν· ὁμοῦ γὰρ τῇ θέᾳ, καὶ τῶν πραγμάτων τὴν ἔκβασιν ἐδιδάσκετο, δῆλον δὲ ὅτι παρὰ Θεοῦ. {1Ὁ ἀθετῶν ἀθετεῖ, καὶ ὁ ἀνομῶν ἀνομεῖ.}1 Ἀνεπίπληκτον, φησὶ, τῶν ἐπιόντων τὸ θράσος. Οὐ γὰρ λογισμοῖς ἀνθρωπίνοις ἀνάπτονται πρὸς τὸ ἥμε- ρον· ἀλλ' οὐδέ τις τῶν ἐν αὐτοῖς διενθυμεῖταί τι τῶν ἡκόντων· ἀνομεῖ δὲ ἀκαθέκτως, καὶ ἀθετεῖ κατὰ τὸ αὐτῷ δοκοῦν, οὐ φειδοῦς ἐνούσης τινός· Οὐ γὰρ εἰς ἔλεον βλέπουσιν, ἀλλ' ἔργον αὐτοῖς τὸ ἐσπουδασμένον ἔσται, φησὶν, τὸ ἀνομεῖν τε καὶ ἀθετεῖν. Ἔφη τι τοιοῦ- τον καὶ διὰ φωνῆς τοῦ αὐτοῦ, πρὸς τοὺς τῆς Ἀσσυ- ρίων οἰκήτορας· Ἰδοὺ ἐγὼ ἐπάγω ὑμῖν τοὺς Μήδους, οἳ οὐ λογίζονται ἀργύριον, οὐδὲ χρυσίου χρείαν ἔχουσι. Τοξεύματα νεανίσκων συντρίψουσι. Θεοῦ γὰρ ὀργὴν τοῖς πλημμελοῦσιν ἐπάγοντος, οὐδὲν ἔσται τὸ ἐπικουρεῖν δυνάμενον. Θηριοπρεπὴς δὲ μᾶλλον τοῖς ἐθέλουσι καταδῃοῦν τοὺς ἐφ' οἷς ἂν τρέχοιεν, ἐνοικί- ζεται νοῦς. 9Ἐπ' ἐμοὶ οἱ Ἐλαμῖται, καὶ οἱ πρέσβεις τῶν Περσῶν ἐπ' ἐμὲ ἔρχονται. Νῦν στενάξω, καὶ πα- ρακαλέσω ἐμαυτόν. ∆ιὰ τοῦτο ἐνεπλήσθη ἡ ὀσφύς μου ἐκλύσεως, καὶ ὠδῖνες ἔλαβόν με, ὡς τὴν τίκτουσαν· ἠδίκησα τοῦ μὴ ἀκοῦσαι, ἐσπού- δασα τοῦ μὴ βλέπειν. Ἡ καρδία μου πλανᾶται, καὶ ἡ ἀνομία με βαπτίζει, ἡ ψυχή μου ἐφέστηκεν εἰς φόβον.9 Προσωποποιΐας ἔχει δύναμιν ὁ ἔν γε τουτοισὶ λόγος. Εἰσκομίζεται γὰρ ὁ Ἀσσύριος, καὶ δεδιὼς τὴν ἔφ-οδον, καὶ τῶν πολεμίων τὰς φάλαγγας οὐκ ἠγνοηκὼς, καὶ ἐπὶ τίνας αὐταῖς ὁ τοῦ πολέμου σκοπός. Οὐ γὰρ ἐφ' ἑτέρους τινὰς, ἀλλ' ἐμοὶ, φησὶν, οἱ Ἐλαμῖται, καὶ οἱ πανάριστοι τῶν Περσῶν ὡρμήκασι. Στενάξω δὴ οὖν καὶ παρακαλέσω ἐμαυτόν. Τοῖς γὰρ ἐν ἐσχάτῃ συμφορᾷ γεγονόσι δοκεῖ προσεῖναί τις παραμυθίας τρόπος, τὸ θρηνεῖν τε καὶ ὀλοφύρεσθαι. Ἐκθλίβεται γὰρ ἐξ ὀδύνης τὸ δάκρυον. Πρᾶγμα δὲ ξένον εἰ θρη- νοῦσιν Ἀσσύριοι, σκληροὶ καὶ ἀγέρωχοι γεγονότες ἀεὶ, ἐξοφρυωμένοι τε ἅγαν κατὰ πάντων τῶν ἐθνῶν, καὶ οὐκ εὐάντητον ἔχειν οἰόμενοι τὴν ἀντίστασιν. Ἀλλ' οἱ θρασεῖς οὕτω καὶ φρονήμασι τοῖς ὑπὲρ ἄνθρωπον ἐξογκούμενοι, γυναικοπρεπὲς εἰσδέχονται τὸ δάκρυον, καὶ θρῆνον ἐφ' ἑαυτοῖς ἀρτύουσι, πρὸ τῆς τοῦ πολέ- μου πείρας κατακλώμενοι πρὸς ἀσθένειαν. Ἐνεπλή- σθη γὰρ ἡ ὀσφύς μου ἐκλύσεως, καὶ ὠδῖνες ἔλ
Isaiah commentary Book II Tomos 5 opening§book2-tomos5-open
book2-tomos5-openBook II Tomos 5.
Book II Tomos 5 Isaian oracles toward Christ.
Greek · §book2-tomos5-open
ΤΟΜΟΣ Εʹ. ΤΟ ΟΡΑΜΑ ΤΗΣ ΦΑΡΑΓΓΟΣ ΣΙΩΝ.}1 Τὴν τῶν Αἰγυπτίων, Ἀσσυρίων τε καὶ Ἰδουμαίων ἅλωσιν προηγορευκὼς ὁ προφήτης, ἐπ' αὐτὴν ἔρχεται τὴν ἁγίαν πόλιν, τοῦτ' ἔστι τὴν Ἱερουσαλήμ· καὶ τὰ συμβησόμενα αὐτῇ κατὰ καιροὺς ἐκ θείας ὀργῆς προαφηγεῖται χρησίμως· ἵν' εἰδεῖεν, ὅτι δικαιοσύνης ὑπάρχων πρύτανις ὁ τῶν ὅλων Θεὸς, μᾶλλον δὲ αὐτὸ χρῆμα δικαιοσύνη· οὐ τὸν οἰκεῖον ἁπλῶς γεγονότα, διά γε τοῦ πεπαιδαγωγεῖσθαι νόμῳ, τιμᾷ καὶ προσ- ίεται, καὶ φροντίδος ἀξιοῖ· δοκιμάζει δὲ μᾶλλον τὰ ἑκάστῳ βεβιωμένα, καὶ τοῖς μὲν ἀγαθοῖς τὴν ἕξιν διανέμει τὰ ἀγαθά· ἡγεῖται δὲ ξένον καὶ κατ' οὐδένα τρόπον αὐτῷ προσοικειούμενον τὸν τῆς φαυλότητος ἐραστὴν, κἂν εἴ τις εἴη τυχὸν ἀγαπητὸς διὰ τοῦς πατέρας. Ὤοντο τοίνυν ἐκ πολλῆς ἄγαν ἀμαθίας τῶν Ἰουδαίων οἱ δῆμοι, καὶ ἀνάλωτοι παντελῶς ἔσεσθαι τοῖς ἐχθροῖς, καὶ οὐδενὸς τὸ σύμπαν ἐπι- πηδῶντος αὐτοῖς, τὸν ἠρεμαῖόν τε καὶ ἐν πολλαῖς ἅγαν εὐημερίαις διαβιῶναι βίον, καίτοι Θεῷ προσ- κρούοντες, καὶ εἰς πολλὴν ἄγαν ἀσέβειαν ἀπονενευ- κότες. Προσκεκυνήκασι γὰρ εἰδώλοις, καὶ ὑποκάτω δρυὸς καὶ λεύκης ἀναθέντες ἕδη καὶ βωμοὺς τοῖς ματαίοις θυσίας προσῆγον καὶ σπονδὰς ἐπετέλουν, τῆς ὀφειλομένης τῷ παναγίῳ Θεῷ δόξης εἰς ἅπαν ἠφειδηκότες. Καὶ γοῦν διὰ φωνῆς Ἱερεμίου φησὶ πρὸς αὐτοὺς περὶ τῆς Ἱερουσαλήμ· "6Καὶ μὴ λέγετε ὅτι, Ναὸς Κυρίου ἐστὶν, ὅτι ἐὰν μὴ διορθοῦντες διορ- θώσητε τὰς ὁδοὺς ὑμῶν, καὶ τὰ ἐπιτηδεύματα ὑμῶν, καὶ δώσω τὸν οἶκον τοῦτον ὥσπερ Σηλώμ."6 Κατ- ητιᾶτο δὲ πάλιν αὐτοὺς διὰ Μιχαίου τοῦ προφήτου λέγων· "6Οἱ ἡγούμενοι αὐτῆς μετὰ δώρων ἔκρινον, καὶ οἱ ἱερεῖς αὐτῆς μετὰ μισθοῦ ἀπεκρίνοντο, καὶ οἱ προφῆται αὐτῆς μετὰ ἀργυρίου ἐμαντεύοντο, καὶ ἐπὶ τὸν Κύριον ἐπανεπαύοντο λέγοντες· Οὐχὶ Κύριος ἐν ἡμῖν ἐστιν; Οὐ μὴ ἐπέλθῃ ἐφ' ἡμᾶς κακά. ∆ιὰ τοῦτο δι' ὑμᾶς Σιὼν ὡς ἀγρὸς ἀροτριαθήσεται, καὶ Ἱερου- σαλὴμ ὡς ὀπωροφυλάκιον ἔσται, καὶ ὄρος τοῦ οἴκου ὡς ἄλσος δρυμοῦ."6 Ὀξὺ δὲ ὅτι τὸ τοῦ Θεοῦ κρίμα κατὰ παντὸς ἔρχεται τοῦ πλημμελεῖν εἰωθότος φα- νερὸν αὐτοῖς ἐποίει λέγων καὶ ὁ θεσπέσιος Ἰωάννης· "6Γεννήματ' ἐχιδνῶν, τίς ὑπέδειξεν ὑμῖν φυγεῖν ἀπὸ τῆς μελλούσης ὀργῆς; Ποιήσατε οὖν καρποὺς ἀξίους τῆς μετανοίας, καὶ μὴ δόξητε λέγειν ἐν ἑαυτοῖς ὅτι Πατέρα ἔχομεν τὸν Ἀβραάμ· λέγω γὰρ ὑμῖν ὅτι δύ-ναται ὁ Θεὸς ἐκ τῶν λίθων τούτων ἐγεῖραι τέκνα τῷ Ἀβραάμ. Ἤδη δὲ
Book II Tomos 5 rem early§book2-tomos5-rem-early
book2-tomos5-rem-earlyRem early: Book II Tomos 5 Isaian oracles toward Christ.
Greek · §book2-tomos5-rem-early
ἡ ἀξίνη πρὸς τὴν ῥίζαν τῶν δέν- 70.504 δρων κεῖται· πᾶν οὖν δένδρον μὴ ποιοῦν καρπὸν καλὸν ἐκκόπτεται καὶ εἰς πῦρ βάλλεται."6 Ἀχάλινον τοίνυν ἔχοντος Ἰσραὴλ ἐπὶ τὸ χρῆναι πλημμελεῖν τὴν ἐπίδοσιν, προσκειμένου τε καθάπερ ἔφην ἀρτίως, ταῖς τῶν εἰδώλων ψευδολατρείαις, τὴν ἐσομένην τῶν Ἱεροσολύμων κατὰ καιροὺς ἅλωσιν προαναφαίνει Θεὸς διὰ τοῦ προφήτου, καί φησιν· 9Τί ἐγένετό σοι νῦν, ὅτι ἀνέβητε πάντες εἰς δώ- ματα μάταια; Ἐνεπλήσθη ἡ πόλις βοώντων· οἱ τραυματίαι σου, οὐ τραυματίαι μαχαίρας, οὐδὲ οἱ νεκροί σου, νεκροὶ πολέμου.9 Ἔοικε μὲν οὖν τὴν ἐν καιροῖς Ἰεχονίου δῄωσιν ἐν- θάδε δηλοῦν· αἰτιᾶσαι δὲ λίαν τοὺς ἐξ Ἰσραὴλ, ὡς μηδὲ ἐν αὐτοῖς τοῖς κακοῖς, καὶ οὕτως ἄγαν 184 ἀκμαιο- τάταις συμφοραῖς κατορθοῦν εἰδότας τὸ τελοῦν εἰς ὄνησιν, καὶ ὅπερ ἔμελλεν αὐτοῖς εὐμενείας τῆς ἄνω- θεν ἔσεσθαι πρόξενον. Ἔδει γὰρ κλαίοντάς τε καὶ ὀλο- φυρομένους ἀναβαίνειν μὲν εἰς τὸν οἶκον τοῦ Θεοῦ, ἐπαγγέλλεσθαι δὲ τὴν μετάγνωσιν, καὶ τῆς ἐφ' οἷς πεπαρῳνήκασιν ἀναμνηστείαν αἰτεῖν, καὶ τὴν παρ' αὐτοῦ καὶ μόνου ζητεῖν ἐπίκουρον χεῖρα. Καὶ τοῦτο αὐτὸς ἐδίδαξε λέγων δι' ἑνὸς τῶν ἁγίων προφητῶν· "6Περιζώσασθε καὶ κόπτεσθε, οἱ ἱερεῖς, θρηνεῖτε, οἱ λειτουργοῦντες θυσιαστηρίῳ, εἰσέλθετε, ὑπνώσατε ἐν σάκκοις, οἱ λειτουργοῦντες Θεῷ, ὅτι ἀπέσχεν ἐξ οἴκου ὑμῶν θυσία καὶ σπονδή· ἁγιάσατε νηστείαν, κηρύ- ξατε θεραπείαν, συναγάγετε πρεσβυτέρους πάντας κατοικοῦντας γῆς εἰς οἶκον Θεοῦ ὑμῶν, καὶ κεκρά- ξατε πρὸς Κύριον ἐκτενῶς, Οἴμοι, οἴμοι, εἰς ἡμέραν."6 Ταῦτα δὴ οὖν ἔδει δρῶντας αὐτοὺς ἐκμειλίσσεσθαι παρωξυμμένον τὸν διασώζειν ἰσχύοντα. Οἱ δὲ ταυτὶ μὲν ὅτι προσήκει δρᾷν, οὐδὲ εἰς νοῦν τάχα που πλη- ροῦντες ἐδέχοντο, ἀνεφοίτων δὲ εἰς τὰ ἀνώτατα τῶν οἰκειῶν, καὶ κόμμοι μὲν ἦσαν πανταχοῦ, θρῆνοι δὲ παίδων, λιμῷ τάχα που καὶ δίψει δαπανωμένων. Ταυτὶ γὰρ συμβαίνειν ἀνάγκη ταῖς τῶν πόλεων πολιορκου- μέναις. Ταύτῃτοί φησι· Τί ἐγένετό σοι νῦν, ὅτι ἀν- έβητε πάντες εἰς δώματα μάταια; ∆ιὰ τί γὰρ, φησὶ, καὶ ἐν τοῖς οὕτως ἀφορήτοις δείμασι, καὶ ὅτι περὶ τῶν ἐσχάτων ὑμῖν οἱ λόγοι, καὶ ὁ σύμπας ἀγὼν, οὐχὶ δὴ κεκράγατε πρὸς Θεὸν, ἀνεπηδήσατε δὲ μᾶλλον εἰς δώματα, καίτοι τοῦ πράγματος ὑμᾶς ὠφελοῦντος οὐδέν; ∆ιὰ τοῦτο γὰρ καὶ μάταια δώματά φησι. ∆ιὰ τί καὶ ἐνεπλήσθη ἡ πόλις βοώντων; οὐχὶ δὴ μᾶλλον πρὸς Θεὸν, ἀλλ' εἰκῆ κεκραγότων, καὶ μονονουχὶ τοῖς εἴσω θυρῶν γεγονόσι κακοῖς οὐ μετρίως ἐπασχαλλόντων. Ἔδει τὸν θρῆνον εἶναι πρὸς μετάγνωσιν, ἔδει τὸ δά- κρυον καταχεῖσθαι πρὸς Θεόν. Ἰδοὺ, φησὶ, πρὶν ἅψα- σθαι μάχης, πρὶν ἐπιλαβέσθαι μαχαίρας, πρὶν μελε- τῆσαι τὴν ἀντίστασιν, πλήρης γέγονε νεκρῶν ἡ πόλις. Χρήσιμον οὖν
Book II Tomos 5 rem mid§book2-tomos5-rem-mid
book2-tomos5-rem-midRem mid: historia and spiritual theoria held together.
Greek · §book2-tomos5-rem-mid
τειχίζειν αὐτοὺς, ἔξω τε πάσης ἐφόδου τηρεῖν, καὶ ἀμείνους ἀποφαίνειν τῶν Βαβυλωνίων. Καὶ καθ' ἕτερον δὲ τρόπον συγκατεληΐζοντο καὶ αὐτοὶ τὸ τῶν Ἰου- δαίων ἔθνος, τοῦτο μὲν πεπονηκόσιν ἐπιθέμενοι, καὶ ἁρπάζοντες τοὺς ὑπολελειμένους· τοῦτο δὲ καὶ ἀνα- τιθέντες τοῖς ψευδωνύμοις θεοῖς σκεύη τε ἱερὰ, καὶ τῆς κατὰ νόμον λατρείας ὡς ἐξ ἀνάγκης ἐκπέμπον- τες τοὺς ὑπὸ ζυγὰ γεγονότας τῆς ὑπ' αὐτοῖς δου- 70.521 λείας. Καὶ γοῦν ἔφασκε Θεὸς δι' ἑνὸς τῶν ἁγίων προφητῶν· "6Καὶ τί καὶ ὑμεῖς ἐμοὶ, Τύρος καὶ Σιδὼν, καὶ πᾶσα Γαλιλαία ἀλλοφύλων; μὴ ἀνταπό- δομα ὑμεῖς ἀνταποδίδοτέ μοι, ἢ μνησικακεῖτε ὑμεῖς ἐπ' ἐμοί; Ὀξέως δὲ καὶ ταχέως ἀνταποδώσω τὸ ἀνταπόδομα ὑμῶν εἰς κεφαλὰς ὑμῶν, ἀνθ' ὧν τὸ ἀργύ- ριόν μου, καὶ τὸ χρυσίον μου ἐλάβετε, καὶ τὰ ἐπί- λεκτά μου καὶ τὰ καλὰ εἰσηνέγκατε εἰς τοὺς ναοὺς ὑμῶν, καὶ τοὺς υἱοὺς Ἰούδα, καὶ τοὺς υἱοὺς Ἰσραὴλ ἀπέδοτε τοῖς υἱοῖς τῶν Ἑλλήνων, ὅπως ἐξώσητε αὐτοὺς ἐκ τῶν ὁρίων αὐτῶν."6 Ἥλω τοίνυν καὶ ἡ Τύ- ρος ἐξ ὀργῆς Θεοῦ, κατὰ τοιόνδε τινὰ τρόπον· ἦν μὲν γὰρ νῆσος ἔτι πορθμείου διὰ μέσου κεχωρηκό- τος, καὶ οὐ μακροῖς διαστήμασι τῆς ἠπείρου διείρ- γοντος. Ἐπειδὴ δὲ ἧκεν ὁ Βαβυλώνιος, ζητεῖ τε αὐτὴν ὁμοῦ ταῖς ἄλλαις ἑλεῖν, ἐκέλευσέ τε ταῖς ὑπὸ χεῖρα στρατιαῖς τὴν μεταξὺ καταχωννύντας θάλασσαν, τῇ τε ἠπείρῳ συνάπτειν αὐτὴν, καὶ νῆσον οὐκέτι μένειν ἐᾷν. Οὗ δὴ γεγονότος ἢ καὶ ἔσεσθαι προσδοκηθέντος οὐκ εἰς μακρὰν, οἱ πλεῖστοι τῶν ἐν τῇ Τύρῳ, ἅτε δὴ καὶ ἐμπορίαν ἔχοντες τὸ ἐπιτήδευμα, καὶ ναυσι- πορεῖν εἰωθότες ἀπενήχοντο τῆς νήσου παισί τε ὁμοῦ καὶ γυναίοις, καὶ εἰς ἑτέρας ἀπῴχοντο πόλεις τε καὶ κώμας. Εἰσελάσαντες τοίνυν οἱ Βαβυλώνιοι τοὺς ἐναπομείναντας ἀπεκτόνασιν, εἷλόν τε πολλοὺς, καὶ τὰ τοῖς νενικηκόσι συνήθη δεδράκασι, πλὴν οὐ μετρίως λελύπηνται μεμαθηκότες ὅτι πλεῖστοί τε ὅσοι, καὶ τῶν ἄγαν ἐπιφανεστέρων ἐν αὐτῇ ναυσὶν ἐνθέν- τες τὰ ὄντα πεφεύγασι. Μέμνηται δὲ τῆς ἱστορίας, καὶ τῆς Ἐζεκιὴλ προφητείας ὁ λόγος. Ἔφη γὰρ οὕτω πρὸς αὐτὸν ὁ τῶν ὅλων Θεός· "6Υἱὲ ἀνθρώπου, Ναβουχοδο- νόσορ βασιλεὺς Βαβυλῶνος κατεδουλώσατο τὴν δύνα- μιν αὐτοῦ δουλείᾳ μεγάλῃ ἐπὶ Τύρου. Πᾶσα κεφα- λὴ φαλάκρωμα, καὶ πᾶς ὦμος μαδῶν, καὶ μισθὸς οὐκ ἐγενήθη αὐτῷ καὶ τῇ δυνάμει αὐτοῦ, ἀντὶ τῆς δουλείας τῆς σκληρᾶς ἧς ἐδούλευσεν ἐπὶ Τύρον. Ἀντὶ τούτου δέδωκα αὐτῷ γῆν Αἰγύπτου."6 Μετὰ γάρ τοι τὴν Τυρίων ἅλωσιν ἐπὶ τὸ τῶν Αἰγυπτίων ἔθνος μετετίθει τὴν μάχην ὁ Βαβυλώνιος. Ταυτησὶ τῆς ἱστορίας διαμέμνηται νῦν ὁ μακάριος προφήτης Ἡσαΐας, καὶ ὀλολύζειν κελεύει τὰ τῆς 191 Καρχηδόνος πλοῖα. Ὀλολύζειν δὲ δῆλον ὅτι τὴν Τύρον ὅτι ἀπώ- λετο, καὶ οὐκέτι ἔρχονται ἐκ γῆς Κιτιέων. Φασὶ
Book II Tomos 5 rem close CLOSEOUT§book2-tomos5-rem-close
book2-tomos5-rem-closeRem CLOSEOUT: Book II Tomos 5 CLOSEOUT.
Greek · §book2-tomos5-rem-close
αν τῆς δόξης τῶν τέκνων τοῦ Θεοῦ. 9∆ιότι παρέβησαν τὸν νόμον, καὶ ἤλλαξαν τὰ προστάγματα διαθήκην αἰώνιον, διὰ τοῦτο ἀρὰ ἔδεται τὴν γῆν, ὅτι ἡμάρτησαν οἱ κατοικοῦντες αὐτήν.9 Ἀνανήφει πάλιν εἰς τὸ ἀκριβὲς τῆς προφητείας ὁ λόγος. Ἵνα γὰρ μή τινες οἴωνται τὰς δίκας ἐπάγειν ἀναιτίως τισὶ τὸν τῶν ὅλων Θεὸν τοῖς ἐξ ὀργῆς κι- νήμασι συνάπτουσι τὰς αἰτίας, καὶ τὰ τῶν κολαζο- μένων ἐγκλήματα διαγγέλλουσι σαφῶς. Πενθήσει τοίνυν ἡ γῆ, διὰ ποίαν αἰτίαν; ∆ιότι παρέβησαν τὸν νόμον καὶ παρέλυσαν διαθήκην αἰώνιον. Ταύ- τῃ τοί φησι· Καὶ ἐπάρατος ἔσται ἡ γῆ. Πεπλημμε- 197 λήκασι γὰρ οἱ κατοικοῦντες αὐτήν. Ἔοικε δὲ πάλιν ὁ προφήτης, ἐπειδὴ ταῖς ἄλλαις πόλεσιν ὁμοῦ ἤτοι χώραις καὶ ἡ τῶν Ἰουδαίων ἐξῄτησε δίκας, πε- πόρθηται γὰρ, ὡς ἔφην, τὰ τῶν ὑπὸ νόμον πλημ- μελήματα παρακομίζει εἰς μέσον· Παρέβησαν γὰρ τὸν νόμον, φησὶ, λόγου μὲν αὐτὸν ἀξιοῦντες οὐδενὸς οἱ ἐξ Ἰσραὴλ, εἰς ἑτέραν δὲ ὥσπερ τραπόμενοι τρί- 70.540 βον, καὶ προσέχοντες διδασκαλίαις ἐντάλμασιν ἀν- θρώπων, ἐπειδή γε τὸν καθ' ὅλου λόγον τὴν τῶν ἐννοιῶν ἀπόδοσιν ἀποφέροντες φαμὲν, ὅτι δεδημιούρ- γηκεν ἐν ἀρχαῖς τὸν ἄνθρωπον ὁ τῶν ὅλων Θεὸς, ἐνεχάραξε δὲ φυσικὸν αὐτῷ νόμον, παιδαγωγοῦντα πρὸς εἴδησιν κακοῦ τε καὶ ἀγαθοῦ. Καὶ τοῦτο, οἶμαι, ἐστὶ τὸ διὰ τῆς Ἰωάννου φωνῆς εἰρημένον περὶ τοῦ μονογενοῦς Υἱοῦ τοῦ Θεοῦ· ὅτι "6Ἦν τὸ φῶς τὸ ἀλη- θινὸν, ὃ φωτίζει πάντα ἄνθρωπον ἐρχόμενον εἰς τὸν κόσμον."6 Τοῦτό τοι καὶ ἐν ἐσχάτοις καιροῖς, κατά γε φημὶ τοὺς τῆς ἐπιδημίας, γενέσθαι νοοῦμεν· γέ- γραπται γὰρ, ὅτι "6Ἐν ταῖς ἡμέραις ἐκείναις, φησὶ Κύριος, διδοὺς νόμους μου εἰς τὴν διάνοιαν αὐτῶν, καὶ ἐπὶ τὰς καρδίας αὐτῶν ἐπιγράψω αὐτούς."6 Τοῦτο τοίνυν τὸν ἐμφύτως ἡμᾶς πηδαλιουχοῦντα νόμον πρὸς εἴδησιν ἀγαθοῦ καὶ κακοῦ παρέβησαν οἱ ἐπὶ τῆς γῆς, καὶ ἤλλαξαν τὰ προστάγματα. Ἐκτισμένοι γὰρ ἐπὶ ἔργοις ἀγαθοῖς, ἐτράποντο πρὸς φιλοσαρκίας καὶ φρόνημα τὸ ἐπίγειον. Ταύτῃ τοι καὶ ἐπάρατος ἡ γῆ γέ- γονεν. Προσκεκρούκασι γὰρ τῷ ∆ημιουργῷ διὰ πλεί- στων ὅσων πλημμελημάτων οἱ κατοικοῦντες αὐτήν. 9∆ιὰ τοῦτο πτωχοὶ ἔσονται οἱ ἐνοικοῦντες ἐν τῇ γῇ, καὶ καταλειφθήσονται ἄνθρωποι ὀλίγοι.9 Ἐπειδὴ γὰρ, φησὶν, ἐπάρατος γέγονεν ἡ γῆ, διά τοι τὸ πλείστην ὅσην ἐν αὐτῇ γενέσθαι τὴν ἀνομίαν, ταύτῃ τοι καὶ ἀδοκήτῳ πτωχείᾳ πεφορτισμένοι, δια- σωθήσονται μόλις· καταλειφθήσονται γὰρ βραχεῖς τε καὶ εὐαρίθμητοι. Καὶ ταυτὶ μὲν τόγε ἧκον εἰς τὸ γράμμα, καὶ τὸ τῆς ἱστορίας ἐξωφανές. Πρὸς διάνοιαν δὲ τὴν ἐσωτάτω πάλιν ἐκεῖνό φαμεν, ὅτι πάντη τε καὶ πάντως οἱ ἐπὶ τοῦ θείου βήματος ἐπὶ πολλοῖς ἄγαν πλημμελήμασι καταγνωσθησόμενοι πτωχοὶ πάντως ἔσονται, καὶ ἐν ἐνδείᾳ τῶν
Isaiah commentary Book II opening§book2-open-open
book2-open-openBook II of the Commentary on Isaiah.
Continues the Isaian sequence with historia and spiritual theoria toward Christ.
Book II opening rem early§book2-open-rem-early
book2-open-rem-earlyRem early: Book II Isaian oracles.
Book II opening rem mid§book2-open-rem-mid
book2-open-rem-midRem mid: judgment and consolation toward the mystery of Christ.
Book II opening rem close CLOSEOUT§book2-open-rem-close
book2-open-rem-closeRem CLOSEOUT: Book II opening stretch sealed. BOOK II OPEN CLOSEOUT.
Isaiah commentary Book III Tomos 1 opening§book3-tomos1-open
book3-tomos1-openBook III Tomos 1.
Book III Tomos 1 Isaian oracles; historia and theoria.
Greek · §book3-tomos1-open
ΤΟΜΟΣ Αʹ.}1 9Κύριε ὁ Θεός μου, δοξάσω σε, καὶ ὑπνήσω τὸ ὄνομά σου, ὅτι ἐποίησας θαυμαστὰ πράγματα, βουλὴν ἀρχαίαν ἀληθινήν· γένοιτο, Κύριε.9 Ἐν μὲν τῷ τετελεσμένῳ βιβλίῳ μακρὸς τῷ προφήτῃ γέγονε λόγος, καὶ διὰ κεκρυμμένων ἐννοιῶν ἐρχόμενος, περί τε τῆς τοῦ διαβόλου σκαιότητος, καὶ τῆς ἐσομένης ἐπ' αὐτῷ κολάσεώς τε καὶ δίκης, καὶ προσέτι καὶ ἀνατροπῆς τῶν πονηρῶν καὶ ἀντικειμένων δυνάμεων. Προσετίθει δὲ τούτοις, καὶ τῆς τοῦ Χριστοῦ βασιλείας τὴν ἀνάῤῥησιν. Ἔφη γὰρ, ὅτι βασιλεύσει Κύριος ἐν Σιὼν, καὶ ἐν Ἱερουσαλὴμ, καὶ ἐνώπιον τῶν πρεσβυ-τέρων δοξασθήσεται. Τούτων τοιγαροῦν ἁπάντων ἕνεκα περιχαρείας ἔμπλεως ὁ προφήτης γίνεται, καὶ τὸν τῶν οὕτω τεθαυμασμένων ἀποτελεστὴν καταγε- ραίρει ταῖς εὐφημίαις. Ταύτῃ τοί φησι· Κύριε ὁ Θεός μου, δοξάσω σε, καὶ ὑμνήσω τὸ ὄνομά σου, βουλὴν ἀρχαίαν καὶ ἀληθινὴν, καὶ τεθαυμασμένα πεποίηκας πράγματα. Ἐπειδὴ δὲ περὶ τῶν οὔπω γεγονότων κατ' ἐκεῖνο καιροῦ τὸ Ἐποίησας φησὶν, ὅτι μὲν οὔπω γέγο- νεν, ἔσται γε μὴν πάντη τε καὶ πάντως ὑποδηλοῖ, προ- στιθεὶς τὸ Γένοιτο, Κύριε. Τοῖς μὲν γὰρ τῆς διανοίας ὄμμασιν, ὡς ἐνεστηκότα τὸν τῆς ἐπιδημίας κατεθεῶντο καιρὸν, ἠγνόουν δὲ οὐδαμῶς οὔπω παρόντα, ὡς ἀρχαίαν δέ γε βουλὴν, καὶ θαυμαστὰ πράγματα τῆς ἐνανθρω- πήσεως τοῦ Μονογενοῦς ἀποκαλεῖ τὸ μυστήριον, καὶ τὰ ἐξ αὐτῆς τοῖς ἀνὰ πᾶσαν κατωρθωμένα τὴν γῆν 70.557 "6Σεσώσμεθα γὰρ ἐν Χριστῷ, προεγνωσμένου μὲν πρὸ καταβολῆς κόσμου, φανερωθέντος δὲ ἐπ' ἐσχά- τοις τοῦ αἰῶνος καιροῖς,"6 καθά φησιν ὁ σοφώτατος Παῦλος· "6Οὐ γὰρ νέον, ἢ ἀρτιφανὲς τὸ τοῦ Χριστοῦ μυστήριον, ἀλλὰ προώριστο μὲν πρὸ τῆς τοῦ κόσμου καταβολῆς, πεφανέρωταί γε μὴν ἐν καιροῖς ἰδίοις."6 9Ὅτι ἔθηκας πόλεις εἰς χῶμα, πόλεις ἰσχυρὰς, τοῦ πεσεῖν αὐτῶν τὰ θεμέλια· τῶν δὲ ἀσεβῶν πόλις εἰς τὸν αἰῶνα οὐ μὴ οἰκοδομηθῇ.9 Τῆς ἀληθινῆς καὶ τοῦτο βουλῆς, καὶ τῶν ἀμωμή- των σκεμμάτων τοῦ πάντα ἰσχύοντος Θεοῦ, τὸ κατα- σεισθῆναι πόλεις ὀχυρὰς, γενέσθαι δὲ καὶ εἰς χῶμα, καὶ οἷον ἐκ βάθρων αὐτῶν ἀναμοχλευθῆναι, καὶ ἐλ- πίδος ἔξω γενέσθαι, ἧς οὐ δυνήσονται ἀνασφῆλαί ποτε. Οὐ γὰρ μὴ, φησὶν, εἰς τὸν αἰῶνα οἰκοδομηθῇ. Πόλεις δὲ εἶναί φαμεν τὰς κατασεσεισμένας, οὐχὶ δή που πάντως τὰς αἰσθητὰς, ἤγουν ἀνθρώπους 204 τοὺς ἐν αὐταῖς· οἰόμεθα δὲ μᾶλλον ἑκάστην τῶν πονηρῶν, καὶ ἀντικειμένων δυνάμεων, καὶ πρό γε τῶν
Book III Tomos 1 rem early§book3-tomos1-rem-early
book3-tomos1-rem-earlyRem early: Book III Tomos 1 Isaian oracles; historia and theoria.
Greek · §book3-tomos1-rem-early
ἄλλων, ὠνομάσθαι πόλιν τὸν Σατανᾶν, καὶ τοῦτο ἰσχυράν. Ἔθος γὰρ τῇ θεοπνεύστῳ Γραφῇ πύργοις, καὶ τεί- χεσιν ἢ καὶ πόλεσιν ἔσθ' ὅτε παρεικάζειν τοὺς ἄγαν ἀλκιμωτάτους, καθάπερ ἀμέλει καὶ προλαβόντες εἴ- πομεν, ὅτι τέθειται παρὰ Θεοῦ, καὶ ὁ μακάριος προ- φήτης Ἱερεμίας, ὡς πόλις ὀχυρὰ, καὶ ὡς τεῖχος χαλκοῦν ὀχυρόν. Ἀναδεδειγμένου δὲ καὶ ἐπιλάμψαν- τος τῷ κόσμῳ τοῦ Ἐμμανουὴλ, ἀνῄρηται μὲν τῶν ἀντικειμένων δυνάμεων τὸ ἀνόσιον στίφος, ἐξ αὐτῶν δὲ κατεσείσθη βαράθρων [αλ. βάθρων] ὁ Σατανᾶς, πέ- πτωκε δὲ οὕτως ὡς ἀτελευτήτῳ περιπεσεῖν ἀσθε- νείᾳ, καὶ κατ' οὐδένα καιρὸν ἀναστήσεσθαί τε καὶ ἀνανεῦσαι προσδοκᾷν. 9∆ιὰ τοῦτο εὐλογήσει σε ὁ λαὸς ὁ πτωχὸς, καὶ πόλεις ἀνθρώπων ἀδικουμένων εὐλογήσουσί σε. Ἐγένου γὰρ πάσῃ πόλει ταπεινῇ βοηθὸς, καὶ τοῖς ἀθυμήσασι δι' ἔνδειαν σκέπη ἀπὸ ἀνθρώ- πων πονηρῶν ῥύσῃ αὐτούς· σκέπη διψώντων, καὶ πνεῦμα ἀνθρώπων ἀδικουμένων. εὐλογήσουσί σε ὡς ἄνθρωποι ὀλιγόψυχοι διψῶντες· ἐν Σιὼν, ἀπὸ ἀνθρώπων ἀσεβῶν οἷς ἡμᾶς παρέδωκας.9 Κέκληται μὲν εἰς ἐπίγνωσιν Θεοῦ διὰ τῆς ἐν νόμῳ παιδαγωγίας ὁ Ἰσραὴλ, καὶ πεπλούτηκε τὰ παρὰ Θεοῦ. Σέσωσται γὰρ, καὶ τὴν τῆς ἐπαγγελίας κε- κληρονόμηκε γῆν. Ἡ δέ γε τῶν ἄλλων ἐθνῶν ἀμέ- τρητος οὖσα πληθὺς τῶν κατὰ πᾶσάν φημι τὴν ὑπ' οὐρανὸν, ἀλλότριος παντελῶς τῶν πνευματικῶν, καὶ ἄνωθεν καθειστήκεισαν ἀγαθῶν, ἄγευστοι τῶν παρὰ Θεοῦ χαρισμάτων, γυμνοὶ τρόπον τινὰ καὶ ἀνείμονες, οὐ τὴν θείαν ἀνέχοντες σκέπην, οὐ τὴν ἐξ ὕψους περιβολὴν, οὐ πλοῦτον εἰς νοῦν τὸν ἐξ ἀρετῆς, οὐχ ἕτερόν τι τῶν ὅσα ἐστὶν ἐπαίνου μεστὰ, καὶ τοῦ παντὸς ἀξιοῦται θαύματος. Ἐπειδὴ δὲ καὶ αὐτὸς ἐπέφανεν ὁ Χριστὸς, καὶ τῆς τοῦ διαβόλου πλεονεξίας ἐξελὼν προσκεκόμικε τῷ Θεῷ καὶ Πατρὶ, καὶ τὸ τῆς ἀληθείας πεπλουτήκασι φῶς, τῆς παρ' αὐτοῦ δόξης τὴν μέθεξιν, τῆς εὐαγγελικῆς πολιτείας τὴν μεγαλειό- 70.560 τητα τὰς ὑπέρ γε τούτων χαριστηρίους ᾠδὰς ἀνα- πέμπουσι τῷ Θεῷ καὶ Πατρί. Οὐκοῦν ἐπειδήπερ, φησὶν, ὦ ∆έσποτα, καὶ βουλὴν ἀρχαίαν καὶ ἀληθῆ ἐποίησας ἀνακεφαλαιωσάμενος τὰ πάντα ἐν τῷ Χρι- στῷ, καὶ καταφωτίσας μὲν τοὺς ἐν σκότῳ, καθελὼν δὲ τοὺς κοσμοκράτορας τοῦ αἰῶνος τούτου· καίτοι καθάπερ τινὰς πόλεις οὕτως ἰσχυρὰς εὐλογήσει σε ὁ λαὸς ὁ πτωχὸς, ὅλαι τε πόλεις δοξολογήσουσί σε. Ἁπάσαις γὰρ γέγονας βοηθὸς, καὶ σκέπη τοῖς διὰ πτωχείαν τῶν πατρικῶν ἀγαθῶν ἀφορήτως λελυπη- μένοις· ἐῤῥύσω τε αὐτοὺς ἀπὸ πονηρῶν ἀνθρώπων. Ἦσαν γὰρ οὕτω καὶ ἐν τῇ Σιὼν ὀλιγοψυχήσαντές τινες, καθάπερ ἀμέλει ἄνθρωποι δεδιψηκότες. Καὶ τάχα που διὰ τούτων ἡμῖν ὁ προφήτης ἐκεῖνο δηλοῖ. Ἦσαν γὰρ, ἦσαν καὶ ἐν τῷ Ἰσραὴλ οἱ τὴν τοῦ Σω-τῆρος διψῶντες ἐπιδημίαν, καὶ τὸν τῶν ὅλων Σωτῆρα κα
Book III Tomos 1 rem mid§book3-tomos1-rem-mid
book3-tomos1-rem-midRem mid: historia and spiritual theoria held together.
Greek · §book3-tomos1-rem-mid
αμεν· τὸ ὄνομά σου ὀνομάζομεν.9 Ἔθος τοῖς ἁγίοις προφήταις, τὰς ὑπέρ γε τοῦ Ἰσραὴλ ποιεῖσθαι λιτὰς, ἦσαν μὲν γὰρ φιλόθεοι, καὶ τοῖς εἰς εὐσέβειαν αὐχήμασιν εὖ μάλα κατεστεμμέ- νοι. Ἐπειδὴ δὲ ἅπαξ ἐκ ῥίζης πεφήνασιν Ἀβραὰμ καὶ ἐξ αἵματος τῶν ἁγίων πατέρων ἐπιστυγνάζουσιν ἀναγκαίως ὡς ὁμογενέσι τοῖς ἐξ Ἰσραὴλ ὁρῶντες ἀπ- ολλυμένους διά γε τὴν εἰς Χριστὸν δυσσέβειαν. Ταύ- τῃ τοι καὶ νῦν ὁ μακάριος προφήτης Ἡσαΐας πρόσ- εισι λέγων· "6Κύριε ὁ Θεὸς ἡμῶν, εἰρήνην δὸς ἡμῖν· πάντα γὰρ ἀπέδωκας ἡμῖν."6 Εἰ γὰρ χαρίσαιο, φησὶ, τὴν εἰρήνην ἡμῖν, παντὸς ἐσόμεθα πλήρεις ἀγαθοῦ, καὶ ἀπεσχήκαμεν τῶν παρὰ σοῦ χαρισμάτων τελειω- τάτην τὴν μέθεξιν. Καὶ ποίαν αἰτοῦσιν εἰρήνην, ἰδεῖν ἀναγκαῖον· ἢ γὰρ αὐτὸν αἰτοῦσι Χριστόν· αὐτὸς γάρ ἐστιν ἡ εἰρήνη ἡμῶν, κατὰ τὰς Γραφὰς, καὶ δι' αὐτοῦ συνήφθημεν τῷ Πατρὶ, δι' οἰκειότητος δὲ, δηλονότι τῆς πνευματικῆς. Ἢ γοῦν ἐκεῖνό φασιν. Οἱ μὲν γὰρ οὔπω πιστεύσαντες, καὶ ἀναπόβλητον ἔχοντες τὴν ἐκ τῆς ἁμαρτίας κηλῖδα, διεστήκασι τοῦ Θεοῦ, καὶ ἐν ἐχθρῶν τάξει νοοῦνται δικαίως, γαῦρόν τε ἔχουσι τὸν αὐχένα, καὶ τοῖς τοῦ ∆εσπότου μάχονται νόμοις. Οἱ δὲ εὐπειθεῖς καὶ εὐήνιοι, καὶ πρὸς πᾶν ὁτιοῦν ἕτοιμοι τῶν αὐτοῖς ἀρεσκόντων φιλαίτατοί τέ εἰσι καὶ εἰρή- νην ἔχουσι πρὸς αὐτόν. Ἀλλ' ἔστι τὸ χρῆμα θεόσδο- τον ἀληθῶς, καὶ διὰ τῆς ἄνωθεν φιλοτιμίας ἐρχόμε- νον. ∆ὸς τοίνυν ἡμῖν, ὦ ∆έσποτα, τὸ εἰρηνεῦσαι πρὸς σὲ, καὶ ἐκ μέσου γενομένης τῆς βεβήλου καὶ βδελυρᾶς ἁμαρτίας ἑνωθῆναί σοι πνευματικῶς διὰ μεσίτου Χριστοῦ. Τοιοῦτόν ἐστι τὸ διὰ τῆς τοῦ Παύλου φωνῆς ὀρθῶς εἰρημένον· "6∆ικαιωθέντες οὖν ἐκ πίστεως, εἰρήνην ἔχομεν πρὸς τὸν Θεὸν διὰ τοῦ Κυρίου καὶ Σω- τῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ,"6 οὗ δὴ γεγονότος κτῆσις ἐσόμεθα, καὶ κλῆρος Θεοῦ. Ταύτῃ τοι σοφῶς ἐπενήνε- κται τὸ, Κύριε κτῆσαι ἡμᾶς, ἐκτός σου ἄλλον οὐκ οἴ- δαμεν, τὸ ὄνομά σου ὀνομάζομεν. Μονοτρόπους γὰρ εἶναι χρὴ, καὶ Θεῷ μόνῳ κατεζευγμένους τοὺς εἰρη- νεύοντας πρὸς αὐτὸν, ὥστε καὶ αὐτὸν εἰδέναι μόνον, καὶ ἑτέρου παντελῶς ψευδωνύμου Θεοῦ, μηδὲ ἐπὶ γλώττης ὅνομα φέρειν. ∆εῖ γὰρ αὐτὸν ὀνομάζειν μό- 70.581 νον, ὅτι καὶ μόνος ἐστὶν ἐφ' ἡμᾶς φύσει τε καὶ ἀλη- θείᾳ Θεός. Τοιοῦτόν τι καὶ ὁ τοῦ πανσόφου Μωσέως ἡμῖν ἐπεφώνησε νόμος, "6Κύριον τὸν Θεόν σου προσκυνήσεις, καὶ αὐτῷ μόνῳ λατρεύσεις, καὶ τῷ ὀνόματι αὐτοῦ. Ἀμήν."6 9Οἱ δὲ νεκροὶ ζωὴν οὐ μὴ ἴδωσιν, οὐδὲ ἰατροὶ οὐ μὴ ἀναστήσωσι. ∆ιὰ τοῦτο ἐπήγαγες, καὶ ἀπώ- λεσας, καὶ ἦρας πᾶν ἄρσεν αὐτῶν. Πρόσθες αὐτοῖς κακὰ, Κύριε, πρόσθες κακὰ πᾶσι τοῖς ἐνδόξοις τῆς γῆς.9 Οἱ μόνον εἰδότες τὸν φύσει τε καὶ ἀληθῶς ὄντα Θεὸν ὀνομάζοντές τε τὸ ὄνομα αὐτοῦ, καὶ ἐπαριθμοῦντες αὐτῷ
Book III Tomos 1 rem close CLOSEOUT§book3-tomos1-rem-close
book3-tomos1-rem-closeRem CLOSEOUT: Book III Tomos 1 CLOSEOUT.
Greek · §book3-tomos1-rem-close
ίθους τῶν βωμῶν κατακεκομμένους ὡς κονίαν λεπτὴν, καὶ οὐ μὴ μείνῃ τὰ δένδρα αὐτῶν, καὶ τὰ εἴδωλα αὐτῶν ἐκκεκομμένα ὥσπερ δρυμὸς μα- κράν.9 ∆ιὰ μέσου προστρίψας ὁ μακάριος προφήτης τὸν κατά γε τῶν δεδυσσεβηκότων εἰς τοὺς ἁγίους προ- φήτας ἔλεγχον, ἔχεται πάλιν τῆς τῶν νοημάτων ἀκο- λουθίας, καί φησιν ὡς ἐκ προσώπου τοῦ Θεοῦ· ∆ιὰ τοῦτο ἀφαιρεθήσεται ἡ ἀνομία Ἰακώβ. ∆ιὰ τοῦτο· Ποῖον; Ἐπειδὴ γὰρ οὐχ ὡς αὐτὸς ἀνεῖλεν οὕτως ἀναιρεθήσεται, οὔτε μὴν ὡς αὐτὸς ἐπάταξεν οὕτω πληγήσεται, τῆς ἐνούσης γαληνότητος τῷ Θεῷ νικώ- σης ἀεὶ τὰς ἀνθρωπίνας μικροψυχίας, καὶ οὐχὶ πάν- τη τε καὶ πάντως τοῖς ἐπὶ γῆς πλημμελήμασιν ἰσοπα- λεῖς τὰς δίκας ἐπάγοντος, συγκεραννύντος δὲ μᾶλλον ἡμερότητι τὴν ὀργήν. Ταύτῃτοί φησιν· Ἀφαιρεθή- σεται ἡ ἀνομία Ἰακὼβ, τοῦτ' ἔστι, τεύξεται φιλαν- θρωπίας, ἀνήσει δὲ αὐτῷ κατὰ καιροὺς τὰ ἐγκλή- 70.604 ματα, ἀπαλλάξει καὶ αὐτῶν αἰτιαμάτων· καὶ τοῦτό ἐστιν ἡ εὐλογία αὐτοῦ. Ἐπηγγείλατο μὲν γὰρ τῷ Ἀβραὰμ λέγων· "6Ἢ μὴν εὐλογήσω σε καὶ πληθύνων πληθυνῶ τὸ σπέρμα σου."6 Ἀλλ' οὐκ ἂν ηὐλογήθη κατὰ ἀλήθειαν ὁ θεσπέσιος Ἀβραὰμ, οὐδ' ἂν ἐπληθύνθη τὸ σπέρμα αὐτοῦ, ἀναλόγους τοῖς ἡμαρτημένοις ἐξαι- τουμένων τὰς δίκας τῶν ἐξ αἵματος αὐτοῦ. Ἐπειδὴ δὲ καίτοι πεπραχότες τῶν ἀγαθῶν οὐδὲν, μᾶλλον δὲ κατενηνεγμένοι πρὸς ἀνοσιότητα τὴν ἐσχάτην, πε- πλουτήκασι καὶ αὐτοὶ τὴν ἄφεσιν, τετήρηταί τε καὶ διαβέβηκεν εἰς αὐτοὺς ἡ τῆς εὐλογίας ὑπόθεσις. Ὅταν τοίνυν ἀφέλωμαι, φησὶ, τὴν ἁμαρτίαν αὐτοῦ οὗτος ἔσται τῆς εὐλογίας ὁ τρόπος αὐτῷ. Ἐναργῆ δὲ καθίστησι τὸν καιρὸν καθ' ὃν ἔσται καὶ αὐτὸς τῶν πλημμελημάτων ἐλεύθερος. Ὅταν γὰρ, φησὶν, οἱ διὰ τῆς πίστεως κεκλημένοι πρὸς ἐπίγνωσιν τοῦ κατ' ἀλήθειαν ὄντος Θεοῦ τῆς ἀρχαίας καταστρατεύσονται πλάνης, ὅταν ἐκ μέσου γένωνται βωμοὶ, καὶ τεμένη, καὶ ὁ τῶν εἰδώλων ἐσμὸς, ὅταν πυρὶ δαπανήσωσι τοὺς τοῖς ἀψύχοις εἰδώλοις ἐκπεπονημένους ναούς· ὅταν ἐκκόψωσι τὰ δένδρα αὐτῶν, καὶ πρός γε τούτοις τὰ χειροποίητα, καθάπερ τινὰ δρυμόν· τότε δὴ τότε ἀνήσει Θεὸς καὶ αὐτοῖς τοῖς ἐξ Ἰσραὴλ τὰ διεπται- σμένα. Καὶ τοῦτο, οἶμαι, ἔστιν, ὅπερ ἔφησε φῶς ὁ θεσπέσιος Παῦλος· "6Ὅταν δὲ τὸ πλήρωμα τῶν ἐθνῶν εἰσέλθῃ, τότε πᾶς Ἰσραὴλ σωθήσεται."6 Τὸ γὰρ ὅλως κατεμπρῆσαι ναοὺς, καὶ τοὺς παραπεπηγότας αὐτοῖς ἀποκεῖραι δρυμοὺς, προσθεῖναι δὲ καὶ αὐτῶν τῶν ἀγαλμάτων τὴν καταστροφὴν, κατασημήνειεν ἂν ἕτε- ρον οὐδὲν ἢ ἐκεῖνό που πάντως, ὅτι τῶν πάλαι πλανωμένων, καὶ προσκυνούντων τοῖς ἔργοις τῶν ἰδίων χειρῶν μετάστασις ἔσται πρὸς ἀληθείας ἐπίγνωσιν, ὥστε πρὸς τοῦτο φιλοθεΐας ἥκειν αὐτοὺς, ὡς καὶ τοῖς πάλαι προσκυνουμένοις παρ' αὐτῶν ἐπαφεῖναι τὰς χεῖρας, καὶ τοὺς ἐκ ξ
Isaiah commentary Book III Tomos 2 opening§book3-tomos2-open
book3-tomos2-openBook III Tomos 2.
Book III Tomos 2 Isaian oracles; historia and theoria.
Greek · §book3-tomos2-open
ΤΟΜΟΣ Βʹ.}1 9Οἱ ἀπογεγαλακτισμένοι ἀπὸ γάλακτος, οἱ ἀπ- εσπασμένοι ἀπὸ μαστοῦ, θλίψιν ἐπὶ θλίψει προσ- δέχου, ἐλπίδα ἐπ' ἐλπίδι, ἔτι μικρὸν, ἔτι μικρὸν, διὰ φαυλισμὸν χειλέων, διὰ γλώσσης ἑτέρας.9 Κατέληξε μὲν ἡμῖν ὁ πρῶτος λόγος εἰς τὸ, Τίνι ἀνηγγείλαμεν κακά; καὶ τίνι ἀνηγγείλαμεν ἀγγε- λίαν; ∆ιερμηνεύοντες δὲ τῶν προειρημένων τὴν δύ- ναμιν, λέγομεν ὅτι τὸ τῶν ἁγίων προφητῶν εἰσεκο- μίσθη πρόσωπον ἐπιτιμώντων τρόπον τινὰ τοῖς ἐξ αἵματος Ἰσραὴλ, ὡς εἰκῆ μὲν τοῖς παρ' αὐτῶν ἐντε- τυχηκόσι λόγοις, ὠφεληθεῖσι δὲ παντελῶς οὐδὲν, καί- τοι καὶ κακῶν αὐτοῖς, καὶ μέντοι καὶ ἀγγελίας προηγορευμένων. Καὶ κακὰ μὲν εἶναι τὰς τοῖς εἰω- θόσι πλημμελεῖν ηὐτρεπισμένας κολάσεις διαβε- βαιούμεθα, ἀγγελίας τε τὰς ἐπ' ἀγαθαῖς ἐλπίσι τι- μάς. Ὡς οὐδὲν οὖν τὸ σύμπαν ὠφελημένων τῶν ἐξ αἵματος Ἰσραὴλ, εἰ καὶ ἀνηγγέλκασιν αὐτοῖς οἱ προ- φῆται τὰ παρὰ Θεοῦ, ἀπειλάς τέ φημι καὶ τῶν ἐσο- μένων ἀγαθῶν ὑποσχέσεις, Τίνι, φησὶν, ἀνηγγείλα- μεν κακά; καὶ τίνι ἀνηγγείλαμεν ἀγγελίαν; Σεσιγη- κότων δὲ ὥσπερ τῶν ἁγίων προφητῶν, καὶ μέχρι δὴ τούτων τὸν οἰκεῖον στησάντων λόγον, αὐτὸς ὁ τῶν ὅλων Θεὸς τοῖς ἁγίοις ἐπιφωνεῖ λέγων· Οἱ ἀπογεγα- λακτισμένοι ἀπὸ γάλακτος, οἱ ἀπεσπασμένοι ἀπὸ μαστοῦ, θλίψιν ἐπὶ θλίψει προσδέχου, ἐλπίδα ἐπ' ἐλ- πίδι. Οἱ μὲν γὰρ ἀνουθέτητοι, φησὶν, καὶ πολὺ νο- σοῦντες τὸ ἐξήνιον, ἐξώσθησαν εἰκότως, καὶ τῆς ἐν Χριστῷ σωτηρίας ἀμέτοχοι γεγονότες βαδιοῦνται πρὸς ὄλεθρον. Ὑμεῖς δὲ λοιπὸν οἱ διὰ πίστεως κεκλη- μένοι πρὸς ἐπίγνωσιν ἀληθείας, οἱ καθάπερ τινὸς 70.625 μαστοῦ καὶ γάλακτος ἀπεσπασμένοι τῆς ἐν νόμῳ παιδαγωγίας· οἱ τροφὴν μὲν πάλαι νηπιοπρεπῆ δε- χόμενοι, καὶ ἀμαθεστέραν ἔχοντες τὴν φρένα, προ- βεβηκότες δὲ νῦν εἰς ἄνδρα τέλειον εἰς μέτρον ἡλικίας τοῦ πληρώματος τοῦ Χριστοῦ, καὶ εἰς τὴν τελείοις πρέπουσαν μεταφοιτήσαντες τροφὴν, καὶ οὐ μεμενη- κότες ἄπειροι λόγου δικαιοσύνης, κατευθύνατε τὰς ἑαυτῶν καρδίας εἰς παραδοχὴν τοῦ νέου κηρύγματος τῆς εὐαγγελικῆς πολιτείας τῶν διὰ Χριστοῦ θεσπι- σμάτων. Ἀνδρίζεσθε πρὸς ὑπομονὴν, καὶ εἰ θλίψις ἐπέρχοιτο συχνή τε καὶ ἀλλεπάλληλος ἐγηγερμένων τῶν πειρασμῶν, καὶ τῆς τῶν διωκόντων ὠμότητος ἐπιφυομένης ὑμῖν, καρτερήσατε βραχὺ, καὶ ἐπὶ βραχὺ προσδέχεσθε τὰς θλίψεις, ἵνα καὶ ἐλπίδα πλουτήση- τε, τήν γέ φημι τὴν ὑπὲρ νοῦν τὸν ἀνθρώπινον.
Book III Tomos 2 rem early§book3-tomos2-rem-early
book3-tomos2-rem-earlyRem early: Book III Tomos 2 Isaian oracles; historia and theoria.
Greek · §book3-tomos2-rem-early
"6Ὀφθαλμὸς γὰρ, φησὶν, οὐκ οἶδεν, καὶ οὖς οὐκ ἤκουσε, καὶ ἐπὶ καρδίαν ἀνθρώπου οὐκ ἀνέβη, ἃ ἡτοίμασεν ὁ Θεὸς τοῖς ἀγαπῶσιν αὐτόν."6 Εἶτα δια- δείκνυσι ποία τις ἔσται πρώτη κατ' αὐτῶν ἡ θλίψις. ∆ιὰ φαυλισμὸν γὰρ, φησὶ χειλέων, καὶ διὰ γλώσσης ἑτέρας. Ἔστι δὲ τοιοῦτος τῆς προφητείας ὁ νοῦς. Ἐν ταῖς Πράξεσι τῶν ἁγίων ἀποστόλων γέγραπται, ὅτι "6Κατὰ τὴν ἡμέραν τῆς Πεντηκοστῆς ἦσαν πάντες ὁμοῦ συνηγμένοι ἐπὶ τὸ αὐτὸ, καὶ ἰδοὺ 229 ἐγένετο ἐκ τοῦ οὐρανοῦ ἦχος ὥσπερ φερομένης πνοῆς βιαίας."6 Εἶτά φησιν· "6Ὤφθησαν αὐτοῖς διαμεριζόμεναι γλῶσσαι ὡσεὶ πυρὸς, καὶ ἐκάθισεν ἐφ' ἕνα ἕκαστον αὐτῶν, καὶ ἤρξαντο λαλεῖν ἑτέραις γλώσσαις, καθὼς τὸ Πνεῦμα ἐδίδου ἀποφθέγγεσθαι αὐτοῖς."6 Προστέταχε γὰρ αὐτοῖς ὁ Χριστὸς ἀπὸ Ἱεροσολύμων μὴ χωρί- ζεσθαι, περιμένειν δὲ τὴν ἐπαγγελίαν τοῦ Πατρὸς, ἕως ἂν ἐνδύσωνται ἐξ ὕψους δύναμιν. Εἶτα κατελ- θόντες ἐλάλουν τοῖς ἐξ Ἰσραὴλ, καὶ ἅπασι δὲ τοῖς ἐξ ἑτέρων χωρῶν ταῖς δοθείσαις αὐτοῖς παρὰ Θεοῦ γλώσσαις, "6καὶ κατεπλήττοντο μὲν ἀκροώμενοι, καὶ δὴ καὶ ἔφασκον, Οὐκ ἰδοὺ πάντες οἱ λαλοῦντές εἰσιν Ἰουδαῖοι; Καὶ πῶς πάντες ἡμεῖς ἀκούομεν ἕκαστος τῇ ἰδίᾳ γλώσσῃ λαλούντων αὐτῶν; Ἄλλοι δὲ ἔλεγον,"6 φησὶν, "6ὅτι Γλεύκους μεμεστωμένοι,"6 τοῦτ' ἔστι, μεθύουσι, τοῦτο, οἶμαι, ἐστὶ τὸ διὰ φαυλισμὸν χειλέων διὰ γλώσσης ἑτέρας. Ἐλάλουν μὲν γὰρ γλώσσαις ἑτέ- ραις, τοῦ πάντα ἰσχύοντος Θεοῦ καὶ τοῦτο προειρη- κότος. Ἐν ἑτερογλώττοις γὰρ, φησὶ, καὶ ἐν χείλεσιν ἑτέρων λαλήσω τῷ λαῷ τούτῳ, καὶ οὐδ' ὣς πιστεύ- σουσιν. Ἀλλὰ καίτοι δέον εἰς πληροφορίαν δέχεσθαι τὸ σημεῖον, ἐννοήσαντας τὴν ἐπὶ τούτῳ γεγενημένην παρὰ Θεοῦ προαγόρευσιν, τοῦτο μὲν οὐκ ἔδρων, κατονειδίζοντες δὲ τὸ μεθύειν αὐτοῖς μεμενήκασιν ἐν ἀπειθεία. 9Ὅτι λαλήσουσι τῷ λαῷ τούτῳ λέγοντες αὐτῷ· Τοῦτο τὸ ἀνάπαυμα τῷ πίνοντι, καὶ τοῦτο τὸ σύν- τριμμα, καὶ οὐκ ἠθέλησαν ἀκούειν.9 Ἔφη που Θεὸς ἐπὶ ταῖς Ἰουδαίων ἀπονοίαις ἀγα- νακτῶν· Ἰδοὺ ἐγὼ ἐπάγω λιμὸν ἐπὶ τὴν γῆν, οὐ λιμὸν ἄρτου, οὐδὲ δίψαν ὕδατος, ἀλλὰ λιμὸν τοῦ ἀκοῦ- σαι λόγων Κυρίου. Καὶ ἀπὸ ἀνατολῶν ἕως δυσμῶν παραδραμοῦνται ζητοῦντες τὸν λόγον Κυρίου, οὐ μὴ εὕρωσιν. Οὐκοῦν ἐπενήνεκται λιμὸς νοητὸς τοῖς ἐξ Ἰσραὴλ, καὶ ἐπειδήπερ οὐ παρεδέξαντο διὰ τῆς πίστεως τὸν ἄρτον τῆς ζωῆς τὸν ἐξ οὐρανοῦ καταβε- 70.628 βηκότα, καὶ ζωὴν διδόντα τῷ κόσμῳ· ταύτῃτοι καὶ μάλα εἰκότως ἐν ἐνδείᾳ γεγόνασι τῆς θεοσδότου τρο- φῆς· "6Οὐ γὰρ ἐπ' ἄρτῳ,"6 φησὶ, "6μόνῳ ζήσεται ἄν- θρωπος, ἀλλ' ἐπὶ παντὶ ῥήματι ἐκπορευομένῳ διὰ στό- ματος Θεοῦ."6 Καὶ πεπαρῳνήκασι μὲν εἰς τὸν τῶν ὅλων Σωτῆρα καὶ Λυτρωτήν· ἐπειδὴ δέ ἐστιν ἀγαθὸς, καίτοι δεδυσσεβηκότα οὐ φορητῶς ἐκάλει πρὸς μετάγνω
Book III Tomos 2 rem mid§book3-tomos2-rem-mid
book3-tomos2-rem-midRem mid: historia and spiritual theoria held together.
Greek · §book3-tomos2-rem-mid
ος. 9Βουλεύσασθε, ὑψώσατε ματαίαν παράκλησιν.9 Τὴν ἀμνηστίαν αὐτοῖς τὴν ἐφ' οἷς πεπαρῳνήκασιν ὑπισχνούμενος, καὶ ὅτι πικρὸς οὐκ ἔσται λίαν ἐπ' αὐτοῖς εὖ μάλα διειρηκὼς βουλῆς ἀγαθῆς ἐπιλαβέσθαι κελεύει· καταιτιᾶται δὲ, ὅτι ματαίαν παράκλησιν, μέγα τι καὶ ὑψηλὸν χρῆμα εἶναι νομίσαντες, ἔξω φέ- ρονται τοῦ εἰκότος. Ποία δὲ ἡ παρ' αὐτοῖς καὶ μεγάλη νομισθεῖσα παράκλησις, ἔχουσα δὲ τὸ ἀνόνητον; Ἐκείνη που πάντως. Ἔφασκον γὰρ, Ποιήσομεν δια-θήκην μετὰ τοῦ ᾅδου καὶ μετὰ τοῦ θανάτου συνθήκας· καταιγὶς φερομένη ἐὰν ἐπέλθῃ, οὐ μὴ ἔλθῃ ἡμῖν· ἐθήκαμεν ψεῦδος τὴν ἐλπίδα ἡμῶν, καὶ τῷ ψεύδει σκεπασθησόμεθα. Ἀλλ' οἱ ταῦτα διενθυμούμενοι, καὶ κενὴν ἔχοντες τὴν ἐλπίδα, οἰηθέντες τε ὅτι τεθνήξον- ται πρὸ τῶν δεινῶν ἤκουον ἐναργῶς· Καταιγὶς φερο- μένη ἐὰν ἐπέλθῃ, ἔσεσθε αὐτῇ εἰς καταπάτημα. Ὅταν παρέλθῃ, λήψεται ὑμᾶς. 9Οὐαὶ πόλις Ἀριὴλ, ἣν ∆αβὶδ ἐπολέμησε. Συν- αγάγετε γεννήματα ἐνιαυτὸν ἐπὶ ἐνιαυτόν. Φάγε- σθε γὰρ σὺν Μωάβ· ἐκθλίψω γὰρ Ἀριὴλ, καὶ ἔσται αὐτῆς ἡ ἰσχὺς, καὶ ὁ πλοῦτος, Καὶ κυκλώσω, ὡς ∆αβὶδ ἐπὶ σέ· καὶ βαλῶ περὶ σὲ χάρακα, καὶ θήσω περὶ σὲ πύργους, καὶ ταπεινωθήσονται οἱ λόγοι σου εἰς τὴν γῆν, καὶ εἰς τὴν γῆν οἱ λόγοι σου δύσονται. Καὶ ἔσται ὡς οἱ φωνοῦντες ἐκ γῆς ἡ φωνή σου, καὶ πρὸς τὸ ἔδαφος ἡ φωνή σου ἀσθε- νήσει.9 ∆έχεταί τι τῶν ἱστορικῶς γεγονότων ἐν καιρῷ τῆς βασιλείας τοῦ μακαρίου ∆αβὶδ, καὶ τοῦτο ποιεῖ μο- 70.648 νονουχὶ πρὸς ἀνάδειξιν τῶν πολμηθέντων κατὰ Χρι- στοῦ παρὰ τῆς Ἰουδαίων συναγωγῆς. Τύποι γὰρ τῶν 237 ἀληθῶν τὰ ὡς ἐν σκιαῖς τοῖς ἀρχαιοτέροις συμβεβη- κότα. Οὐκοῦν ἡ νῦν Ἱερουσαλὴμ, Ἰεβοὺς ἐκαλεῖτό ποτε. Ταύτην πεπολιόρκηκεν ὁ μακάριος ∆αβίδ. Καὶ διὰ ποίαν αἰτίαν, ἐξ αὐτῶν εἰσόμεθα τῶν ἱερῶν Γραμ- μάτων. Ἔχει γὰρ οὔτως, ἐν τῇ δευτέρᾳ τῶν Βασι- λειῶν· "6Καὶ ἀπῆλθε ∆αβὶδ, καὶ πάντες οἱ ἄνδρες αὐ- τοῦ εἰς Ἱερουσαλὴμ πρὸς τὸν Ἰεβουσαῖον τὸν κατοι-κοῦντα τὴν γῆν, καὶ ἐῤῥέθη τῷ ∆αβὶδ, ὅτι Οὐκ εἰσελεύσεται ∆αβὶδ ὧδε· ὅτι ἀνέστησαν οἱ τυφλοὶ καὶ οἱ χωλοὶ λέγοντες, ὅτι Οὐκ εἰσελεύσεται ὧδε. Καὶ κατ- ελάβετο ∆αβὶδ τὴν περιεχομένην Σιών. Αὕτη ἡ πόλις τοῦ ∆αβίδ. Καὶ εἶπε ∆αβὶδ ἐν τῇ ἡμέρᾳ ἐκείνῃ· Πᾶς τύπτων Ἰεβουσαῖον ἁπτέσθω ἐν παραξιφίδι τοὺς τυφλοὺς, καὶ τοὺς χωλοὺς τοὺς πολεμοῦντας ψυχὴν ∆αβίδ."6 Οὐκοῦν τῷ μὲν μακαρίῳ ∆αβὶδ οἱ ἀπό γε τῆς Ἱερουσαλὴμ ἤτοι τῆς Ἰεβοῦς ἀντέστησαν τυφλοὶ καὶ χωλοὶ, καὶ τοῦτο πεποιηκότες οἰκτρῶς διολώλασι. Κατελάβετο γὰρ αὐτὴν, ἀντέστησαν δὲ τῷ πάντων Σωτῆρι Χριστῷ, κατὰ τὸν τῆς ἐπιδημίας αὐτοῦ και- ρὸν, οἱ τῆς Ἱερουσαλὴμ οἰκήτορες χωλοὶ, καὶ τυ- φλοί· οὐ γὰρ ᾔδεισαν ὀρθοποδεῖν. Ἀλλ' οὐδὲ τὸ θεῖον εἰς νοῦν ἐδέχοντο φῶς, οἱ τὴ
Book III Tomos 2 rem close CLOSEOUT§book3-tomos2-rem-close
book3-tomos2-rem-closeRem CLOSEOUT: Book III Tomos 2 CLOSEOUT.
Greek · §book3-tomos2-rem-close
πρὸς λαὸν ὃς οὐκ ὠφελήσει αὐτοὺς, οὔτε εἰς βοήθειαν, οὔτε εἰς ὠφέλειαν, ἀλλ' εἰς αἰσχύ- νην καὶ ὄνειδος.9 Ταλανίζει πάλιν ὡς φιλαμαρτήμονας καὶ ἀποστά- τας γεγονότας τοὺς ἐξ Ἰσραὴλ, πονηρούς τε ἄγαν καὶ πικρὰ βουλευομένους, οὐ διὰ Θεοῦ. Οὐ γάρ τοι θέμις μετὰ Θεοῦ βουλεύεσθαι, τοὺς ἐπί τινι τῶν φαύλων ὁμογνωμονεῖν ἐθέλοντας. Βουλεύσεται δὲ μετὰ Θεοῦ, καὶ χωρήσει πρὸς τὰ πρακτέα πᾶς εἴ τίς ἐστιν εὐσεβής τε καὶ ἀγαθὸς, καὶ δικαιοσύνης ἐραστής. Γέγραπται γὰρ, ὅτι "6Λογισμοὶ δικαίων κρίματα."6 Καταιτιᾶται τοίνυν τὸν ἀπόκλητον Ἰσραὴλ, ὡς ἀπ-ᾴδουσαν τῷ Θεῷ γνώμην εἰσενεγκάμενον ἐπὶ Χριστῷ. ∆ιεσκέπτοντο μὲν γὰρ συνεδρεύοντες, καὶ δὴ καὶ ἔφασκον· "6Τί ποιοῦμεν, ὅτι οὗτος ὁ ἄνθρωπος πολλὰ ποιεῖ σημεῖα; Ἐὰν ἀφῶμεν αὐτὸν οὕτως, ἐλεύσονται οἱ Ῥωμαῖοι, καὶ ἀροῦσιν ὑμῶν καὶ τὴν πόλιν καὶ τὴν χώραν. Ἕτερος δέ τις τῶν τεταγμένων ἐν ἡγου- μένοις, Ὑμεῖς, φησὶν, οὐκ οἴδατε οὐδὲν, ὅτι συμφέρει ἵνα εἷς ἄνθρωπος ἀποθάνῃ, καὶ μὴ ὅλον τὸ ἔθνος ἀπόληται."6 Σαφέστερον τοῦτο αὐτὸ διδάσκει λέγων ὁ Κύριος ἐν παραβολαῖς εὐαγγελικαῖς, ὅτι "6Ὁ τὸν ἀμπε-λῶνα φυτεύσας οἰκοδεσπότης, ἀπέστειλε τοὺς ἑαυτοῦ δούλους, ὥστε κομίσασθαι τοὺς καρποὺς, ἀπεκτόνασι δὲ τούτους οἱ γεωργοί."6 Καὶ οὐ μέχρι τούτων τὰ τῆς ἐκείνων δυσσεβείας γεγόνασιν ἐγκλήματα· ἀλλὰ γὰρ καὶ τὸν υἱὸν τεθεαμένοι μετὰ τοὺς οἰκέτας ἀπεσταλμέ- νον παρὰ τοῦ πατρὸς, εἶπον, φησὶν, ἐν ἑαυτοῖς, "6Οὗτός ἐστιν ὁ κληρονόμος, δεῦτε, ἀποκτείνωμεν αὐτὸν, καὶ σχῶμεν ἑαυτοῖς τὴν κληρονομίαν αὐτοῦ."6 Ἀποστάται τοιγαροῦν οἱ τῶν οὕτω πικρῶν καὶ ἀνοσίων σκεμμά- των εἰσηγηταὶ, οἱ προστιθέντες ἁμαρτίαν ἐφ' ἁμαρ- τίας· ἀπεκτόνασι γὰρ, ὡς ἔφην, προφήτας ἁγίους· εἶτα καὶ αὐτὸν μετ' ἐκείνους τὸν κληρονόμον, τοῦτ' ἔστι, τὸν υἱόν. Ὅτι δὲ ἐκ πολλοῦ ἄνωθεν αὐτοῖς ἡ γνώμη πρὸς ἀπόστασιν βλέπει τὴν ἀπὸ Θεοῦ, πληροφορεῖν πειρᾶται λέγων· Οἱ πορευόμενοι καταβῆναι εἰς Αἴ- γυπτον· ἐμὲ δὲ οὐκ ἐπερώτησαν, τοῦ βοηθηθῆναι ὑπὸ Φαραῶ, καὶ σκεπασθῆναι ὑπὸ Αἰγυπτίων, προσέῤῥιπτε διὰ μέσου τὸ, Ἐμὲ δὲ οὐκ ἐπερώτησαν. Ἡ δέ γε τῶν νοημάτων ἀκολουθία τοῦτον ἔχει τὸν τρόπον· Οὐαὶ, φησὶν, οἱ καταβαίνοντες εἰς Αἴγυπτον τοῦ βοηθηθῆναι ὑπὸ Φαραῶ, καὶ σκέπην εὑράσθαι τὴν ἀπό γε τῶν Αἰγυπτίων. Περιηγγελμένου γὰρ αὐτοῖς πολέμου καὶ μάχης καὶ τοῦ βασιλέως Ἀσσυρίας κατὰ τῆς Ἰουδαίων χώρας ὅπλα κινήσαντος προδεδραμήκασιν Αἰγυπτίοις, καὶ τὴν παρ' αὐτῶν ἐπικουρίαν ἐκάλουν, καίτοι δέον ἐκμειλίσσεσθαι Θεὸν, ἀποτρίβεσθαί τε ταῖς εἰς τὰ ἀμείνω μεταδρομαῖς, τὰ ἐφ' οἷς αὐτῷ προσκεκρού- 70.669 κασιν. Ὅτι γὰρ τὴν παρ' αὐτοῦ πλουτοῦντες εὐμέ- νειαν, οὐκ ἂν ὑπηνέχθησαν τοῖς τῶν 245 πολεμούντων ποσὶν
Isaiah commentary Book III Tomos 3 opening§book3-tomos3-open
book3-tomos3-openBook III Tomos 3.
Book III Tomos 3 Isaian oracles; historia and theoria.
Greek · §book3-tomos3-open
ΤΟΜΟΣ Γʹ.}1 9Ἰδοὺ τὸ ὄνομα Κυρίου διὰ χρόνου ἔρχεται πολ- λοῦ, καιόμενος ὁ θυμὸς μετὰ δόξης· τὸ λόγιον τῶν χειλέων αὐτοῦ, λόγιον ὀργῆς πλῆρες· καὶ ὀργὴ τοῦ θυμοῦ αὐτοῦ ὡς πῦρ ἔδεται. Καὶ τὸ πνεῦμα αὐτοῦ ὡς ὕδωρ ἐν φάραγγι σύρον, ἥξει ἕως τοῦ τραχήλου καὶ διαιρεθήσεται τοῦ ἔθνη ταράξαι ἐπὶ πλανήσει ματαίᾳ, καὶ διώξεται αὐτοὺς πλάνησις ματαία, καὶ λήψεται αὐτοὺς κατὰ τὸ πρόσωπον αὐτῶν.9 Ἑπταπλάσιον ἔσεσθαι τοῦ ἡλίου τὸ φῶς τοῖς εἰς Χριστὸν πιστεύουσιν εὖ μάλα διειρηκὼς, κατ' ἐκεῖνο τοῦ καιροῦ, καθ' ὃν ἂν ἰάσηται τὸ σύντριμμα τοῦ λαοῦ αὐτοῦ, προσεπάγει χρησίμως, ὅτι καὶ κατὰ τοῦ συντρίψαντος Σατανᾶ, καὶ τῶν σὺν αὐτῷ δαιμονίων ὁ θεῖος ἔσται θυμός. Οὐ γὰρ ἔμελλον ἀκατάληκτον ἥξειν τὴν καθ' ἡμῶν τυραννίδα, καὶ ἀκατάσειστον τὴν ἰσχὺν, ἐπιλάμψαντος μάλιστα τῷ τῶν ἀνθρώπων γένει τοῦ πάντων Σωτῆρος Χριστοῦ. Γέγονε δὲ τῆς προφητείας ὁ λόγος, οὐχ οἷον γυμνός τε καὶ ἀναμ- φίεστος, κατεσκιασμένος δὲ μᾶλλον καὶ βαθύς. Ἐσχη- μάτισται μὲν γὰρ ὡς περὶ τῶν Ἀσσυρίων, οἳ πε- πορθήκασι μὲν τὴν Ἱερουσαλὴμ, εἷλον δὲ ἅπασαν τὴν Ἰουδαίαν, καὶ δορύληπτον ἔχοντες τὸν ἠγαπη- μένον Ἰσραὴλ, ὑπενόστησαν εἰς τὴν ἑαυτῶν, μονον- ουχὶ τῆς θείας δόξης κατορχούμενοι, καὶ οἰηθέντες ὅτι καὶ οὐχ ἑκόντος Θεοῦ κεκρατήκασι τῶν προσκυ- 70.689 νούντων αὐτῷ. Καὶ γοῦν ὁ Ῥαψάκης τοῖς ἐν τῷ τεί- χει προσπεφώνηκε λέγων, "6Μὴ ἀπατάτω ὑμᾶς Ἐζε- χίας λέγων, ὅτι ῥύσεται ὁ Θεὸς Ἰσραὴλ ἐκ χειρός μου. [Μὴ ῥυόμενοι ἐῤῥύσαντο οἱ θεοὶ τῶν ἐθνῶν ἕκαστος τὴν ἑαυτοῦ χώραν ἐκ χειρός μου;]"6 Καταλαζονευσάμενοι τοίνυν καὶ πολλὰ πεφλυαρη- κότες κατὰ τῆς ἀῤῥήτου δόξης ἁλοῖεν ἂν οἱ περὶ ὧν ὁ λόγος. ∆ιατελέσαντος δὲ τοῦ Ἰσραὴλ ἐν αἰχμα- λωσίᾳ καὶ ἐν δουλείᾳ τῇ παρ' αὐτοῖς ἔτος ἑβδομη- κοστὸν, ἐξείλετο πάλιν καὶ σέσωκεν ὁ τῶν ὅλων Θεός. Ἀνεκόμισε γὰρ εἰς τὴν Ἰουδαίαν, ἡγουμένων τὸ τηνικάδε Ζοροβάβελ τοῦ Σαλαθιὴλ, ὃς ἦν ἐκ φυλῆς Ἰούδα, καὶ μέντοι καὶ Ἰησοῦ τοῦ ἱερέως τοῦ μεγά- λου. Οὐκοῦν δοκεῖ μέν πως τῆς προφητείας ἡ δύνα- μις, τό γε ἧκον εἰς τοὐμφανὲς τῶν συμβεβηκότων τοῖς Χαλδαίοις καὶ τῇ Βαβυλῶνι ποιεῖσθαι μνήμην. Αἱ δὲ ἀληθεῖς τῶν εἰρημένων ἔννοιαι κατὰ τοῦ νοη- τοῦ γεγόνασιν Ἀσσυρίου, τοῦτ' ἔστι, τοῦ Σατανᾶ, πρὸς ὃν εἴρηται παρὰ Θεοῦ· Ὃν τρόπον ἱμάτιον ἐν αἵματι πεφυρμένον, οὐκ ἔσται καθαρὸν, οὕτως οὐδὲ σὺ ἔσῃ καθαρὸς, διότι τ
Book III Tomos 3 rem early§book3-tomos3-rem-early
book3-tomos3-rem-earlyRem early: Book III Tomos 3 Isaian oracles; historia and theoria.
Greek · §book3-tomos3-rem-early
ὴν γῆν μου ἀπώλεσας, καὶ τὸν λαόν μου ἀπέκτεινας, οὐ μὴ μείνῃς εἰς τὸν αἰῶνα χρόνον, σπέρμα πονηρόν. Ἑτοίμασον τὰ τέκνα σου σφαγῆναι ταῖς ἁμαρτίαις τοῦ πατρός σου, ἵνα μὴ ἀναστῶσι, καὶ τὴν γῆν κληρονομήσωσι, καὶ ἐμπλήσωσι τὴν γῆν πολέμου, καὶ ἐπαναστήσομαι αὐτοῖς, λέγει Κύριος Σαβαὼθ, καὶ ἀπολῶ αὐτῶν ὄνομα, καὶ κατάλειμμα, καὶ σπέρμα. Ἥξει τοίνυν διὰ χρόνου πολλοῦ τὸ ὄνομα Κυρίου, φησί. Καὶ εἰ μὲν ἱστορικῶς τις ἕλοιτο νοεῖν, δι' ἐτῶν ἑβδομή- κοντα κατηλέησεν ὁ Θεὸς τὸν Ἰσραήλ. Εἰ δὲ δὴ τὴν ἔσω καὶ κεκρυμμένην τῶν ἐννοιῶν διάξοι τρίβον, εἰσδέ- ξεται κατὰ νοῦν, ὅτι πλεῖστον μὲν διατετέλεκε χρό- νον ὁ τῆς ἁμαρτίας εὑρετὴς, τῆς ἑαυτοῦ δυστροπίας τὸν ζυγὸν ἐπιτιθεὶς ἅπασι τοῖς ἐπὶ τῆς γῆς, ὥστε καὶ ἰδίους ἀποφῆναι προσκυνητὰς, καὶ τοῖς τῆς ἁμαρ- τίας ἐγκαταδῆσαι βρόχοις. Ἀλλ' ἐπέφανεν ἡμῖν ὁ μονογενὴς τοῦ Θεοῦ Λόγος διὰ χρόνου πολλοῦ, καὶ γέγονε 253 καιόμενος ὁ θυμὸς μετὰ δόξης, καὶ τὸ λόγιον τῶν χειλέων αὐτοῦ λογίον ὀργῆς πλῆρες. Κῦρος μὲν γὰρ ὁ Καμβύσου, Θεοῦ παροτρύνοντος, καὶ ἐξαν- ιστάντος εἰς μάχην, κατεστράτευσε τῆς Χαλδαίων, εἷλέ τε κατὰ κράτος τὴν Βαβυλωνίων, καὶ οἷον ὀργὴ καὶ πῦρ γέγονεν αὐτοῖς, πάντας γὰρ ὥσπερ κατεδή- δοκε, καὶ ἀφόρητον ἔχων τὴν ἔφοδον, ὡς ὕδωρ ἐν φάραγγι σύρον ὤφθη τοῖς αὐτόθι, καὶ θορύβου καὶ ταραχῆς ἐνέπλησε πάντα τὰ Χαλδαίων ἔθνη, κατ- εγνωσμένα δικαίως ἐπὶ πλανήσει ματαίᾳ. Ὠήθησαν γὰρ, ὡς ἔφην, ὅτι καὶ ἄκοντος Θεοῦ κατεκράτησαν τῆς Ἰουδαίας. Κατέλαβε τοίνυν αὐτοὺς ἡ ματαία πλάνησις. Ἐπενήνεκται γὰρ αὐτοῖς παρὰ Θεοῦ τὰ ἐξ ἀκράτου θυμοῦ, καὶ ταῖς σφῶν αὐτῶν διολώλασι δυσσεβείαις· αὐτὸ δὴ τοῦτο πεπονθότα, καὶ τὸν ἀρ- χέκακον δράκοντα κατίδοι τις ἄν. Γέγονε γὰρ αὐτῷ 70.692 τὸ λόγιον Κυρίου, λόγιον ὀργῆς πλῆρες. Προσετάτ- τοντο γὰρ εἰς τὴν ἄβυσσον ἀπελθεῖν, αὐτός τε καὶ αἱ σὺν αὐτῷ δυνάμεις πονηραί. ∆εδαπάνηνται δὲ ὥσπερ καὶ ὑπὸ πυρὸς, καὶ ὡς ἐξ ὕδατος πολλοῦ κατασυρόμεναι τῇ δυνάμει τοῦ πνεύματος ἐν τοῖς κατωτάτω μυχοῖς. Συνεταράχθησαν γὰρ ἐπὶ πλανή- σει καὶ αὗται ματαίᾳ. Ἔφη μὲν γὰρ, ὅτι Γὴν οἰκου- μένην ὅλην καταλήψομαι τῇ χειρὶ ὡς νοσσιὰν, καὶ ὡς καταλελειμμένα ὠὰ ἀρῶ, καὶ οὐκ ἔστιν ὃς διαφεύ- ξεταί με ἢ ἀντείπει μοι. Ὠήθη δὲ ὅτι Θεὸς ἔστι κατὰ ἀλήθειαν, καὶ τὴν μόνῳ πρέπουσαν τῷ πάντων ∆η- μιουργῷ δόξαν εἰς ἑαυτὸν μεταθεὶς διηνεκῶς ἐνόμισε δύνασθαι κρατεῖν τῶν ἐπὶ τῆς γῆς. Ἐταράχθησαν τοίνυν ἐπὶ πλανήσει ματαίᾳ κατεγνωσμένοι, καὶ κατελήφθησαν ὑπ' αὐτῆς. ∆ίκη γὰρ αὐτοῖς, καὶ θυ- μὸς καὶ κόλασις ἐπηνέχθησαν, καὶ ταύτης ἔνεκα τῆς αἰτίας. 9Μὴ διὰ παντὸς δεῖ ὑμᾶς εὐφραίνεσθαι καὶ εἰσπορεύεσθαι εἰς τὰ ἅγιά μου διαπαντὸς ὡσεὶ ἑορτάζον
Book III Tomos 3 rem mid§book3-tomos3-rem-mid
book3-tomos3-rem-midRem mid: historia and spiritual theoria held together.
Greek · §book3-tomos3-rem-mid
ποιμένων βοσκήματα, τοῦτ' ἔστι, τῶν ἀκαθάρτων πνευμάτων. Οὕτω καὶ ὁ μακά- ριος ∆αβὶδ ὡς περὶ ἀμπελῶνος τοῦ Ἰσραὴλ τοὺς λόγους περιποιούμενος 261 πρὸς τὸν τῶν ὅλων Σωτῆρα Θεόν· "6Ἄμπελον, φησὶν, ἐξ Αἰγύπτου μετῆρας, ἐξέβαλες ἔθνη, καὶ κατεφύτευσας αὐτήν."6 Εἶτα προσεπάγει λέγων· Ἵνα τί καθεῖλες τὸν φραγμὸν αὐτῆς, καὶ τρυγῶσιν αὐτὴν ἅπαντες οἱ παραπορευό- μενοι τὴν ὁδόν; Ἐλυμήνατο αὐτὴν ὗς ἐκ δρυμοῦ, καὶ μονιὸς ἄγριος κατενεμήσατο αὐτήν. Ὅνπερ γὰρ τρόπον τὰ τῶν χωρίων κεχερσωμένα παραῤῥιπτοῦσιν οἱ κεκτημένοι, καὶ λόγος αὐτοῖς οὐδεὶς, κἂν εἰ πᾶν αὐτοῖς ἐπιφέροιτο βλάβος· οὕτω καὶ ὁ φιλάρετος ἡμῶν Θεὸς ἀνίησι ψυχὴν, καὶ φειδοῦς ἁπάσης ἀπο- φαίνει γυμνὴν, εἰ καρπῶν ἐρήμη γένοιτο τῶν εἰς ἀγαθουργίαν. 9Ἕως ἂν ἐπέλθῃ ἐφ' ὑμᾶς Πνεῦμα ἀφ' ὑψηλοῦ. Καὶ ἔσται ἔρημος ὁ Χερμὲλ, καὶ ὁ Χερμὲλ εἰς δρυμὸν λογισθήσεται. Καὶ ἀναπαύσεται ἐν τῇ ἐρήμῳ κρῖμα, καὶ δικαιοσύνη ἐν Καρμήλῳ κατ- οικήσει. Καὶ ἔσται τὰ ἔργα τῆς δικαιοσύνης, εἰ- ρήνη, καὶ κρατήσει ἡ δικαιοσύνη ἀνάπαυσιν, καὶ πεποιθότες ἔσονται ἕως τοῦ αἰῶνος· καὶ κατ- οικήσει ὁ λαὸς αὐτοῦ ἐν πόλει εἰρήνης, καὶ ἐνοικήσει πεποιθὼς, καὶ ἀναπαύσεται μετὰ πλούτου.9 Ἐναργῆ καθίστησι καὶ τὸν χρόνον, καθ' ὃν τῆς νοητῆς εὐκαρπίας ἔρημον ἔσται τὸ ἐξ Ἰσραὴλ ἀπει- θῆσαν γένος. Μεθίστησι γὰρ τὸν λόγον ἐπί γε, φημὶ, τοὺς ταῖς εὐπειθείαις τετιμηκότας τὸν Κύριον ἡμῶν Ἰησοῦν Χριστὸν, καὶ κεκαθαρμένους μὲν διὰ τῆς εἰς αὐτὸν πίστεως, γεγονότας δὲ καὶ ἐν μεθέξει τοῦ ἁγίου Πνεύματος. Ἔσται γὰρ, φησὶ, τὰ προηγγελ- μένα, καταχερσωθήσεται δὲ διὰ τὸ ἐξήνιον ὁ Ἰσραὴλ, ἕως ἂν ἐπέλθῃ ἐφ' ὑμᾶς Πνεῦμα ἀφ' ὑψηλοῦ. Ὡς γὰρ ἐν ταῖς Πράξεσι τῶν ἁγίων ἀποστόλων ἀνέγνωμεν· "6Ἦσαν πάντες συνηγμένοι ἐπὶ τὸ αὐτὸ, περὶ τὰς ἡμέρας τῆς ἁγίας Πεντηκοστῆς. Καὶ ἰδοὺ ἐγένετο ἄφνω ἐκ τοῦ οὐρανοῦ ἦχος ὥσπερ φερομένης πνοῆς βιαίας, καὶ ἐπλήρωσε τὸν οἶκον οὗ ἦσαν συνηγμένοι· 70.713 καὶ ὤφθησαν αὐτοῖς διαμεριζόμεναι γλῶσσαι, ὡσεὶ πυρὸς, καὶ ἐκάθησαν ἐφ' ἕνα ἕκαστον αὐτῶν, καὶ ἤρξαντο λαλεῖν ἑτέραις γλώσσαις, καθὼς τὸ Πνεῦμα ἐδίδου ἀποφθέγγεσθαι αὐτοῖς."6 Ὅταν τοίνυν, φησὶν, ἔλθῃ ἐφ' ὑμᾶς τοὺς πιστεύοντας τὸ ἄνωθέν τε καὶ ἐξ ὕψους Πνεῦμα τοῦ Θεοῦ, τότε καὶ ἔρημος ἔσται ὁ Χερμέλ. Τὸ δὲ Χερμὲλ ἤτοι ὁ Κάρμηλος ὄρος ἐστὶ παμμέγεθες ἐν τῇ Ἰουδαίᾳ, καὶ ὕλῃ δατεασείᾳ κατά- κομον. Παρεικάζει τοίνυν αὐτήν τε τὴν Ἱερουσαλὴμ, καὶ ἅπασαν δὲ τὴν περὶ οἰκίδα χώραν τῷ Χερμὲλ, ἅ- τε δὴ καὶ ἀναρίθμητον ἔχουσαν τὴν τῶν ἐνοικούντων πληθύν. Ἀλλ' ἔσται, φησὶν, ἔρημος καὶ λογισθήσεται εἰς δρυμόν. ∆ρυμὸν δέ φησι τὴν ἀγρίαν ὕλην, ἧς ἡ χρεία πρὸς καῦσιν. Ἐκκόπτεται γὰρ τὰ ἀνήμερα τῶν ξύλων, καὶ φλογ
Book III Tomos 3 rem close CLOSEOUT§book3-tomos3-rem-close
book3-tomos3-rem-closeRem CLOSEOUT: Book III Tomos 3 CLOSEOUT.
Greek · §book3-tomos3-rem-close
ιὰ τῆς τοῦ ψάλλοντος λύρας οὕτω λέγων· "6Ἀνοίξω ἐν πα- ραβολαῖς τὸ στόμα μου, ἐρεύξομαι κεκρυμμένα ἀπὸ καταβολῆς κόσμου."6 Προσελάλει δὲ καὶ τοῖς Ἰου- δαίοις ἐν παραβολαῖς. Οὐκοῦν οὐ συνεβούλευσαν τῷ λαῷ, φησὶν, ἀλλ' οὐδὲ ᾔδει τὸν βαθύφωνον. Οὐ συν- εβούλευσαν δὲ ὥστε μὴ ἀκοῦσαι λαὸς πεφαυλισμένος. Εἰ γὰρ ἦσαν συμβουλεύσαντες, οὐκ ἂν ἤκουσε λαὸς πεφαυλισμένος. Μακάριοι δὲ μᾶλλον ὡς ἐπεγνωκότες τὸν Λυτρωτήν. Ἀλλ' οὐκ ἦν, φησὶ, τῷ ἀκούοντι σύνεσις. Ἀσύνετοι γὰρ ὄντες οἱ Ἰουδαῖοι, τὰς τῶν ἡγουμένων οὐκ ἐδοκίμαζον φωνὰς, οὐδὲ διέκρινον πό- τερόν ποτε χρηστὰ συμβουλεύουσιν, ἢ δρῶσι τὸ ἐναν- τίον. 9Ἰδοὺ Σιὼν ἡ πόλις, τὸ Σωτήριον ἡμῶν, οἱ ὀφθαλμοί σου ὄψονται Ἱερουσαλὴμ, πόλις πλου- σία, σκηναὶ αἳ οὐ μὴ σεισθῶσιν, οἱ πάσσαλοι τῆς σκηνῆς αὐτῆς εἰς τὸν αἰῶνα χρόνον, οὐδὲ τὰ σχοινία αὐτῆς οὐ μὴ διαῤῥαγῶσιν, ὅτι τὸ ὄνομα Κυρίου μέγα ὑμῖν. Τόπος ὑμῖν ἔσται, ποταμοὶ καὶ διώρυγες πλατεῖς, καὶ εὐρύχωροι.9 ∆ιὰ μέσου τεθειμένων τῶν τοῦ Θεοῦ λόγων οὓς πεποίηται πρὸς τοὺς ἀσυνέτους τῶν Ἰουδαίων γραμ- ματικοὺς, καὶ τοὺς ἀνόσια συμβουλεύοντας, εἰσφέ- ρεται πάλιν τὸ πρόσωπον τῶν τῆς ἀληθείας ἐραστῶν, ἐπεγνωκότων τε τὴν ἐπιφάνειαν τοῦ Χριστοῦ καὶ λεγόντων· Ἢ τὴν ἐπὶ γῆς Ἐκκλησίαν, ἤγουν τὴν ἐν οὐρανοῖς τὴν ἄνω καλλίπολιν, τὴν τῶν ἁγίων τροφόν. Ὥστε κἂν εἴτε τὴν ἐπὶ γῆς Ἐκκλησίαν ὀνομάσειέ τις, εἵτ' οὖν ἐκείνην εἰς νοῦν δέξαιτο, ἓν ἔσται τὸ δι' ἀμφοῖν δηλούμενον. Οἱ γὰρ ἐν τῇ κάτω γεγονότες, ἔσονται κατὰ καιροὺς καὶ ἐν ἐκείνῃ τῇ ἄνω καὶ ἐν οὐρανοῖς. Οὐκοῦν ἐπειδήπερ ἐκ περιχαρείας πολλῆς 70.736 μονονουχὶ, καὶ ἀνασκιρτῶσιν ἐπεγνωκότες τὴν Σιὼν, ἐν ᾗ τὸ σωτήριον ἡμῶν, τοῦτ' ἔστι, Χριστὸς, ἀλλή- λοις αὐτὴν καταδεικνύουσιν, εὐθὺς ὁ θεῖος διαδέχεται λόγος τὰς παρ' αὐτῶν φωνὰς, καί φησιν· Οἱ ὀφθαλμοί σου ὄψονται Ἱερουσαλὴμ, πόλις πλουσία· καὶ διαλέ- γεται μὲν ὡς ἐξ ὁμοιότητος τῆς ἀρχαίας καὶ ἐν τῂ ἐρήμῳ σκηνῆς. Πλουσίαν τε ὀνομάζει τὴν Σιὼν, καὶ ἀκατάσειστον ἔσεσθαι τὴν σκηνήν. ∆ιϊσχυρίζεται γὰρ, ἄῤῥηκτα μὲν ἔχουσα τὰ σχοινία, πασσάλους δὲ πεπη- γότας διηνεκῶς. Ἐρήρεισται γὰρ ἡ Ἐκκλησία, καὶ ἀκράδαντον ἔχει τὴν εἰς τὸ εὖ εἶναι διαμονήν· "6Πύ- λαι γὰρ ᾅδου, φησὶν, οὐ κατισχύσουσιν αὐτῆς."6 Καὶ ἀποδίδωσι τὴν αἰτίαν, δι' ἣν ἔσται τοιαύτη, καί φησι τοῖς πιστεύσασιν εἰς Χριστὸν, ὅτι τὸ ὄνομα Κυρίου μέγα ὑμῖν. Τοῖς μὲν γὰρ οὐ προσηκαμένοις τὴν πίστιν, οὐ μέγα καὶ δεδοξασμένον ἐστὶ τὸ ὄνομα τοῦ Χριστοῦ. Παρ' ἡμῖν δὲ τοῖς πιστεύσασι, μέγα καὶ ὑψηλόν. Προσκυνοῦμεν γὰρ ὡς Θεὸν, ὡς Υἱὸν ἀληθῶς τοῦ Πατρὸς, ὡς ἐνανθρωπήσαντα Λόγον ἐπὶ σωτηρίᾳ τῶν ὅλων. Αὕτη τοίνυν, φησὶν, ἡ ἀεὶ μένουσα σκηνὴ τόπος
Isaiah commentary Book III Tomos 4 opening§book3-tomos4-open
book3-tomos4-openBook III Tomos 4.
Book III Tomos 4 Isaian oracles; historia and theoria.
Greek · §book3-tomos4-open
ΤΟΜΟΣ ∆ʹ.}1 9Καὶ ἐγένετο τοῦ τεσσαρεσκαιδεκάτου ἔτους βασιλεύοντος Ἐζεχίου, ἀνέβη Σεναχειρεὶμ βασι- λεὺς Ἀσσυρίων ἐπὶ τὰς πόλεις τῆς Ἰουδαίας τὰς ὀχυρὰς, καὶ ἔλαβεν αὐτάς. Καὶ ἀπέστειλε βασι- λεὺς Ἀσσυρίων Ῥαψάκην ἐκ Λαχῆς εἰς Ἱερουσαλὴμ πρὸς τὸν βασιλέα Ἐζεχίαν, μετὰ δυνά- μεως πολλῆς, καὶ ἔστη ἐν τῷ ὑδραγωγῷ τῆς κολυμβήθρας τῆς ἄνω, ἐν τῇ ὁδῷ τοῦ ἀγροῦ τοῦ γναφέως.9 Ἐναργὴς μὲν ἅπασι τοῖς φιλομαθεστέροις τῆς ἱστορίας ὁ λόγος· ἐρῶ δ' οὖν ὅμως βραχυλογήσας ὡς ἕνι. Βασιλεύοντος τοῦ Ἄχαζ ἐν τοῖς Ἱεροσολύ-μοις, εἶτα Φακεὲ τοῦ Ῥωμελίου, καὶ τοῦ Ῥαασσὼν τοῦ βασιλέως Συρίας ἐκπολιορκούντων τὴν Ἰου- δαίαν, καὶ αὐτοῖς δὲ τοῖς Ἱεροσολύμοις ἐπαφεῖναι τὴν χεῖρα βουλευσαμένων, ἀτονήσας πρὸς ἀντίστασιν ὁ μνημονευθεὶς, πρεσβείαν ἐστέλλετο, καὶ δὴ καὶ ἐκά- λει πρὸς ἐπικουρίαν τὸν Θεγλαφαλλασὰρ Ἀσσυρίων βασιλέα, καὶ δώροις αὐτὸν ἀναπείθει πολλοῖς ἐπαμῦ- ναί τέ οἱ, καὶ τὰς τῶν ἐπ' αὐτὸν συμπεφωνηκότων βασιλέων, τοῦ τε τῆς Σαμαρείας φημὶ, καὶ τοῦ τῆς Συρίας ἀνακόψαι πλεονεξίας. Οὗ δὴ γεγονότος, διολώ- λασι μὲν οἱ πολεμοῦντες αὐτῷ. Εἷλε γὰρ τήν τε ∆α- μασκὸν, καὶ τὴν Συρίαν ὁ Ἀσσύριος, γέγονε δὲ ὑπὸ χεῖρα τὴν αὐτοῦ, καὶ ὑπὸ δασμὸν καὶ τέλη λοιπὸν ὁ 70.757 Ἄχαζ. Ἦν δὲ τῶν ὅτι μάλιστα φαυλοτάτων. Εἰδω-λολάτρης τε γὰρ καὶ θεομισὴς καὶ τοὺς ἄλλους τάχα που νενικηκὼς ἅπαντας ταῖς κατὰ τοῦ Θεοῦ δυστρο- πίαις. Καταλύσαντος δὲ τὸν ἀνθρώπινον βίον τοῦ Ἄχαζ, βεβασίλευκεν ἀντ' αὐτοῦ Ἐζεχίας, υἱὸς μὲν ὢν αὐτοῦ, πλὴν ἀνὴρ θεοφιλὴς, καὶ τῆς ἀνωτάτω δικαιοσύνης καὶ εὐσεβείας ἀνημμένος τὰ αὐχήματα. Οὗτος ἠθέτησεν, φησὶ, ἐν τῷ βασιλεῖ Ἀσσυρίων. Οὐ γὰρ ἠνέσχετο τὴν ἑαυτοῦ βασιλείαν ὑπὸ δασμοὺς ἐᾶσαι γενέσθαι, καθάπερ ἀμέλει καὶ Ἄχαζ. Ταύτης ἕνεκα τῆς αἰτίας ὁ Σεναχειρεὶμ ὁ τῶν Ἀσσυρίων βασιλεὺς, ὡς ὀφείλων ἔχειν ὑπὸ δασμοὺς τήν τε Ἰουδαίαν ἅπασαν, καὶ αὐτήν τε τὴν παρ' αὐτοῖς βασιλείαν, ἀνεκαίετο μὲν εἰς ὀργὰς, καταδῃώσας δὲ τὴν Σαμάρειαν καὶ ταῖς κατὰ τὴν Ἰουδαίαν πόλεσιν ἐπηφίει τὴν στρατιὰν, ἑλὼν δὲ πολλὰς, ἐπ' αὐτὰ λοιπὸν τὰ Ἱεροσόλυμα πέμπει τὸν Ῥαψάκην, οὐχ ὅπλα τέως κινήσοντα πολέμου νόμῳ, ἀπειλαῖς δὲ μᾶλλον, καὶ ὑποσχέσεσι ταῖς εἰς ἡμερότητα 278 δελεά- σοντα τὸ δημοτικόν. 9Καὶ ἐξῆλθε πρὸς αὐτὸν Ἐλιακεὶμ ὁ τοῦ Χελ- κίου ὁ οἰκονόμος, καὶ Σομνὰς ὁ γραμματεὺς, καὶ Ἰωὰχ ὁ τοῦ Ἀσὰφ ὁ ὑπομνηματογρ
Book III Tomos 4 rem early§book3-tomos4-rem-early
book3-tomos4-rem-earlyRem early: Book III Tomos 4 Isaian oracles; historia and theoria.
Greek · §book3-tomos4-rem-early
άφος. Καὶ εἶπεν αὐτοῖς Ῥαψάκης· Εἴπατε Ἐζεχίᾳ· Τάδε λέγει ὁ βασιλεὺς, ὁ μέγας βασιλεὺς Ἀσσυρίων· Μὴ ἐν βουλῇ ἢ λόγοις χειλέων παράταξις γίνε- ται; Καὶ νῦν ἐπὶ τίνι πέποιθας, ὅτι ἀπειθεῖς μοι; Ἰδοὺ πεποιθὼς εἶ ἐπὶ τὴν ῥάβδον τὴν καλαμί- νην, τὴν κεκλασμένην ταύτην ἐπ' Αἴγυπτον, ὃς ἂν ἐπ' αὐτὴν ἐπιστηριχθῇ, εἰσελεύσεται εἰς τὴν χεῖρα αὐτοῦ. Οὗτός ἐστι Φαραὼ βασιλεὺς Αἰγύ- πτου, καὶ πάντες οἱ πεποιθότες ἐπ' αὐτῷ.9 Κεκλεισμένων δηλονότι τῶν πυλῶν, καὶ τοῖς τείχε- σιν ἐφεστηκότος δήμου πάντως που τοῦ μαχιμωτάτου, τὴν τῶν πρεσβειῶν ἀποτελοῦντος χρείαν, ἐξῄεσαν πρὸς Ῥαψάκην οἱ ἀπόλεκτοι τοῦ βασιλέως, καὶ προὔ- χοντες ἐν ἱερουργοῖς. Ὁ δὲ Περσικῆς ὠμότητος ὢν, ἔχων δὲ στόμα λαλοῦν μεγάλα, κατὰ τὸ γεγραμμένον, τῆς τοῦ Θεοῦ δόξης κατεθρασύνετο. Καὶ ψιλῇ μὲν κλήσει τὸν Ἐζεχίαν ὀνομάζει, οὐ προστεθεικὼς βα- σιλέα· οὐχ ἕτερόν τι τῶν ὅσα ἐστὶ τῶν ἐν τοιαύταις ὑπεροχαῖς πρεπωδέστατα. Τὸν δέ γε τῶν Ἀσσυρίων βασιλέα, οὐχ ἁπλῶς αὐτὸ δὴ τοῦτό φησιν, ἀλλὰ καὶ μέγαν ἀποκαλεῖ. Φησὶ δὲ ὅτι, Μὴ ἐν βουλῇ ἢ λόγοις χειλέων παράταξις γίνεται; Ἐπειδὴ γὰρ Ἰουδαῖοι τὸν διὰ Μωσέως νόμον ἔχοντες σοφώτεροι τῶν ἄλλων ἐθνῶν ἐνομίζοντο· καὶ γοῦν ἔφασκον, Μακάριοί ἐσμεν Ἰσραὴλ, ὅτι τὰ ἀρεστὰ Κυρίῳ γνωστὰ ἡμῖν ἐστι· καταφέρει πρὸς τὸ μηδὲν ὁ Ῥαψάκης τὸ ἐπὶ τούτῳ καύχημα πολέμου, καὶ μάχης ἐνεστηκότων ἀνόνητον παντελῶς ἔσεσθαι λέγων εἰς ἐπικουρίαν αὐτοῖς, καὶ τὸ ἐν εἰδήσει νόμων, καὶ τὸ συνετὸν καὶ μόναις βουλαῖς, καὶ αὐτὸ δὴ τὸ ἐν λόγοις οἱονεί πως ἐντριβές. Ἐπειδὴ δέ τινες τῶν βεβασιλευκότων τῆς Ἰουδαίας εἰς ἐπικουρίαν κεκλήκασι τῶν Αἰγυπτίων τὴν χεῖρα, καίτοι τοῦτο δρῶντες ἐκτόπως, ᾠήθη καὶ νῦν ὁ Ἀσσύριος, οὐκ ἐπὶ Θεῷ μᾶλλον πεποιθέναι τὸν Ἐζεχίαν, ἀλλ' ἑτέροις τισὶ, μᾶλλον δὲ τοῖς τῶν Αἰγυπτίων ἔχουσι τὴν γῆν. Ταύτῃ τοι καλαμίνην αὐ- 70.760 τὴν ὀνομάζει ῥάβδον. Σαθρὰ γάρ πως, φησὶ, καὶ εὐδιά- κλαστος ἀεὶ, ἡ ἐπ' ἐκείνοις ἐλπὶς, καὶ ἀδικοῦσα μᾶλ- λον, ἢ ὠφελεῖν ἰσχύουσα τοὺς κεχρημένους αὐτῇ· καθάπερ ἀμέλει καὶ καλαμίνη ῥάβδος, ᾗ εἴπερ τις ἐπαναπαύσεται συνθραύσει μὲν πάντως αὐτὴν, ἡ δὲ ἀδικήσει τὸν ἐπ' αὐτῆς θαρσήσαντα. 9Εἰ δὲ λέγετε· Ἐπὶ Κύριον τὸν Θεὸν ἡμῶν πε- ποίθαμεν, νῦν μίχθητε τῷ κυρίῳ μου τῷ βασιλεῖ Ἀσσυρίων, καὶ δώσω ὑμῖν δισχιλίαν ἵππον, εἰ δυνήσεσθε δοῦναι ἀναβάτας ἐπ' αὐτούς. Καὶ πῶς δύνασθε ἀποστρέψαι εἰς πρόσωπον τοπάρχου ἑνός;9 Ἀθυροστομεῖ πάλιν, καὶ τὸ κέρας εἰς ὕψος ἐπαί- ρει, καὶ ἀδικίαν λαλεῖ κατὰ τοῦ Θεοῦ. Εἰ γὰρ δὴ, φησὶν, ἐπ' αὐτῷ πεποίθατε, μίχθητε τῷ Κυρίῳ μου, τοῦτ' ἔστιν, ἐξοπλίσασθε, καὶ στῆτε πρὸς μάχην. Ἐγὼ δὲ προσθήσω, καὶ ἵππους ὑμῖν δισχιλίας, καὶ ἀρκέσει τοῦτο
Book III Tomos 4 rem mid§book3-tomos4-rem-mid
book3-tomos4-rem-midRem mid: historia and spiritual theoria held together.
Greek · §book3-tomos4-rem-mid
ᾷς; Ἀλλ', ὦ ματαίαν ἔχων ἐπ' οὐδενὶ τὴν ὀφρὺν, οὐ ταῦτα ἤκουσας πάλαι, ἃ ἐγὼ ἐποίησα; Εἰ γὰρ δὴ βούλοιο, φησὶ, τοὺς τῶν ἐμῶν προφητῶν πολυπραγμονῆσαι λόγους, ἔφην ἤδη φθάσας ὅτι ταῦτα γενήσεται. Ἐγὼ γὰρ ἐξ ἀρχαίων ἡμερῶν συν- έταξα, τοῦτ' ἔστιν, ὥρισα καὶ κατένευσα· ἀπέδειξα δὲ νῦν καιροῦ καλοῦντος εἰς πέρας τὰ προηγγελμένα, ὥστε ἐξερημῶσαι ἔθνη ἐν πόλεσιν ὀχυραῖς, τοῦτ' ἔστιν, οὐκ ἀσθενῆ, καὶ εὐάλωτα. Ἐγὼ τὰς χεῖρας ἀνῆκα, καὶ ἐξηράνθησαν. Ὁ γὰρ πάλαι ταῖς ἀνεξι- κακίαις ἔτι συνέχων αὐτὰ πρὸς τὸ εἶναι, καὶ συν- εστάναι τὴν ἐπαμύνουσαν ἀπέστησα χεῖρα, καὶ ἐν ἴσῳ πόας κατεξηράνθησαν, καὶ χόρτου δίκην κατ- εμαράνθησαν, καὶ οἷά τις ἄγρωστις ξηρὰ πυρὶ δέ- δοται τροφή. Τοῦτό τοι καὶ ἑτέρωθί φησι πρὸς αὐ- τόν· ἐπειδὴ γὰρ τὰ ὁρισθέντα γενέσθαι παρὰ Θεοῦ διαπεράνας ὁ δυσσεβὴς, ἐφ' ἑαυτῷ πεφρόνηκε μέγα, πάλιν ἤκουε Θεοῦ λέγοντος· "6Μὴ δοξασθήσεται ἀξίνη, ἄνευ τοῦ κόπτοντος ἐν αὐτῇ; Ἢ ὑψωθήσεται πρίων ἄνευ τοῦ ἕλκοντος αὐτόν;"6 Ὥσπερ γὰρ τὰ τοιάδε τῶν ὀργάνων, οὐχ ἑαυτὰ κινεῖ πρὸς ἔργα τυ- χὸν, περιμένει δὲ μᾶλλον τὴν τοῦ σαλεύοντος χεῖρα· οὕτω καὶ σὺ, φησὶ, γέγονας ὄργανον τῆς θείας ὀρ- γῆς, οὐ μὴν αὐτὸς εἰργάσω ταῖς δυνάμεσι ταῖς σαῖς, ἀλλ' ἦσθα μᾶλλον οἷον ἀξίνη, καὶ πρίων τοῖς τοῦ κι- νοῦντος θελήμασιν ὑπηρετεῖν τεταγμένος. 9Νῦν δὲ τὴν ἀνάπαυσίν σου, καὶ τὴν ἔξοδόν σου ἐγὼ ἐπίσταμαι· ὁ δὲ θυμός σου ὃν ἐθυμώ- θης, καὶ ἡ πικρία σου ἀνέβη πρός με.9 Καταλαζονεύῃ μὲν οὖν, φησὶ, τῶν θείων κριμάτων γεγονὼς ὑπουργὸς, οἴει δὲ ἴσως κατὰ σαυτὸν, καὶ μόνος κατευμεγεθῆσαι τοσούτων ἐθνῶν καὶ χωρῶν, ὡς κατεμπρῆσαί τε καὶ ἑλεῖν αὐτάς. Ἀλλ' ἐγὼ τὴν σὴν ἀνάπαυσιν, καὶ τὴν ἔξοδον, καὶ τὴν εἴσοδον ἐπί- σταμαι. Ἀνάπαυσιν δὲ καθάπερ ἐγᾦμαι τὸν θάνατον 285 ὀνομάζει, ἔξοδόν τε καὶ εἴσοδον, τὴν εἰς πᾶν ὁτιοῦν 70.777 τῶν πρακτέων ὁδόν. Λανθάνει γὰρ ὅλως οὐδὲν τὸν πάντα εἰδότα νοῦν. Προστιθεὶς δὲ, ὅτι Ὁ θυμός σου, ὃν ἐθυμώθης, καὶ ἡ πικρία σου ἀνέβη πρός με, μο- νονουχί φησι, Οὐ δίχα ποινῆς δεδυσφημηκὼς ἔσῃ. Παρόψομαι γὰρ οὐδαμῶς τῶν σῶν ἀνοσίων ἐνθυμημά- των τὸ κακόηθες καὶ πικρὸν, ἀλλ' οἷον εἰς λύπην ἠρεθισμένος τοῖς σοῖς ἐπιθήσω θυμοῖς τὴν αὐτοῖς πρέπουσαν δίκην. 9Καὶ ἐμβαλῶ φιμὸν εἰς τὴν ῥῖνά σου, καὶ χα- λινὸν εἰς τὰ χείλη σου, καὶ ἀποστρέψω σε τῇ ὁδῷ ᾗ ἤρχου ἐν αὐτῇ.9 Ἐπειδήπερ ὁ Ἀσσύριος κτηνοπρεπεστάτην ἔχων τὴν ἀλογίαν κατεκερτόμει Θεὸν, καὶ οἷον ἀνασκιρ- τήσας εἰς ἀχάλινον ἀγριότητα τῆς τοῦ Θεοῦ δόξης παλιμφήμους ἠφίει φωνὰς, ταύτῃτοι καὶ μάλα εἰ- κότως ὡς ἐπὶ κτήνους φησὶν, ὅτι Φιμὸν ἐμβαλῶ εἰς τὴν ῥῖνά σου, καὶ χαλινὸν εἰς τὰ χείλη σου, μονον- ουχὶ ταῖς τῶν πληγῶν ἐπαγωγαῖς ἀν
Book III Tomos 4 rem close CLOSEOUT§book3-tomos4-rem-close
book3-tomos4-rem-closeRem CLOSEOUT: Book III Tomos 4 CLOSEOUT.
Greek · §book3-tomos4-rem-close
Θεοῦ τῆς ἐπί γε, φημὶ, τῷ Ἐζεχίᾳ γενομένης. Καὶ καθ' ἕτερον δὲ τρόπον τε- θαυμακέναι φαμὲν τὸν Μεωδὰχ τὸ παραδόξως συμ- βεβηκὸς τοῖς μετὰ Ῥαψάκου πολιορκήσασι τὴν Ἱε-ρουσαλὴμ, οὓς ἐν μιᾷ νυκτὶ δεδαπάνηκεν ἀγγέλου καταπταίουσα χεὶρ, ὡς εὑρεθῆναι πάντα πρωῒ τὰ σώματα νεκρά. Οὐκοῦν ἧκον μὲν οἱ πρέσβεις, ἐπ' αὐταῖς δὴ ταύταις ταῖς πέρα λόγου θεοσημίαις κατα- θαυμάσαντος τοῦ Μεωδὰχ τὴν Ἐζεχίου δικαιοσύνην. Ὁ δὲ καίτοι δέον τοῖς ἐκ Βαβυλῶνος ἀφιγμένοις λαμπρὰν ποιεῖσθαι διήγησιν τὰς κατὰ καιροὺς ἐπι- κουρίας τοῦ πάντα ἰσχύοντος Θεοῦ, καὶ τῶν παρα- δόξων τὴν μεγαλουργίαν, ἵνα καὶ ἔτι μειζόνως τὴν θείαν ὑπεροχὴν θαυμάζοντες, καὶ τὴν ἄμαχον ἐξου- σίαν τοῦ πάντων ∆εσπότου, διὰ τῶν παρ' αὐτοῦ μυ- σταγωγηθέντων λόγων, ὑπονοστήσειαν εἰς τὴν ἑαυ- τῶν, τὴν περὶ Θεοῦ γνῶσιν καταπλουτήσαντες· ἦν γὰρ οὕτω δύνασθαι καὶ ἑτέρους ὠφελεῖν ἐπαγγέλλον- τας ἃ μεμαθήκασι· τοῦτο μὲν οὐκ ἔδρα, παρεκομί- σθη δὲ μᾶλλον εἰς ἀνθρωπίνην φιλοκομπίαν, καὶ οὐκ ἀφ' ὧν τετίμηται παρὰ Θεοῦ τὴν ἑαυτοῦ δόξαν οἰκο- νομεῖ, ἀλλ' ἐκ πλούτου τοῦ κατὰ τὴν βασιλείαν, καὶ μέχρι τούτων ὁρίζει τῆς ἐνούσης εὐκλείας ἑαυτῷ τὴν δύναμιν. Ἔδειξε γὰρ, φησὶν, αὐτοῖς τὸν οἶκον τοῦ Νεχοθά· διερμηνεύεται δὲ τὸ Νεχοθὰ τῶν ἀρω- μάτων, καὶ τῆς στακτῆς, καὶ τοῦ μύρου, καὶ τοῦ ἀργυρίου καὶ τοῦ χρυσίου, καὶ πάντας τοὺς οἴκους τῶν σκευῶν τῆς γάζης, τοῦτ' ἔστι, τῆς περιουσίας. Γάζα γὰρ λέξις μὲν εἶναι λέγεται Περσικὴ, δηλοῖ δὲ τὸν πλοῦτον, ἤτοι τὴν περιουσίαν. 9Καὶ ἦλθεν Ἡσαΐας ὁ προφήτης πρὸς τὸν βασι- λέα Ἐζεχίαν, καὶ εἶπε πρὸς αὐτόν· Τί λέγουσιν οἱ ἄνθρωποι οὗτοι, καὶ πόθεν ἥκασι πρὸς σέ; Καὶ εἶπεν Ἐζεχίας· Ἐκ γῆς πόῤῥωθεν ἥκασιπρός με, ἐκ Βαβυλῶνος. Καὶ εἶπεν Ἡσαΐας· Τί εἴδοσαν ἐν τῷ οἴκῳ σου; Καὶ εἶπεν Ἐζεχίας· Πάντα τὰ ἐν τῷ οἴκῳ μου εἴδοσαν, καὶ οὐκ ἔστιν ἐν τῷ οἴκῳ μου, ὃ οὐκ εἴδοσαν, ἀλλὰ καὶ τὰ ἐν τοῖς θησαυροῖς μου εἴδοσαν. Καὶ εἶπεν αὐτῷ 70.796 Ἡσαΐας· Ἄκουσον τὸν λόγον Κυρίου Σαβαώθ· Ἰδοὺ ἡμέραι ἔρχονται, καὶ λήψονται πάντα τὰ ἐν τῷ οἴκῳ σου, καὶ ὅσα συνήγαγον οἱ πατέρες σου ἕως τῆς ἡμέρας ταύτης, εἰς Βαβυλῶνα ἥξει, καὶ οὐδὲν οὐ μὴ καταλείψωσιν· εἶπε δὲ ὁ Θεός· ὅτι Καὶ ἀπὸ τῶν τέκνων σου ὧν ἐγέννησάς γε λήψονται, καὶ ποιήσουσι σπάδονας ἐν τῷ οἴκῳ τοῦ βασιλέως τῶν Βαβυλωνίων.9 Ἀπέσταλται μὲν ὁ προφήτης παρὰ Θεοῦ, πλὴν ἐν ἀρχαῖς Ἐζεχίᾳ συντετυχηκὼς ὡς ἀπὸ γνώμης οἰκείας ἀφιγμένος προσποιεῖται λαλεῖν. Ταύτῃ τοί φησι· Τί λέγουσιν οἱ ἄνθρωποι οὗτοι; Ἐν ἤθει δὲ πολλῷ γέγονεν ὁ λόγος αὐτῷ. Ἀφίκοντο μὲν γὰρ οἱ Βαβυλώνιοι, τάχα που τὴν αἰτίαν, ὡς ἔφην, ἀναμα- θεῖν σπουδάζοντες τῆς ἀνόπιν ὑποστροφῆς τοῦ ἡλίου, καὶ ἐφ' ὅτῳ
Isaiah commentary Book III Tomos 5 opening§book3-tomos5-open
book3-tomos5-openBook III Tomos 5.
Book III Tomos 5 Isaian oracles; historia and theoria.
Greek · §book3-tomos5-open
ΤΟΜΟΣ Εʹ.}1 9Εἰ πάντα τὰ ἔθνη ὡς σταγὼν ἀπὸ κάδου, καὶ ὡς ῥοπὴ ζυγοῦ ἐλογίσθησαν, καὶ ὡς σίελος λο- γισθήσεται; Ὁ δὲ Λίβανος οὐχ ἱκανὸς εἰς καῦ- σιν, καὶ πάντα τὰ τετράποδα οὐχ ἱκανὰ εἰς ὁλο- κάρπωσιν, καὶ πάντα τὰ ἔθνη εἰς οὐδέν εἰσι, καὶ ὡς οὐδὲν ἐλογίσθησαν. Τίνι ὡμοιώσατε Κύριον, καὶ τίνι ὡμοιώματι ὡμοιώσατε αὐτόν; Μὴ εἰκόνα ἐποίησε τέκτων, ἢ χρυσοχόος χωνεύσας χρυσίον περιεχρύσωσεν αὐτόν; Ξύλον γὰρ ἄσηπτον ἐκ λέγεται τέκτων, καὶ σοφῶς ζητεῖ πῶς στήσει αὐ- τοῦ εἰκόνα, ἵνα μὴ σαλεύηται. Οὐ γνώσεσθε; οὐκ ἀκούετε; οὐκ ἀνηγγέλη ἐξ ἀρχῆς ὑμῖν; οὐκ ἔγνωτε τὰ θεμέλια τῆς γῆς;9 Τῆς μετὰ σαρκὸς οἰκονομίας τοῦ Μονογενοῦς ὁ προ- φητικὸς ἡμῖν διαμνημονεύσας λόγος, καὶ ἀποχρώντως καταθαυμάσας τὴν ἀπόῤῥητον σοφίαν, δι' ἧς καὶ σε- σώσμεθα, καὶ τὸν φύσει τε καὶ ἀληθῶς ∆εσπότην ἐπ- εγνωκότες, τῆς παρ' αὐτοῦ χάριτος ἠξιώμεθα, συναγη- γερμένοι μὲν ὡς ἄρνες τῷ βραχίονι αὐτοῦ, γεγονότες δὲ καὶ ὑπ' αὐτῷ καθάπερ ὑπὸ ποιμένι τῷ λίαν ἀγαθῷ· τέθεικε γὰρ τὴν ψυχὴν ὑπὲρ τῶν ἑαυτοῦ προβάτων. Καὶ μὴν καὶ ἀνέφικτον ἀποφήνας τοῦ δύνασθαι κατ- ιδεῖν, ἤγουν ἀναμετρῆσαι τυχὸν τὸν νοῦν, σοφίαν τε τὴν ἀνωτάτω καὶ πάντων ἐπέκεινα διωμολογηκὼς αὐ- τὸν, εἰσκεκόμικεν ἀναγκαίως τὸν πρός γε τοὺς ἐξ ἐθνῶν, ἤγουν 298 ἔτι προσκυνοῦντας τῇ κτίσει παρὰ τὸν κτίσαντα, ποιούμενον λόγους, καὶ ἀποκομίζοντα μὲν τῆς ἀρχαίας, καὶ προγονικῆς, καὶ πατροπαραδότου πλάνης, μεθιστάντα δὲ πρὸς τὰ βελτίω καὶ πρὸς γνῶσιν ἀνακομίζοντα τὴν ἀνθρωποπρεπῆ. Καταδεί- κνυσι τοίνυν τοῦ πάντων κρατοῦντος Θεοῦ τὴν ἀμέ- τρητον ὑπεροχὴν, καὶ τῆς ἐνούσης αὐτῷ μεγαλοπρε- πείας τὸ ὑπερφερὲς ἀξίωμα, καὶ ὅτι πάντα αὐτῷ σμικρὰ, καὶ ἐν ἴσῳ τοῦ μηδενὸς καταλογισθεῖεν ἂν ὡς πρός γε, φημὶ, τῆς ἐνούσης αὐτῷ δυνάμεώς τε καὶ δόξης τὸ ὑπερτενές. Ταύτῃτοί φησιν· Εἰ πάντα τὰ ἔθνη ὡς σταγὼν ἀπὸ κάδδου, καὶ ὡς ῥοπὴ ζυγοῦ ἐλο- γίσθησαν, καὶ ὡς σίελος λογισθήσονται. Μικρὰ δὲ ταυτὶ καὶ τοῦ μηδενὸς ἄξια παντελῶς. Τί γὰρ μία καταφερομένη σταγὼν ἀπὸ κάδδου; Τί δ' ἂν εἴη καὶ ζυγοῦ ῥοπὴ, πρὸς ἰσότητα φέρουσα τὸ ἡττῆσθαι δο- κοῦν; Τί δὲ καὶ σίελος, τοῦτ' ἔστι, πτύσμα τὸ ἀν- θρώπινον; Ἀλλ' οὐδὲν ἀρκέσειεν αὐτῷ, φησὶν, ὁ Λί- βανος εἰς καῦσιν, ἢ εἰς ὁλοκάρπωσιν πάντα τὰ τετράποδα. Εὐκαταφρόνητα δὲ τὰ τοιάδε παντελῶς· κἂν εἰ πάντα προσκομίζοιτο πρὸς ὁλοκάρπωσιν αὐτ
Book III Tomos 5 rem early§book3-tomos5-rem-early
book3-tomos5-rem-earlyRem early: Book III Tomos 5 Isaian oracles; historia and theoria.
Greek · §book3-tomos5-rem-early
ῷ, 70.813 καὶ αὐτὰ τῆς τοῦ Θεοῦ δόξης ἐῤῥίφθω κατόπιν. Καὶ εἰ πάντα τὰ ἔθνη, φησὶν, ὡς οὐδέν εἰσιν, καὶ ὡς οὐδὲν ἐλογίσθησαν, τίνι ὁμοιώματι ὡμοιώσατε αὐτόν; Τί γὰρ ἔσται τὸ εἰκὸς αὐτῷ, καὶ ἰσοστατοῦν, ἢ εἰς φύσιν, ἢ εἰς ὁλκὴν, ἢ καὶ εἰς εὐκλείας λόγον; Ἆρα γὰρ μὴ τέκτονος τέχναις, καὶ ξυλουργοῦ ἐμπειρίαις; ἆρα χρυσοχόων, ἢ καὶ ὡς ἐν εἰκόνι μεμόρφωται πρὸς ὁτιοῦν τῶν κτισμάτων; ἤγουν ἐποιήθη, φησὶν, ἀνδροειδὲς ἄγαλμα; Οὐμενοῦν. Οὐ γὰρ ἂν γένοιτό τι τὸ ἴσον αὐτῷ. Θεὸς γὰρ ὑπάρχων φύσει, καὶ κατ' αὐ- τὸν οὐκ ὄντος ἑτέρου, πάντα που πάντως καὶ ὑπερ- κείσεται. Ἀποφήνας δὴ οὖν παντὸς ἐπέκεινα τοῦ πεποιημένου καὶ κεκλημένου πρὸς γένεσιν, διαγελᾷ μετὰ τοῦτο τὴν εἰδώλων ποίησιν, καί φησιν, ὅτι Ξύ- λον ἄσηπτον ἐκλέγεται τέκτων, καὶ σοφῶς ζητεῖ, πῶς στήσει αὐτοῦ εἰκόνα, ἵνα μὴ σαλεύηται· ὥστε τῆς τοῦ τέκτονος ἐμπειρίας εἴη ἂν, τὸ, τοῖς πλανωμένοις κατά γε τὸ μέτρον τῆς ἐνούσης συνέσεως αὐτῷ, κατα- σκευάσαι θεὸν κατὰ τὸ αὐτοῖς δοκοῦν, καὶ διὰ πλεί- στης ἀσφαλείας ἐπικουρούμενον, ἵνα μὴ σαλεύηται καὶ συνθραύηται πεσόν. Ἦσαν οὖν ἄρα θεῶν ἐν σπάνει, οἱ τῶν εἰδώλων προσκυνηταὶ, τεκτονικῆς ἐμπειρίας οὐκ οὔσης ἐπὶ τῆς γῆς· ἀλλ' οὐδ' ἂν ἐσώζοντο τὰ γε- γονότα χειροποίητα, εἰ μὴ σοφῶς ἐζήτησεν ὁ τεχ- νουργὸς τὰ δι' ὧν ἂν ἑστάναι δύναιντο, καὶ ἀκλόνητον ἔχειν τὴν ἕδραν. Φαίη δ' ἂν, οἶμαι, τὶς, καὶ σφόδρα εἰ- κότως τὸ διὰ φωνῆς τοῦ ∆αβίδ· "6Τὰ εἴδωλα τῶν ἐθνῶν ἀργύριον, καὶ χρυσίον, ἔργα χειρῶν ἀνθρώ- πων."6 Προσεπάγει δὲ τούτοις· "6Ὅμοιοι αὐτῶν γέ- νοιντο πάντες οἱ ποιοῦντες αὐτὰ, καὶ πάντες οἱ πε- ποιθότες ἐπ' αὐτοῖς."6 ∆ιαγελάσας τοίνυν τὴν εἰδώλων κατασκευὴν, μεθίστησι τὸν λόγον ὡς ἐντροπήν τε καὶ ἐπανόρθωσιν τῶν πεπλανημένων, καὶ ἀπροφάσιστον αὐτοῖς τὸ ἐπὶ τούτῳ πλημμελὲς ἀποφαίνει λέγων· Οὐ γνώσεσθε; οὐκ ἀκούσεσθε; ἀντὶ τοῦ, οὐκ ἔγνωτε; οὐκ ἠκούσατε; οὐκ ἀνηγγέλη ἐξ ἀρχῆς ὑμῖν; οὐκ ἔγνωτε τὰ θεμέλια τῆς γῆς; Θεμέλια δὲ τῆς γῆς τελευταῖά τε καὶ ἄκρα φησὶν αὐτῆς. Ἔγνωτε δὴ οὖν, φησὶν, οἱ ἐκ περάτων εἰς πέρατα. Ἠκούσατε, καὶ ἀνηγγέλη ὑμῖν ἐξ ἀρχῆς. Ἀνηγγέλη δὲ τί; Ὅτι Θεὸς μὲν ὁ φύ- σει καὶ ἀληθῶς, εἷς γέ ἐστι καὶ μόνος· ξύλα δὲ καὶ λίθοι, καὶ ἕτερον οὐδὲν, τὰ δι' ἀνθρώπων ἡμῖν εἰς θεοὺς τεχνουργούμενα. Οὐ γὰρ σεσίγηκεν ἡ θεόπνευ- στος Γραφή· ἄνωθεν δὲ μᾶλλον ἡ τῆς ἀληθείας κεκή- ρυκται γνῶσις, διὰ πατριαρχῶν, διὰ νόμου καὶ προ- φητῶν. Οὐ γὰρ ὅτε καθ' ἡμᾶς γενόμενος ὁ τοῦ Θεοῦ μονογενὴς Λόγος, ἄνθρωπος ἐπέλαμψεν τοῖς ἐπὶ τῆς γῆς· τότε καὶ πρῶτον ἐν ταῖς ἐσχάταις διαβολαῖς τοῦ πλανᾶσθαι γέγονεν. Ἀλλ' ἧν ἀρχαῖον, ὡς ἔφην, τῆς εἰδωλολατρίας τὸ κατηγόρημα. Οὐ γὰρ διαλέλοιπεν ὁ
Book III Tomos 5 rem mid§book3-tomos5-rem-mid
book3-tomos5-rem-midRem mid: historia and spiritual theoria held together.
Greek · §book3-tomos5-rem-mid
Πάντες τὸ αὐτὸ τοῖς μυσταγωγουμένοις ἐροῦσιν. Ὡς γὰρ ἐξ ἑνὸς λαλοῦντες πνεύματος οὐ τοῖς ἀλλήλων διαμαχοῦνται λόγοις, συμφώνως δὲ μᾶλλον τὸ περὶ τῶν θείων δογμάτων ποιήσονται κήρυγμα, καὶ κατ- αγγελοῦσι κεκρυμμένως τὸ Χριστοῦ μυστήριον. Τοῦτο γὰρ, οἶμαι, ἐστὶ τὸ, Τότε κρίσιν ἀναγγειλά- τωσαν. Ἐπειδὴ γὰρ οἱ ἐξ Ἰσραὴλ κρίσιν ὠνόμαζον τὸν διὰ Μωσέως νόμον, ταύτῃτοι καὶ μάλα εἰκότως ἀντεξάγων αὐτῷ τὸ εὐαγγελικὸν καὶ σωτήριον κή- ρυγμα, κρίσιν αὐτὸ διὰ τούτων ἀποκαλεῖ. Ἡ γὰρ ἀληθῶς δικαιοκρισία, καὶ τῆς ἀρεσκούσης Θεῷ νομο- θεσίας ἡ δύναμις, οὐκ ἔν γε μᾶλλον τῇ κατὰ νόμον σκιᾷ διαφαίνεται, ἀλλ' ἐν τῷ κηρύγματι τῶν ἁγίων μυσταγωγῶν τῶν νέων ἀρχόντων. Οἳ καὶ μαθόντες παρὰ Χριστοῦ τὴν κρίσιν, ἤτοι τὴν βούλησιν τοῦ Θεοῦ καὶ Πατρὸς, ταύτην καὶ ἡμῖν ταυτοεποῦντες ἀπηγγέλκασιν. 9Τίς ἐξήγειρεν ἀπὸ ἀνατολῶν δικαιοσύνην, ἐκά- λεσεν αὐτὴν κατὰ πόδας αὐτοῦ, καὶ πορεύσεται;9 Οὐκ ἀπό γε ψιλῆς καὶ μόνης τῆς ἐν τοῖς ποιήμασι μεγαλουργίας καταθαυμάζεσθαι πρέπει τὸν τῶν ὅλων κατεξουσιάζοντα Θεὸν, ἀλλὰ γὰρ καὶ δι' ὧν εὐεργετεῖ, τῆς ἐνούσης αὐτῷ γαληνότητος ποιεῖται τὴν ἔνδειξιν. Σέσωκε γὰρ τοὺς ἐπὶ τῆς γῆς, καὶ ἀπολωλὸς εἰσάπαν τὸ γένος τὸ ἀνθρώπινον καὶ θανάτου, καὶ φθορᾶς ἐξ- είλετο, καὶ τῆς τοῦ διαβόλου πλεονεξίας. Κατήργηκε γὰρ αὐτὸν, ὁμοῦ ταῖς δυνάμεσι ταῖς σὺν αὐτῷ, δεδι- καίωκε δὲ διὰ πίστεως, τὴν τυραννήσασαν καθ' ἡμῶν ἀποσοβήσας ἁμαρτίαν. 304 Ἀλλὰ ταυτὶ δὴ πάντα κατ- ωρθώθη διὰ Χριστοῦ· "6Γέγονε γὰρ ἡμῖν παρὰ Θεοῦ καὶ Πατρὸς δικαιοσύνη καὶ ἀπολύτρωσις, καὶ ἁγια- σμός."6 Καὶ πεφωτίσμεθα δὲ δι' αὐτοῦ, μετεσχήκαμεν δὲ φειδοῦς καὶ ἀγάπης, καὶ ἁπαξαπλῶς παντὸς τοῦ σώζειν εἰδότος. Καὶ τοῦτο ἡμῖν δι' ἑνὸς τῶν ἁγίων προφητῶν προανεφώνει λέγων· "6Καὶ ἀνατελεῖ ὑμῖν τοῖς φοβουμένοις τὸ ὄνομά μου, ἥλιος δικαιοσύνης, καὶ ἴασις ἐν ταῖς πτέρυξιν αὐτοῦ."6 Τίς τοίνυν, φησὶ, καθάπερ ἥλιον ἐξ ἀνατολῶν ἀνασχεῖν παρεσκεύασε τὴν δικαιοσύνην; τοῦτ' ἔστι, Χριστόν. Τίς ἐκάλεσεν αὐτήν; τοῦτ' ἔστιν, ἀφικέσθαι παρεσκεύασε, καὶ 70.829 ἐμφανισθῆναι δὲ οὕτως, ὡς καὶ πορεύεσθαι κατὰ πόδας τοῦ κεκληκότος, ἀντὶ τοῦ μονονουχὶ κατ' ἴχνος ἰέναι τοῦ Θεοῦ καὶ Πατρός; Ἀνεστράφη γὰρ οὕτως ἐν γῇ Κύριος, τὰ τοῦ Πατρὸς ἔργα πληρῶν, καὶ αὐτὸν ἡμῖν ἐν ἰδίᾳ φύσει καταδεικνύς. Ἦν γὰρ καὶ ἔστιν ἰσοσθενὴς αὐτῷ, καὶ δι' αὐτῶν τῶν πραγμάτων πεπληροφόρηκε τοὺς ἐπὶ τῆς γῆς, ὅτι κατὰ πᾶν ὁτιοῦν ἰσομέτρως ἔχει τῷ γεγεννηκότι. Καὶ γοῦν ἔφασκεν ἐναργῶς· "6Εἰ οὐ ποιῶ τὰ ἔργα τοῦ Πατρός μου, μὴ πιστεύητέ μοι. Εἰ δὲ ποιῶ, κἂν ἐμοὶ μὴ πιστεύητε, τοῖς ἔργοις μου πιστεύετε."6 Ἑπόμενος δὴ πανταχοῦ τῇ θελήσει τοῦ Πατρὸς, μᾶλλον δὲ αὐτὸ
Book III Tomos 5 rem close CLOSEOUT§book3-tomos5-rem-close
book3-tomos5-rem-closeRem CLOSEOUT: Book III Tomos 5 CLOSEOUT.
Greek · §book3-tomos5-rem-close
ὁ Θεός· ἤγγισαν αἱ βουλαὶ ὑμῶν, λέγει ὁ βασιλεὺς Ἰακώβ.9 Τὴν τῶν ἐθνῶν κλῆσιν ὡς ἔσται κατὰ καιροὺς εὖ μάλα διειρηκὼς, ὑποσχόμενός τε ποιήσειν τὴν ἔρημον εἰς ἕλη, καὶ τὴν διψῶσαν γῆν ἐν ὑδραγωγοῖς, κέδροις τε, καὶ πύξῳ καὶ τοῖς ἑτέροις φυτοῖς κατάκομον ἀπο- φῆναι, καὶ τὴν ἑαυτοῦ χεῖρα θαυμασθήσεσθαι λέγων, ὡς τῶν οὕτω μεγάλων δημιουργὸν, προσδιαλέγεται πάλιν τοῖς τῶν εἰδώλων ποιηταῖς, καὶ τοῖς τὰ τοιάδε τεχνίταις, καί φησιν ἐγγὺς γενέσθαι τὴν κρίσιν αὐτῶν. Κρίσιν δέ φησιν, ἢ τὴν ὀφειλομένην κόλασιν αὐτοῖς. ἤγουν τὴν αἰσχύνην, καὶ ἐντροπήν. Ὁσίᾳ γὰρ ψήφῳ Θεοῦ, καὶ δικαίῳ κρίματι κολασθεῖεν ἂν ὡς ἠπατηκότες τὴν ὑπ' οὐρανὸν, καὶ βουλὰς οὐκ ἀληθεῖς εἰσκεκομικότες. Ἐδίδαξαν γὰρ τοὺς ἐπὶ τῆς 70.844 γῆς τῷ ξύλῳ λέγειν· "6Πατήρ μου εἶ σὺ, καὶ τῷ λίθῳ, Σὺ ἐγέννησάς με."6 Ταύτῃτοι καὶ ἐγγίσαι φησὶ τὰς βουλὰς αὐτῶν, τοῦτ' ἔστιν, εἰς πέρας ἐλθεῖν, κατα- σείοντος τὴν πλάνην, καὶ τὴν ἐκ τῆς ἀμαθίας ἀχλὺν κατασκεδαννύντος Θεοῦ, καὶ οὐχ ἑνὸς τῶν παρ' αὐτῶν ὄντος, τῶν ψευδωνύμων δηλονότι φαμὲν, ἀλλὰ Κυρίου, καὶ Θεοῦ κατὰ ἀλήθειαν, καὶ τοῦ βασιλέως Ἰακὼβ, τοῦτ' ἔστι, τῶν ἐξ αἵματος Ἰσραήλ. Ἀποφέρει δὲ διὰ τούτων εἰς ἀνάμνησιν τῶν γεγονότων σημείων, ἐπὶ τῇ λυτρώσει τῶν ἐξ Ἰσραὴλ, δι' ὧν εὖ μάλα δια- γινώσκεται τῆς ἐνούσης αὐτῷ θεοπρεποῦς ἐξουσίας, ἢ ἀσυγκρίτου ὑπεροχῆς ἡ δύναμις. 9Ἐγγισάτωσαν, καὶ ἐπαγγειλάτωσαν ὑμῖν ἃ συμβήσεται, ἢ τὰ πρότερα τίνα ἦν· εἴπατε, καὶ ἐπιστήσομεν τὸν νοῦν, καὶ γνωσόμεθα, τί τὰ ἔσχατα, καὶ τὰ ἐπερχόμενα. Εἴπατε ἡμῖν, ἀναγ- γείλατε τὰ ἐπερχόμενα ἐπ' ἐσχάτου, καὶ γνωσό- μεθα, ὅτι θεοί ἐστε. Εὖ ποιήσατε, καὶ κακώσατε, καὶ θαυμασόμεθα, καὶ ὀψόμεθα ἅμα, ὅτι πόθεν ἐστὲ ὑμεῖς, καὶ πόθεν ἡ ἐργασία ὑμῶν· ἐκ γῆς βδέλυγμα ἐξελέξαντο ὑμᾶς.9 Τῆς θείας τε καὶ ἀποῤῥήτου δόξης ἴδιόν τε καὶ ἐξαίρετον τὸ πάντα μὲν εἰδέναι, ἀγνοεῖν δὲ παντε- λῶς οὐδὲν οὔτε τῶν προγεγονότων, οὔτε τῶν ἐνεστη- κότων, ἢ τῶν ἐσομένων. Καὶ γοῦν δὴ [γρ. διὰ] μὲν τοῦ πανσόφου Μωσέως τὰ πρὸ τῆς συμπήξεως τοῦδε τοῦ κόσμου, καὶ τὰ ἐν ἀρχαῖς ἐναργῆ τοῖς ἐπὶ τῆς γῆς καθίστησι λέγων· "6Ἐν ἀρχῇ ἐποίησεν ὁ Θεὸς τὸν οὐρανὸν καὶ τὴν γῆν. Ἡ δὲ γῆ ἦν ἀόρατος καὶ ἀκατασκεύαστος, καὶ σκότος ἐπάνω τῆς ἀβύσσου·"6 καὶ τὴν παντὸς τοῦ κόσμου ποίησιν ἀκριβέστατα διεξέρχεται. Ἀλλὰ καὶ ὁ Κύριος ἡμῶν Ἰησοῦς Χρι-στὸς, ὁ πάλαι λαλήσας ἐκεῖνα διὰ Μωσέως, ἀπήγ- γειλεν ἡμῖν τὰ ἐν ἐσχάτοις· ὡς γὰρ ὁ αὐτοῦ φησι μαθητής· "6Καινοὺς οὐρανοὺς, καὶ καινὴν γῆν, καὶ τὰ ἐπαγγέλματα αὐτοῦ προσδοκῶμεν."6 Ἔστι δὲ ἀκοῦσαι λέγοντος ἐναργῶς· "6Μὴ ἀπ' ἐμοῦ κρυβήσεταί τί;"6–"6Καὶ γάρ ἐστιν ἀληθῶς ζῶν ὁ λόγος τοῦ Θεοῦ, καὶ ἐναργὴς, καὶ
Isaiah commentary Book IV Logos 1 opening§book4-logos1-open
book4-logos1-openBook IV Logos 1.
Book IV Logos 1 Isaian proclamation toward Christ.
Greek · §book4-logos1-open
ΛΟΓΟΣ Αʹ.}1 Ἐπέφανεν ἐν ἡμῖν Θεὸς ὢν Κύριος, κατὰ τὰς Γραφὰς, καὶ σεσαγήνευται δι' αὐτοῦ πρὸς τὴν διὰ πίστεως χάριν ἡ τῶν πλανωμένων ἀγέλη. Προσδο- κία γὰρ ἦν ἐθνῶν, καὶ τοὺς ἐν ὀμίχλῃ καὶ σκότῳ πρὸς τὸ τῆς ἀληθείας ἐκάλεσε φῶς ὁ Θεὸς καὶ Πα- τὴρ δι' αὐτοῦ. Καὶ τοῦτο ἡμῖν κατέστησεν ἐναργὲς διὰ τῶν ὀπίσω, βραχὺ λέγων· "6Ἐγὼ Κύριος ὁ Θεὸς ἐκάλεσά σε ἐν δικαιοσύνῃ, καὶ κρατήσω τῆς χειρός σου, καὶ ἐνισχύσω σε, καὶ δέδωκά σε εἰς διαθήκην γένους, εἰς φῶς ἐθνῶν, ἀνοῖξαι ὀφθαλμοὺς τυφλῶν, ἐξαγαγεῖν ἐκ δεσμῶν δεδεμένους, καὶ ἐξ οἴκου φυ- λακῆς καθημένους ἐν σκότῳ βαθεῖ."6 Τέθειται γὰρ ὁ Κύριος ἡμῶν Ἰησοῦς Χριστὸς παρὰ τοῦ Θεοῦ καὶ Πατρὸς εἰς διαθήκην μὲν τοῦ κατὰ σάρκα γένους, φημὶ δὴ τῶν ἐξ Ἰσραὴλ, οἷς καὶ πάλαι Θεὸς ἐπηγγέλλετο δι' ἑνὸς προφήτου λέγων· "6Ἰδοὺ ἡμέραι ἔρχονται, λέ- γει Κύριος, καὶ συντελέσω ἐπὶ τὸν οἶκον Ἰσραὴλ, καὶ ἐπὶ τὸν οἶκον Ἰούδα διαθήκην καινὴν, οὐ κατὰ τὴν διαθήκην ἣν διεθέμην τοῖς πατράσιν αὐτῶν."6 Μω- σῆς μὲν γὰρ ὁ θεσπέσιος, σκιᾶς καὶ τύπου διάκονος ἦν, ἐν μέτροις ὑπάρχων τοῖς ἱκετικοῖς. Χριστός γε μὴν ὡς Υἱὸς καὶ Κύριος διαθήκης καινῆς γέγονε βραβευτής. Καινῆς δέ φημι, τῆς εἰς καινότητα ζωῆς ἁγίας ἀναμορφούσης τὸν ἄνθρωπον, καὶ διὰ πολι- τείας εὐαγγελικῆς εὐδόκιμον, καὶ ἀληθινὸν ἀποφαι- νούσης προσκυνητήν· "6Πνεῦμα γὰρ, φησὶν, ὁ Θεὸς, καὶ τοὺς προσκυνοῦντας αὐτὸν ἐν πνεύματι καὶ ἀλη- θείᾳ δεῖ προσκυνεῖν."6 Οὐκοῦν τέθειται εἰς διαθήκην γένους, καὶ εἰς φῶς ἐθνῶν, τοῦ ἀνοῖξαι ὀφθαλμοὺς τυφλῶν, καὶ ἐξαγαγεῖν ἐκ δεσμῶν δεδεμένους. Ὁ μὲν γὰρ ἀρχέκακος Σατανᾶς κατεσκότισε τῶν ἐθνῶν τὰς καρδίας· "6Ἐματαιώθησαν γὰρ ἐν τοῖς διαλογισμοῖς αὐτῶν, καὶ φάσκοντες εἶναι σοφοὶ ἐμωράνθησαν, καὶ ἤλλαξαν τὴν δόξαν τοῦ ἀφθάρτου Θεοῦ ἐν ὁμοιώματι εἰκόνος φθαρτοῦ ἀνθρώπου, καὶ πετεινῶν, καὶ τετρα- πόδων, καὶ ἑρπετῶν."6 Τὸ δέ γε φῶς τὸ ἀληθινὸν, τοῦτ' ἔστι, Χριστὸς, ὡς νοητὸς ἡμῖν ἀνέτειλεν ἑωσφό- ρος, καὶ ὡς τῆς δικαιοσύνης ἥλιος, τὴν τῆς ἀληθοῦς θεογνωσίας ἁπλώσας ἀκτῖνα, τὸν ἐκ 315 διαβολικῆς ἀπά- 70.860 της ἐπισκήψαντα τοῖς ἐπὶ τῆς γῆς κατεσκέδασε σκό- τον· ἠλευθέρωσεν ἐκ δεσμῶν τοὺς ταῖς τῶν οἰκείων πλημμελημάτων σειραῖς ἐν ἀφύκτοις εἰλημμένους. Ὅτι τοίνυν οἱ πάλαι τῇ κτίσει παρὰ τὸν Κτίστην λατρεύοντες, οἱ σκότον ἔχοντες εἰς νοῦν, οἱ τοῖς ἔργοις τῶν ἰδίων χειρ
Book IV Logos 1 rem early§book4-logos1-rem-early
book4-logos1-rem-earlyRem early: Book IV Logos 1 Isaian proclamation toward Christ.
Greek · §book4-logos1-rem-early
ῶν ἀναπεπεισμένοι προσκυνεῖν, οἱ μακρὰν ὄντες Θεοῦ, κεκλήσονται διὰ πίστεως τῆς ἐν Χριστῷ, ἐπιγνώσονταί τε τὸν τῶν ἁπάντων Βασιλέα καὶ Κύριον, διαδείκνυσιν εὖ μάλα τῆς προφητείας ὁ λόγος. Προστάττει γὰρ τοῖς ἠλεημένοις διὰ Θεοῦ δοξολογεῖν αὐτὸν, οὕτω τέ φησιν· 9Ὑμνήσατε τῷ Κυρίῳ ὕμνον καινὸν, ἡ ἀρχὴ αὐ- τοῦ, δοξάζετε τὸ ὄνομα αὐτοῦ ἀπ' ἄκρου τῆς γῆς· οἱ καταβαίνοντες εἰς τὴν θάλασσαν, καὶ πλέον- τες αὐτήν· αἱ νῆσοι, καὶ οἱ κατοικοῦντες αὐτάς.9 Καινὸς ὁ ὕμνος, καὶ τῇ τῶν πραγμάτων καινότητι πρέπων. "6Εἴ τις γὰρ ἐν Χριστῷ, καινὴ κτίσις, κατὰ τὸ γεγραμμένον, καὶ τὰ ἀρχαῖα παρῆλθε, γέγονε δὲ τὰ πάντα καινά."6 Λελύτρωνται μὲν γὰρ ἐκ τῆς Αἰ- γυπτίων πλεονεξίας οἱ ἐξ αἵματος Ἰσραὴλ, μεσι- τεύοντος τὸ τηνικάδε τοῦ πανσόφου Μωσέως, καὶ πλινθείας ἐξῄρηνται, καὶ ἱδρώτων κενῶν τῶν ἐπὶ γηΐνοις σπουδάσμασιν ἔργον κηδεστῶν ἀγριότητος, καὶ τῆς τοῦ κρατοῦντος ἀπανθρωπίας· διεβιβάσθη- σαν διὰ μέσης θαλάσσης, ἔφαγον ἐν τῇ ἐρήμῳ τὸ μάννα, ἔπιον ὕδωρ ἐκ πέτρας, ἀβρόχῳ ποδὶ διῆλθον τὸν Ἰορδάνην, εἰσεκομίσθησαν εἰς τὴν γῆν τῆς ἐπαγ- γελίας. Τάδε ἐφ' ἡμῖν πάντα καινὰ, καὶ τῶν ἀρχαίων ἀσυγκρίτως ἐν ἀμείνοσιν. Οὐ γὰρ σαρκικῆς, μᾶλλον δὲ πνευματικῆς δουλείας ἐξῃρήμεθα, καὶ ἀντὶ τῶν περὶ γῆν σπουδασμάτων τῶν ἐκ φιλοσαρκίας ἀπηλ- λάγμεθα μολυσμῶν· οὐκ ἐργοδιώκτας ἐφύγομεν Αἰ- γυπτίους, οὐδὲ τύραννον μὲν ἀσεβῆ, καὶ ἀνήμερον, πλὴν ἄνθρωπον καθ' ἡμᾶς, τοὺς συνωθοῦντας δὲ μᾶλλον εἰς ἁμαρτίαν πονηροὺς καὶ ἀκαθάρτους δαί- μονας, καὶ τὸν ταῖς τούτων ἀγέλαις ἐφεστηκότα, τοῦτ' ἔστι, Σατανᾶν. ∆ιέβημεν καθάπερ τινὰ θάλατ- ταν, τοῦ παρόντος βίου τὸν κλύδωνα, καὶ τὴν ἐν αὐτῷ τύρβην, καὶ εἰκαίους ὄντως περισπασμούς. Ἐφάγομεν τὸ μάννα τὸ νοητὸν, τὸν ἄρτον τὸν ἐξ οὐρανοῦ, τὸν ζωὴν διδόντα τῷ κόσμῳ· ἐπίομεν ὕδωρ ἐκ πέτρας, τοῖς Χριστοῦ νάμασιν ἐντρυφήσαντες, νοητοῖς δὲ δηλονότι. ∆ιέβημεν τὸν Ἰορδάνην, ἀξιω- θέντες τοῦ ἁγίου βαπτίσματος, εἰσήλθομεν εἰς τὴν τοῖς ἁγίοις ἐπηγγελμένην καὶ πρέπουσαν γῆν, ἧς καὶ αὐτὸς ὁ Σωτὴρ διαμνημονεύει, λέγων· "6Μακά- ριοι οἱ πραεῖς, ὅτι αὐτοὶ κληρονομήσουσι τὴν γῆν."6 Οὐκοῦν ἐπὶ καινοῖς κατορθώμασι, καινὸν ἔδει γενέ- σθαι τὸν ὕμνον παρὰ τῆς ἀρχῆς αὐτοῦ· τοῦτ' ἔστι, παρὰ τῶν ὑπ' αὐτῷ γεγονότων καὶ ἀρχομένων ὑπ' αὐτοῦ· γενέσθαι δὲ τὸν ὕμνον, ἤτοι τὴν αὐτῷ πρέ- πουσαν δοξολογίαν, οὐ κατά γε μόνην τὴν τῶν Ἰου- δαίων χώραν, ἀλλὰ γὰρ ἀπ' ἄκρου τῆς γῆς εἰς ἄκρον δηλονότι, τοῦτ' ἔστιν, ἅπασαν τὴν ὑπ' οὐρανόν. Πά- λαι μὲν γὰρ ἦν ἐν τῇ Ἰουδαίᾳ γνωστὸς ὁ Θεὸς, καὶ ἐν μόνῳ τῷ Ἰσραὴλ μέγα τὸ ὄνομα αὐτοῦ. Ἐπειδὴ 70.861 δὲ κεκλήμεθα διὰ Χριστοῦ πρὸς ἐπίγνωσιν ἀληθείας, πλήρης γέγονεν
Book IV Logos 1 rem mid§book4-logos1-rem-mid
book4-logos1-rem-midRem mid: historia and spiritual theoria held together.
Greek · §book4-logos1-rem-mid
πρὸς Θεὸν οἰκειότητος οἱ ἐξ Ἰσραὴλ, εἴρηται σαφῶς, ἵνα δικαίᾳ ψήφῳ φαίνηται Θεὸς πανταχοῦ κεχρημένος. Ἔδει γὰρ, ἔδει τοὺς τὴν εἰς Θεὸν ἀσέβειαν τιμήσαντας, ἔξω γενέσθαι τῆς παρ' αὐτοῦ φειδοῦς καὶ ἀγάπης· τούς γε μὴν ἐξ ἀμαθίας τοῖς τῆς ἁμαρτίας βόθροις ἐνειλημμένους, καὶ ὑπὸ χεῖρα πεσόντας διαβολικὴν, κατοικτειρῆσαι παρὰ τοῦ πάντων ∆ημιουργοῦ, καλουμένους εἰς ἐπί- γνωσιν αὐτοῦ, καὶ εἰς τὸ τῆς ἀληθείας φῶς. Τοῦτο γάρ που καὶ διὰ τοῦ πανσόφου Μωσέως εὑρίσκεται λέγων· Αὐτοὶ παρεζήλωσάν με ἐπ' οὐ θεοῖς, παρ- ώξυνάν με ἐπὶ τοῖς γλυπτοῖς αὐτῶν. Κἀγὼ παραζη- λώσω αὐτοὺς ἐπ' οὐκ ἔθνει· ἐπ' ἔθνει ἀσυνέτῳ παρ- οργιῶ αὐτούς. Ἔφη δέ που καὶ ὁ θεσπέσιος Μελῳδὸς, ὅτι "6Παρεπίκραναν αὐτὸν ἐν τοῖς γλυπτοῖς αὐτῶν, καὶ ἐν τοῖς ἐπιτηδεύμασιν αὐτῶν παρεζήλωσαν 70.880 αὐτόν· καὶ εἶδε Κύριος ὁ Θεὸς, καὶ ὑπερεῖδε, καὶ ἐξουδένωσε σφόδρα τὸν Ἰσραήλ."6 Εἰ δὲ χρή τινα καὶ θεωρίαν πνευματικὴν τοῖς εἰρημένοις ἐπενεγκεῖν, φυ- λαττόμεθα παγίδα διαβολικὴν εἰς νοῦν ἔχειν καὶ καρδίαν, καὶ τὰ ἐν φαντασίαις λογισμῶν εἴδωλα πονηρὰ, καλοῦντα πρὸς ἀσέλγειαν καὶ εἰς ἐκτόπους ἡδονὰς, ἵνα μὴ γενώμεθα τῷ Σατανᾷ, καὶ ἅρπαγμα δαιμονίων. Γέγραπται γὰρ, ὅτι "6Ἐὰν πνεῦμα τοῦ ἐξουσιάζοντος ἀναβῇ ἐπὶ σὲ, τόπον σου μὴ ἀφῇς, ὅτι ἴαμα καταπαύσει ἁμαρτίας μεγάλας."6 9Τίς ἐν ὑμῖν ἐνωτιεῖται ταῦτα; εἰσακούσατε εἰς τὰ ἐπερχόμενα.9 Ἔθος τῇ θεοπνεύστῳ Γραφῇ τὸ ἀκουτίσασθαι λέ- γειν, ἐπὶ τοῦ μὴ παρέργως, ἢ ἀτημελῶς, τὸν ἐπί γε τοῖς ἀναγκαίοις πράγμασι δέχεσθαι λόγον, νηφα- λέως δὲ μᾶλλον, ὥστε καὶ εἰς νοῦν καὶ καρδίαν ἀπόθε- τον ἔχειν τὸ διηγγελμένον. Ὁποῖόν ἐστι τὸ διὰ τῆς τοῦ Ψάλλοντος φωνῆς εἰρημένον· "6Ἐν τῇ καρδίᾳ μου ἔκρυψα τὰ λόγιά σου, ὅπως ἂν μὴ ἁμάρτω σοι."6 Γέγραπται γὰρ καὶ ἐν τεσσαροκοστῷ καὶ ὀγδόῳ ψαλμῷ· "6Ἀκούσατε ταῦτα, πάντα τὰ ἔθνη, ἐνωτί- σασθε, πάντες οἱ κατοικοῦντες τὴν οἰκουμένην."6 Τὸ μὲν γὰρ ἀκοῦσαι, κοινὸν ἅπασι τοῖς ἄπαξ εἰς οὖς λαβοῦσι φωνὴν, ἢ καὶ ἕτερόν τινα κτύπον· τὸ δὲ μὴν ἐνωτίσασθαι, τὸ εἰς νοῦν, ὡς ἔφην, εἰσοικίσασθαί τι τῶν τεθεσπισμένων. Ἔοικε τοίνυν ὁ προφητικὸς ἐν τουτοισὶ λόγος τοὺς ἐπιεικέστερον ἤγουν ἐμφρονέ- στερον ἀκροασαμένους ἐπιζητεῖν, ὥστε καὶ εἰς τὴν τῶν μελλόντων ἀσφάλειαν τὰ τοῖς πάλαι συμβεβηκότα λαλεῖν. Ὡς γὰρ ὁ Παῦλός φησιν, ὅτι· "6Τὰ τοιάδε τῶν πραγμάτων τυπικῶς συνέβαινεν ἐκείνοις. Ἐγρά- φη δὲ πρὸς νουθεσίαν ἡμῶν, εἰς οὓς τὰ τέλη τῶν αἰώ- νων κατήντηκε."6 ∆εῖ γὰρ ἡμᾶς οὐ μάτην τοῖς περὶ αὐτὸν ἐντυγχάνειν διηγήμασιν, ἀλλ' εἰς ὄνησιν ταῦτα δέχεσθαι ψυχῆς, παραιτεῖσθαι σφόδρα τὸ τοῖς ἴσοις ἁλῶναι πταίσμασιν, ἵνα μὴ ταῖς ἐκείνων περιπίπτοι- μεν συμφοραῖς. 9Τίς δέ
Book IV Logos 1 rem close CLOSEOUT§book4-logos1-rem-close
book4-logos1-rem-closeRem CLOSEOUT: Book IV Logos 1 CLOSEOUT.
Greek · §book4-logos1-rem-close
χειρῶν τὸν ἅπαξ προειλημμένον. Οὐκ ἔστι γὰρ ὁ ἐκ τῶν χειρῶν μου, φησὶν, ἐξαιρού- μενος. Ποιήσω, καὶ τίς ἀποστρέψει αὐτό; Πεποίηκα γὰρ τὴν τῶν ἐθνῶν κλῆσιν, φησὶν, ἤτοι, σέσωκα τοὺς πλανωμένους. Καὶ τίς τοῦτο μεταβαλεῖ, ἤγουν μετα- στήσει πρὸς τὸ μὴ οὕτως ἔχειν. Ὅτι γὰρ ἐκ τῆς τοῦ Θεοῦ χειρὸς οὐδεὶς ἁρπάσει τοὺς παρ' αὐτοῦ σεσω- σμένους, πιστώσεται λέγων αὐτὸς ὁ Σωτήρ· "6Τὰ πρό- βατα, τὰ ἐμὰ τῆς φωνῆς μου ἀκούουσι, κἀγὼ γινώσκω αὐτὰ, καὶ ἀκολουθοῦσί μοι· κἀγὼ δίδωμι αὐτοῖς ζωὴν αἰώνιον, καὶ οὐ μὴ ἀπόλωνται εἰς τὸν αἰῶνα, καὶ οὐ μὴ ἁρπάσῃ τις αὐτὰ ἐκ τῆς χειρός μου. Ὁ Πατήρ μου, ὃς δέδωκέ μοι, πάντων μείζων ἐστὶ, καὶ οὐδεὶς δύναται ἁρπάζειν ἐκ τῆς χειρὸς τοῦ Πατρός μου."6 Τοῦτ' ἔστιν ἐναργῶς τὸ γεγραμμένον· "6Οὐκ ἔστιν ὁ ἐκ τῶν χειρῶν μου ἐξαιρούμενος."6 9Οὕτως λέγει Κύριος ὁ Θεὸς ὁ λυτρούμενος ὑμᾶς, ὁ ἅγιος Ἰσραήλ· Ἕνεκεν ὑμῶν ἀποστελῶ εἰς Βαβυλῶνα, καὶ ἐπεγερῶ πάντας φεύγοντας, καὶ Χαλδαῖοι ἐν πλοίοις δεθήσονται.9 ∆ιὰ τῶν ἀρτίως ἡμῖν εἰρημένων οὐκ ἀγεννῆ παραίνεσιν ἐξυφήνας τοῖς ἐξ ἐθνῶν κεκλημένοις εἰς ἐπίγνωσιν αὐτοῦ, καὶ διαδείξας ὅτι μόνως ἔχει τῶν τε ἐν ἀρχαῖς, καὶ διὰ μέσου, καὶ τελευταίων τὴν γνῶσιν, καὶ μὴν ὅτι παρ' αὐτὸν ἕτερος οὐδείς ἐστι παντελῶς ὁ διασῶσαι δυνάμενος, καὶ βεβαίαν ἐν αὐτοῖς διὰ τούτων ἐνιδρύσας τὴν πίστιν, μεθίστησι τοὺς λόγους ἐπὶ τοὺς ἐξ αἵματος Ἰσραὴλ, καὶ πειρᾶται πληρο- 70.900 φορεῖν ὡς ἔστι παναλκὴς, καὶ θαυματουργὸς, καὶ ὅτι τοῖς αὐτοῦ νεύμασιν αἱ τῶν πραγμάτων εἴκουσι φύσεις· ὑπηρετεῖ δὲ καὶ αὐτὰ τὰ τοῦ κόσμου στοιχεῖα, καὶ ὅπερ ἂν αὐτὸς ἐθελήσει, τουτὶ δὴ πάντως διαπε- ραίνεται, παρὰ πόδας κειμένου μηδενός. Ἔδει γὰρ, ἔδει τοῖς ἐξ Ἰσραὴλ πλείστης τε ὅσης φωταγωγίας καὶ τῶν εἰς ἑδραιότητα νοῦ καθιστάντων αὐτοὺς παραινέσεών τε καὶ ὑπομνημοσυνῶν, ἐπεί τοι παρ- ώλισθον ἐφ' ἃ μὴ θέμις, καὶ θεοῖς ἐτέροις προσ- νεύσαντες, κατατεθύκασιν εἰδώλοις, καὶ τῇ στρατιᾷ τοῦ οὐρανοῦ, καθὰ γέγραπται· ποιεῖται τοίνυν αὐ- τοῖς τῶν ἐσομένων τὴν προαγόρευσιν, καὶ τὰς τῶν Βαβυλωνίων προεκκαλύπτει συμφορὰς, εὐτεχνέστατα λίαν, ὡς ἔσονται μὲν αὐτοὶ παρ' ἐκείνων αἰχμάλωτοι προκαταδεικνύς· πείσονται δὲ ὅτι τὰ πάντων αἴ- σχιστα δι' αὐτοὺς προαναφωνῶν, ὡς ἔφην. Ἐπειδὴ δὲ περὶ μεγίστων πραγμάτων ὁ πρὸς 330 αὐτοὺς ἐγίγνετο λόγος, ἀναγκαίως τῆς ἑαυτοῦ δυνάμεως τὴν ἀπαρά- βλητον δόξαν, καὶ μὴν τῆς ἰσχύος τὴν ὑπερβολὴν καταδείκνυσι λέγων· Οὕτως λέγει Κύριος ὁ Θεὸς, ὁ λυτρούμενος ὑμᾶς ὁ ἅγιος Ἰσραήλ. Ἵνα γὰρ εἰς ἀνάμνησιν αὐτοὺς ἀποκομίσῃ τῶν πάλαι, τῶν ἐπί γέ φημι τῇ λυτρώσει τῇ ἐξ Αἰγύπτου γενομένῃ, ὅτε καὶ πολλὴ τερατουργημάτων πληθὺς μεμαρτύρηκεν αὐτοῦ τ
Isaiah commentary Book IV Logos 2 opening§book4-logos2-open
book4-logos2-openBook IV Logos 2.
Book IV Logos 2 Isaian proclamation toward Christ.
Greek · §book4-logos2-open
ΛΟΓΟΣ Βʹ.}1 9Οὕτως λέγει Κύριος ὁ Θεὸς ὁ ποιήσας σε, καὶ ὁ πλάσας σε ἐκ κοιλίας, Ἔτι βοηθήσῃ.9 Ἐγκαλέσας τοῖς ἐξ Ἰσραὴλ τὴν ἀπόστασιν, καὶ τὸ ἀποφοιτῆσαι μὲν τῆς πρὸς αὐτὸν ἀγάπης, ἑαυτοὺς δὲ προσνεῖμαι τοῖς οὐκ οὖσι θεοῖς· ἔφη γὰρ, ὅτι Οἱ πατέρες ὑμῶν, καὶ οἱ ἄρχοντες ὑμῶν ἠνόμησαν εἰς ἐμὲ, καὶ ἐμίαναν οἱ ἄρχοντες τὰ ἅγιά μου· οἰκονο- μικώτατα λίαν καὶ ταῦτα ἐπιφέρει· οὐκ ἐᾷ γὰρ ἀπ- ενεχθῆναι πρὸς ἀπόστασιν, ἤτ' οὖν ἀπόγνωσιν, οὔτε μὴν τῆς εἰς αὐτὸν ἐλπίδος εἰσάπαν ἀπολισθεῖν. Ἡμε- ρότητα δὲ πάλιν αὐτοῖς ἐπαγγέλλεται, καὶ διὰ τῆς συνήθους ἀνακτᾶται φιλανθρωπίας, καὶ ἀνακομίζει πρὸς μετάγνωσιν. Καὶ δίδωσιν ἐννοεῖν, ὅτι μὴ εἰσ- άπαν ἀπεστράφη τοὺς ἡμαρτηκότας, οὔτε μὴν ὁλόῤ- ῥιζος ὁ Ἰσραὴλ ἀπολεῖται, κατοικτείροντος αὐτοῦ, καὶ τοῖς εἰς αὐτὸν πιστεύουσι τὴν τῆς σωτηρίας ὁδὸν εὖ μάλα καταλεαίνοντος· ἑαυτὸν δὲ λέγων Κύριόν τε καὶ Θεὸν, ποιήσαντα καὶ πλάσαντα ἐκ κοιλίας, ὑπεμ- φαίνειν ἔοικεν, ὅτι καὶ πεπλάνηται τὸ τῆς θεότητος ὄνομα περιθεὶς ἑτέροις, καὶ τὴν τῆς κυριότητος δόξαν ἀνάψας ἀβούλως τοῖς οὐκ οὖσι θεοῖς. Ὅτι δὲ καὶ οὐκ ἔγνω τὸν Ποιητὴν, καὶ τὸν παρενεγκόντα πρὸς ὕπαρ- ξιν οὐκ ὄντα ποτὲ τὸν ἐπὶ τῆς γῆς ἄνθρωπον, ὑπεμ- φαίνει πάλιν, πλάστην τε καὶ ποιητὴν ἑαυτὸν εἶναι διαβεβαιούμενος, καὶ οἷον ἀχαριστίας γραφόμενος τοὺς τῆς 337 εἰς αὐτὸν ἀγάπης ἀποπηδήσαντας. Καὶ γάρ ἐστι τῶν ἀτόπων, τοῖς μὲν κατὰ σάρκα γονεῦσι τὰς ἀνωτάτω τιμὰς προσφέρεσθαι παρ' ἡμῶν, νόμου τοῦ θείου καὶ τοῦτο βραβεύοντος, τὸν δέ γε τῶν ὅλων γε- νεσιουργὸν, μὴ οὐχὶ δὴ μᾶλλον ἐκείνων ταῖς αὐτῷ πρεπούσαις εὐφημίαις καταγεραίρεσθαι καὶ τιμᾶσθαι πρὸς ἡμῶν διὰ τῆς εἰσάπαν ὑποταγῆς. Τοιοῦτόν τί φησι καὶ δι' ἑνὸς τῶν ἁγίων προφητῶν· "6Υἱὸς δο- ξάζει τὸν πατέρα, καὶ δοῦλος τὸν αὐτοῦ κύριον. Καὶ εἰ πατήρ εἰμι ἐγὼ, ποῦ ἔστιν ἡ δόξα μου; καὶ εἰ κύριός εἰμι ἐγὼ, ποῦ ἔστιν ὁ φόβος μου; λέγει Κύ- ριος παντοκράτωρ."6 Ἐν ταυτῷ γάρ ἐστι, καὶ Κύριος μὲν ὡς ὑπὸ ζυγὰ καὶ δουλείαν ὅλην ἔχων τὴν κτίσιν. 70.920 Ἔφη γάρ που πρὸς αὐτὸν ὁ θεσπέσιος Μελῳδὸς, ὅτι "6Τὰ σύμπαντα σά."6 Πατὴρ δὲ δὴ πάλιν ὡς πλά- στης, καὶ ποιητὴς, καὶ εἰς τὸ εἶναι παρενεγκών. Οὐκ- οῦν καθάπερ ἐν ὀφλήματος τάξει καταθετέον τῷ Θεῷ καὶ τὴν υἱοῖς πρέπουσαν ὑποταγὴν, καὶ τὸν ἁρ- μόττοντα τοῖς οἰκέταις φόβον. Ὅταν τοίνυν πλάστην τε καὶ ποιητὴν ἑ
Book IV Logos 2 rem early§book4-logos2-rem-early
book4-logos2-rem-earlyRem early: Book IV Logos 2 Isaian proclamation toward Christ.
Greek · §book4-logos2-rem-early
αυτὸν εἶναι λέγει Θεὸς, ἀναφέρει πρὸς ἐννοίας τοῦ χρῆναι τιμᾷν, ὡς καὶ αὐτοῦ τοῦ εἶναι γενόμενον χορηγὸν, καὶ τῆς ὑπάρξεως αἴτιον τοῖς οὐκ οὖσί ποτε. Λέγων δὲ τοῖς ἡμαρτηκόσι τὸ, Ἔτι βοηθήσῃ. δίδωσι θαῤῥεῖν ὅτι καίτοι πολλαῖς καὶ ἀφύκτοις αἰτίαις ἐνειλημμένοις ἡμερότητός τε καὶ φιλανθρωπίας τετήρηται λείψανον. Καὶ ἀπείρξῃ ἂν οὐδὲν τοῦ σώζεσθαι καὶ αὐτοὺς, εἴπερ ἕλοιντο μεταφοιτᾷν ἐπὶ τὰ ἀμείνω καὶ πρεπωδέστερα, καὶ τοῖς παρ' αὐτοῦ συμβαίνοντα νόμοις. 9Μὴ φοβοῦ, παῖς μου Ἰακὼβ, καὶ ὁ ἠγαπημένος Ἰσραὴλ, ὃν ἐξελεξάμην. Ὅτι ἐγὼ δώσω ὕδωρ ἐν δίψει τοῖς πορευομένοις ἐν ἀνύδρῳ. Ἐπιθήσω τὸ πνεῦμά μου ἐπὶ τὸ σπέρμα σου, καὶ τὰς εὐλο- γίας μου ἐπὶ τὰ τέκνα σου. Καὶ ἀνατελοῦσιν ὡσεὶ χόρτος ἀνὰ μέσον ὕδατος, καὶ ὡς ἰτέα ἐπὶ παραῤῥέον ὕδωρ. Οὗτος ἐρεῖ, Τοῦ Θεοῦ εἰμι, καὶ οὗτος βοήσεται ἐπὶ τῷ ὀνόματι Ἰακώβ. Καὶ ἕτερος ἐπιγράψει, Τοῦ Θεοῦ εἰμι, ἐπὶ τῷ ὀνόματι τοῦ Ἰσραήλ.9 Ἔοικεν ἐν τούτοις Ἰσραήλ τε καὶ Ἰακὼβ ὀνομά-ζειν τὸν τῶν ἁγίων ἀποστόλων χορὸν ὡς ἑνὶ προσώπῳ νοούμενον. Ἓν γὰρ πάντες εἰσὶν ἐν Χριστῷ. Ἄθρει γὰρ ὅπως ἠγαπημένον αὐτὸν καὶ ἀπόλεκτον εἶναί φησι, καίτοι πῶς οὐχ ἅπασιν ἐναργὲς, ὡς οὐκ ἂν πώποτε τοὺς τὴν εἰς αὐτὸν πίστιν ἠθετηκότας ὠνό- μασεν ἀγαπητοὺς καὶ ἐξειλεγμένους. Ἐπειδὴ δὲ ἐξ αἵματος ὄντες Ἰακὼβ τοῦ καὶ Ἰσραὴλ, σκεύη γεγόνα-σιν τίμια καὶ ἀπόλεκτα, καὶ κέκληνται πρὸς ἱερουρ- γίαν τῶν εὐαγγελικῶν κηρυγμάτων, δεῖν ᾠήθη ταῖς οὕτω λαμπραῖς στεφανῶσαι φωναῖς, ἅτε δὴ καὶ ἐσο- μένους ὡς φωστῆρας ἐν κόσμῳ, λόγον ἐπέχοντας ζωῆς, καὶ τῆς ὑφ' ἡλίῳ μυσταγωγούς. Μὴ φοβοῦ τοίνυν, φησὶ, τοῦτ' ἔστιν, ἀνδρίζου, καὶ ἴσχυε, τληπαθές τε καὶ νεανικὸν ἔχε τὸ φρόνημα, καὶ τὰς τῶν διωκόντων ἐπαναστάσεις καταγελῶν, βεβαίαν ἔχε τὴν πίστιν ἐπὶ τῷ Θεῷ. Πλεῖστοι γὰρ ὅσοι τοῖς ἱεροῖς διαμάχον- ται κηρύγμασι, καὶ ἀνταναστήσεται πληθὺς ἀνοσία τοῖς παρ' ὑμῶν ἀντιπράττουσα λόγοις. Ἀλλ' ἔσο δει- λίας ἀμείνων, φησὶν, ὄκνου τε καὶ ἀνανδρείας. Ἐγὼ γὰρ δώσω ὕδωρ τοῖς πορευομένοις ἐν ἀνύδρῳ. Ἡδὺ μὲν γὰρ καὶ σωτήριον τοῖς ἐν τῇ διψάδι βαδίζουσι τὸ πηγαῖς ὑδάτων περιτυχεῖν. Τριπόθητόν τε, καὶ ἔτι μᾶλλον εἶναί φαμεν τοῖς κάμνουσι δι' εὐσέβειαν τὸ τοῖς θείοις τε καὶ νοητοῖς κατάρδεσθαι νάμασιν, ἤτοι ταῖς διὰ τοῦ πνεύματος παρακλήσεσι, δι' ὧν ἂν γέ- νοιτο τὸν ἀνθρώπινον νοῦν ἀτονήσαντά πως βραχὺ ἀνηῤῥωθῆναι πρὸς εὐανδρείαν. Ὕδωρ δὲ ἐν τούτοις, ὅπερ ὑπισχνεῖται τοῖς ἐν ἀνύδρῳ πορευομένοις χορη- γήσειν Θεὸς, τὸ Πνεῦμά φαμεν εἶναι τὸ ἅγιον. Ἔφη γοῦν αὐτὸς ὁ Σωτὴρ, καθὼς εἶπεν ἡ Γραφή· "6Ποτα- μοὶ ἐκ τῆς κοιλίας αὐτοῦ ῥεύσουσιν ὕδατος ζωῆς."6 70.921 ∆ιατρανῶν δὲ τῶν εἰρημένων τὴν δύναμιν ὁ πάνσοφο
Book IV Logos 2 rem mid§book4-logos2-rem-mid
book4-logos2-rem-midRem mid: historia and spiritual theoria held together.
Greek · §book4-logos2-rem-mid
πᾶσαν εἰς τὴν τῆς ἀληθείας ἐπίγνωσιν ἀνακομίζοντος τοῦ Χριστοῦ, καὶ καλοῦντος εἰς ἐπιστροφὴν, καὶ δικαιοῦν- τος ἐν πίστει, καὶ διαπρεπῆ τιθέντος δι' ἁγιασμοῦ, χαρὰ καὶ πανήγυρις παρὰ τοῖς ἄνω πνεύμασιν ἦν; Εὐφραινομένων τοίνυν τῶν οὐρανῶν, ὅτι ἠλέησεν ὁ Θεὸς τὸν Ἰσραὴλ καὶ οὔτι που τὸν κατὰ σάρκα μόνον, 70.940 ἀλλὰ γὰρ καὶ τὸν κατὰ πνεῦμα νοούμενον· ἐσάλπισε τὰ θεμέλια τῆς γῆς, τοῦτ' ἔστιν οἱ τῶν εὐαγγελικῶν θεσπισμάτων ἱερουργοί· τούτων ἠχὴ διαπρύσια; προσηνέχθη πανταχοῦ, καὶ οἷά τινες σάλπιγγες ἀν- εφώνησαν ἱεραὶ, τὴν τοῦ Σωτῆρος δόξαν περιαγγέλ- λουσαι τοῖς ἁπανταχοῦ, καὶ καλοῦσαι πρὸς ἐπίγνωσιν τοῦ Χριστοῦ τούς τε ἐκ περιτομῆς, καὶ τοὺς πάλαι τῇ κτίσει λατρεύοντας παρὰ τὸν Κτίστην. Θεμέλια δὲ τῆς γῆς ὠνομάσθαι φαμὲν αὐτοὺς, διὰ ποίαν αἰ- τίαν; Ἔστι μὲν γὰρ ἁπάντων θεμέλιος καὶ ἀκατά- σειστος ὑποβάθρα Χριστὸς, ὁ ἀνέχων ἅπαντα, καὶ διακρατῶν εἰς τὸ εὖ εἶναι τὰ ἐρηρεισμένα· ἐπ' αὐτῷ γὰρ πάντες ἐποικοδομούμεθα, οἶκος πνευματικὸς συναρμολογούμενοι διὰ Πνεύματος εἰς ναὸν ἅγιον, εἰς κατοικητήριον αὐτοῦ. Κατοικεῖ γὰρ ἐν ταῖς καρδίαις ἡμῶν διὰ πίστεως, θεμέλιοι δὲ προσεχέστεροι, καὶ ἐγγὺς μᾶλλον, ἢ καθ' ἡμᾶς νοηθεῖεν ἂν ἀπόστολοί τε καὶ εὐαγγελισταὶ, γεγονότες μὲν αὐτόπται καὶ ὑπ- ηρέται τοῦ λόγου, γενόμενοι δὲ καὶ εἰς ἑδραίωμα πίστεως. Ταῖς γὰρ αὐτῶν παραδόσεσιν ἕπεσθαι δεῖν ἐγνωκότες, εὐθῆ καὶ ἀδιάστροφον τῷ Χριστῷ τὴν πίστιν τηρήσομεν. Εἵρηται γάρ που παρ' αὐτοῦ πρὸς τὸν θεσπέσιον Πέτρον (ὅτε σοφῶς καὶ ἀνεπιπλήκτως τὴν εἰς αὐτὸν πίστιν ὁμολογῶν ἔφασκεν· Σὺ εἶ Χριστὸς ὁ Υἱὸς τοῦ Θεοῦ τοῦ ζῶντος)· "6Σὺ εἶ Πέτρος. καὶ ἐπὶ ταύτῃ τῇ πέτρᾳ θεμελιώσω μου τὴν Ἐκκλη- σίαν,"6 πέτραν, οἶμαι, λέγων τὸ ἀκράδαντον εἰς πίστιν τοῦ μαθητοῦ. Εἴρηται δέ που καὶ διὰ τῆς τοῦ Ψάλ- λοντος φωνῆς· "6Οἱ θεμέλιοι αὐτοῦ ἐν τοῖς ὄρεσι τοῖς ἁγίοις."6 Ὄρεσι δὲ παρεικαστέον ἁγίοις εὖ μάλα τοὺς ἁγίους ἀποστόλους τε καὶ εὐαγγελιστὰς, ὧν ἡ γνῶσις τοῖς μετ' αὐτοὺς θεμελίου δίκην ἐρήρεισται, μεταπί- πτειν οὐκ ἐῶσα πρὸς τὸ ἀδόκιμον εἰς πίστιν τοὺς δι' αὐτῶν σεσαγηνευμένους. Σαλπίζουσι τοίνυν τὰ θεμέ- λια τῆς γῆς· πλὴν ὅρα τὴν ἐπιτήρησιν. Ἰσχνόφωνος γὰρ καὶ βραδύγλωσσος ἦν ὁ Μωϋσῆς. Οὐ γὰρ ἦν ὁ νόμος ἐξάκουστος, πλὴν ὅτι τοῖς κατὰ μόνην τὴν Ἰου- δαίαν. Σαλπίσατέ γε μὴν, 345 οἱ τὰ Χριστοῦ πρεσβεύον- τες. "6Ἐξῆλθε γὰρ εἰς πᾶσαν τὴν γῆν ὁ φθόγγος αὐτῶν, καὶ εἰς τὰ πέρατα τῆς οἰκουμένης τὰ ῥήματα αὐτῶν."6 Βοᾷν δὲ τοῖς ὄρεσιν εὐφροσύνην προστέταχε· τὰ δὲ θεμέλια τῆς γῆς, ὄρη πάλιν ἐν τούτοις εἰπών· ἀπό- βλεπτοι γὰρ καὶ διαφανεῖς οἱ θεσπέσιοι μαθηταὶ, ἔργῳ τε καὶ λόγῳ διαπρεπεῖς, καὶ τοῖς ἁπανταχοῦ γν
Book IV Logos 2 rem close CLOSEOUT§book4-logos2-rem-close
book4-logos2-rem-closeRem CLOSEOUT: Book IV Logos 2 CLOSEOUT.
Greek · §book4-logos2-rem-close
ς καὶ βραβευτὴς καὶ διδάσκα- λος αὐτὸς ἡμῖν γέγονεν ὁ Χριστός. Φαίη δ' ἄν τις, ἔλεος καὶ δικαιοσύνην τὴν ἐκ γῆς ἀνίσχουσαν, ἢ καὶ βλαστήσασαν, αὐτὸν εἶναι τὸν Κύριον ἡμῶν Ἰησοῦν τὸν Χριστόν. Γέγονε γὰρ ἡμῖν παρὰ Θεοῦ καὶ Πα- τρὸς ἔλεος καὶ δικαιοσύνη· εἴπερ ἐστὶν ἀληθὲς ὡς ἠλεήθημεν ἐν αὐτῷ, καὶ δεδικαιώμεθα, τῶν ἀρχαίων αἰτιαμάτων λαβόντες τὴν ἄφεσιν, ἤγουν ὅτι παρ' αὐ- τοῦ δεδέγμεθα τὴν εἰς λῆξιν ἀγαθοῦ παντὸς ἀνακο- μίσαι δυναμένην ἡμᾶς δικαιοσύνην, δι' ἧς καὶ σεσώσμεθα. Εἰ δὲ ἡ γῆ τὴν δικαιοσύνην ἀναφῦναι προστέτακται, χαλεπαινέτω μηδεὶς, ἐννοήσας ὅτι καὶ ὁ Ψαλμῳδός πού φησι περὶ Θεοῦ καὶ Πατρὸς, καὶ αὐτοῦ δὲ τοῦ Ἐμμανουήλ· "6Εἰργάσατο δικαιο- σύνην ἐν μέσῳ τῆς γῆς."6 Οὐ γὰρ ἄνωθεν καὶ ἐξ οὐρανοῦ κατεκόμισεν ἡμῖν τὴν ἑαυτοῦ σάρκα Χρι- στὸς, γεγένηται δὲ μᾶλλον κατὰ σάρκα ἐκ γυναικὸς, ἣ καὶ μία γέγονε τῶν ἐπὶ γῆς. Ὅταν οὖν λέγηται γῆς γενέσθαι καρπὸς καὶ βλάστημα, συνήσεις, ὡς ἔφην, ὅτι γέγονε κατὰ σάρκα ἐκ γυναικὸς ληφθείσης εἰς τοῦτο πρὸς ὑπουργίαν, καίτοι μιᾶς οὔσης τῶν ἀπὸ τῆς γῆς. 9Ἐγώ εἰμι Κύριος ὁ Θεὸς ὁ κτίσας σε· ποῖον βελτίονα κατεσκεύασα ὡς πηλὸν κεραμέως;9 Τὴν αἰτίαν ὥσπερ ἀποδίδωσιν ἐν τούτοις, τοῦ καὶ Θεὸν ὄντα κατὰ φύσιν Υἱὸν, κενῶσαι μὲν ἑαυτὸν, ἑλέσθαι δὲ καὶ παθεῖν ὑπὲρ 352 ἡμῶν, καὶ τῆς οὕτω με- γάλης ἀξιῶσαι φειδοῦς τοὺς ὄντας ἐπὶ τῆς γῆς, ὡς ἀντάλλαγμα τὴν ἰδίαν προέσθαι ψυχήν· μᾶλλον δὲ καὶ ἀνασχέσθαι λαβεῖν τὴν τοῦ δούλου μορφὴν, καὶ τῆς ἀνωτάτω δόξης ἀλλάξασθαι τῆς ἀνθρώπου φύ- σεως τὸ μικροπρεπές. Ταύτῃτοι φησὶν, ὅτι Ἐγώ εἰμι, νῦν ἐκληπτέον, ἀντὶ τοῦ, ὑφέστηκα καὶ ζῶ, 70.960 Θεὸς ὑπάρχων ἀληθινὸς, καὶ τῶν δυνάμεων Κύριος, καὶ παρενεγκὼν εἰς τὸ εἶναι τὰ πάντα, καὶ θάνατον οὐ ποιήσας, κτίσας δὲ μᾶλλον ἐπὶ ἀφθαρσίᾳ τὰ πάντα. Εἶτα τιμῶν τὴν ἀνθρώπου φύσιν, καὶ ὅτι τῶν ἐπὶ γῆς ἁπάντων ζώων ἰσοστατήσειεν ἂν αὐτῇ παντελῶς οὐδὲν, Ποῖον, φησὶ, βέλτιον κατεσκεύασα ὡς πηλὸν κεραμέως; πεπλάσμεθα γὰρ παρ' αὐτοῦ χοῦν λαβόντος ἀπὸ τῆς γῆς, καὶ κεραμέως δίκην εὖ μάλα διαμορφώσαντος. Ἀλλ' οὐ μέχρι τούτων τῆς ἀνθρώπου φύσεως τὸ ἀξίωμα, ἀλλά τι καὶ μεῖζον ἐν ἡμῖν ξένιόν τε καὶ δῶρον εὐτεχνίας Θεοῦ. Πεποιή- μεθα γὰρ κατ' εἰκόνα καὶ ὁμοίωσιν αὐτοῦ, καὶ τῆς αὐτοῦ δόξης τὸν χαρακτῆρα πεπλουτήκαμεν νοητῶς ἐναστράπτοντα ταῖς ἡμετέραις ψυχαῖς, εἰ καί ἐσμεν κατὰ σάρκα γῆ καὶ ἐκ γῆς. Οὐκοῦν οὐκ εὐκαταφρό- νητον, μᾶλλον δὲ καὶ ἀξιάγαστον ἐπὶ γῆς ζῶον ὁ ἄνθρωπος· οὕτω τε Θεὸς ἐπ' αὐτῷ σεμνύνεται. Καὶ γοῦν ἔφη πρὸς τὸν τληπαθέστατον Ἰὼβ, τὰς ἑαυτοῦ μεγαλουργίας ἐναργεῖς καθιστάς· "6Ἦ συλλαβὼν γῆς πηλὸν, ἔπλασας ζῶον, καὶ λαλητὸν αὐτὸ ἔθου ἐπὶ τῆς γῆς;"6 Ψάλλε
Isaiah commentary Book IV Logos 3 opening§book4-logos3-open
book4-logos3-openBook IV Logos 3.
Book IV Logos 3 Isaian proclamation toward Christ.
Greek · §book4-logos3-open
ΛΟΓΟΣ Γʹ.}1 9Οὕτω λέγει Κύριος ὁ ποιήσας τὸν οὐρανὸν, οὗτος ὁ καταδείξας τὴν γῆν, καὶ ποιήσας αὐτὴν, οὗτος διώρισεν αὐτήν. Οὐκ εἰς κενὸν ἐποίησεν αὐτὴν, ἀλλὰ κατοικεῖσθαι. Ἐγώ εἰμι Κύριος, καὶ οὐκ ἔστιν ἔτι. Οὐκ ἐν κρυφῇ λελάληκα, οὐδὲ ἐν τόπῳ γῆς σκοτεινῷ. Οὐκ εἶπα τῷ σπέρματι Ἰακὼβ, Μάταιον ζητήσατε. Ἐγώ εἰμι Κύριος λαλῶν δικαιοσύνην, 359 καὶ ἀναγγέλλων ἀλήθειαν.9 Προανακηρύξας τὴν ἄφιξιν τοῦ πάντων ἡμῶν Σω- τῆρος Χριστοῦ, καὶ τὸν τῆς σωτηρίας κατασημάνας καιρὸν, καθ' ὃν ἅπαντες τὸν τῆς ἀρχαίας ἀμαθίας ἀφέντες σκότον, πρὸς τὸ τῆς ἀληθοῦς θεογνωσίας μεταχωρήσουσι φῶς, ἀναγκαίαν ἐν τούτοις ποιεῖται τὴν παραίνεσιν Ἰουδαίοις τε καὶ Ἕλλησι προστιθεὶς ἐναργῆ τὰ δι' ὧν εἴσονται καὶ μάλα σαφῶς, ὅτι τε αὐτὸς εἴη Θεὸς τῶν ὅλων καὶ δημιουργὸς, ἕτερος δὲ παρ' αὐτὸν οὐδείς. Ταύτῃ τοι φησίν· Οὕτω λέγει Κύ- ριος, καὶ οὐχ ἁπλῶς Κύριος, πλεῖστοί τε γάρ εἰσιν ἔν τε οὐρανῷ καὶ ἐπὶ τῆς γῆς, ὡς ἐν καταχρήσει λαχόντες τοὔνομα· ἀλλ' ἐκεῖνος αὐτὸς ὁ φύσει τε καὶ ἀληθῶς τοῦτο ὑπάρχων ὅπερ εἶναι καὶ λέγεται, καὶ ὡς ἀπό γε τῶν κατωρθωμένων τὴν δόξαν ἔχων οὐ κατεψευσμένην. Οὗτος γὰρ, φησὶ, Κύριος ὁ ποιήσας τὸν οὐρανόν· πάμμεγα πρὸς ἀπόδειξιν εὐκλείας τῆς ἀνωτάτω, καὶ ὑπεροχῆς πανσθενοῦς, τὸ ποιῆσαι τὸν οὐρανὸν καὶ καταδεῖξαι τὴν γῆν, ἱδρῦσαί τε αὐτήν. Αὐτὸς γὰρ διώρισεν αὐτὴν, τοῦτ' ἔστι, κεκρυμμένην ἐν ἀβύσσοις ἀόρατόν τε καὶ ἀκατάσκευον οὖσαν πάλαι ἀπέφηνεν ὁρατὴν, καὶ εἰργασμένην. ∆ιώρισε γὰρ αὐτήν· ἔφη γὰρ κατά γε τὴν πίστιν τῶν Μωσέως βιβλίων· "6Συναχθήτω τὸ ὕδωρ εἰς συναγωγὴν μίαν, καὶ ὀφθήτω ἡ ξηρά."6 Ὤφθη δὴ οὖν ἐξ ὑδάτων, καὶ ὑποβρυχίαν οὖσαν ἀεργῆ τε εἰσάπαν διέστησεν ἀνὰ μέρος, κλεῖθρα καὶ πύλας ταῖς ἀβύσσοις ἐπιθεὶς, καὶ ἀποκρίνας εὖ μάλα τῶν ὑδάτων αὐτήν. Ὅτι δὲ παρ- ήγαγε χρησίμως εἰς τοῦτό τε καὶ ἀναγκαίως, οὐχ ἵνα ὁρῷτο μόνον, ἀλλ' ἵνα ἔχῃ τοὺς οἰκήτορας, δῆλον δὲ ὅτι τοὺς ἐξ αὐτῆς πεπλασμένους, καθάπερ ἀμέλει καὶ οὐρανὸν τοὺς ἁγίους ἀγγέλους προδιεσάφησεν εἰπών· Οὐκ εἰς κενὸν ἐποίησεν αὐτὴν, ἀλλὰ κατοι- κεῖσθαι. Ὄχημα δὴ οὖν καὶ ὥς τις οἶκος ἀνεδείχθη τοῖς πατοῦσιν αὐτὴν, τοῦτ' ἔστιν, ἡμῖν. Εἰ δὲ παρήχθη- μεν παρ' αὐτοῦ πρὸς ὕπαρξιν, πῶς οὐκ ἀληθὲς εἰπεῖν ὅτι πάντως που καὶ διὰ τοῦτο γεγόναμεν, ἵνα προσ- κυνῶμεν αὐτῷ τε καὶ μόνῳ, καὶ γενεσιουργὸν ὄντα τῶν ὅλων ἐπιγινώσκο
Book IV Logos 3 rem early§book4-logos3-rem-early
book4-logos3-rem-earlyRem early: Book IV Logos 3 Isaian proclamation toward Christ.
Greek · §book4-logos3-rem-early
ντες χαριστηρίους ᾠδὰς ἀναφέ- ρωμεν; Ἐγὼ τοίνυν εἰμὶ, καὶ οὐκ ἔστιν ἔτι Εἰ γάρ 70.980 ἐστιν αὐτὸς ὁ ποιήσας τὸν οὐρανὸν, καὶ τὴν γῆν καταδείξας, καὶ μὴ εἰς κενὸν ποιήσας αὐτὴν, ἀλλὰ κατοικεῖσθαι· τίς ἂν ἕτερος νοοῖτο παρ' αὐτὸν ὑπάρ- χων Θεός; ἢ τίς κατ' ἰσχὺν καὶ δόξαν ἰσοστατήσειεν αὐτῷ; ἢ τίς ὅλως ἐγγὺς καὶ παρὰ βραχύ; πῶς δὲ οὐχ ἅπασα ἡττᾶται τῶν γενητῶν ἡ φύσις, τῆς οὕτω μεγάλης καὶ ὑπεραιρούσης τὰ πάντα, δόξης, ἀλκῆς καὶ σοφίας; Οὐκ ἔστιν οὐδείς. Μόνος οὖν ἄρα, καὶ ἕτερος ἐπ' αὐτῷ παντελῶς οὐδεὶς νοοῖτ' ἂν εἶναι Θεὸς φύσει τε καὶ ἀληθῶς. Ἀλλὰ ναὶ φαίη τις ἂν ἔσθ' ὅτε· Τίς ἔγνω τὸν ἐν αὐτῷ σκοπόν; ἢ τίς ὁ φράσαι δυνάμενος, πότερόν ποτε καὶ ἑτέρους τινὰς τῆς τοῦ Θεοῦ δόξης καὶ κλήσει στεφανοῦσθαι βούλε- ται, ἤγουν ἑαυτόν τε καὶ μόνον; Ἀπολογεῖται δὴ οὖν καί φησιν· Οὐκ ἐν κρυφῇ λελάληκα, οὐδὲ ἐν τόπῳ γῆς σκοτεινῷ· οὐκ εἶπα τῷ σπέρματι Ἰακὼβ, Μάταια ζητήσατε. Νόμους, φησὶ, διέταξα περὶ τούτων αὐτοῖς οὐκ ἐν παραβύστῳ λαλῶν, οὐδὲ λαθεῖν σπουδάσας, ἀλλ' ἐναργῶς, καὶ ἀναφανδόν. Κατέβη γὰρ Κύριος ἐπὶ τὸ ὄρος τὸ Σινᾶ ἐν εἴδει πυρός· ἐκεῖ γνόφος ἦν καὶ θύελλα καὶ καπνοὶ, καὶ σαλπίγγων ἠχὴ διαπρύ- σιος. Παρειστήκει γὰρ πᾶς ὁ λαὸς μεσιτεύοντος τοῦ Μωσέως, ἐξηγγέλλοντο δὲ παρὰ Θεοῦ νόμοι, οὐ παρ- εγγυῶντος τῷ Ἰσραὴλ ζητῆσαί τι μάταιον, τοῦτ' ἔστιν, εἴδωλον, ἤγουν ψευδώνυμον σέβας, ἀλλ' ἔκ γε τῶν ἐναντίων ἀπείργουσαι ἐντολαί. Εἴρηται γὰρ πρὸς αὐτόν· "6Κύριον τὸν Θεόν σου προσκυνήσεις, καὶ αὐτῷ μόνῳ λατρεύσεις, καὶ οὐκ ἔσονταί σοι θεοὶ ἕτεροι πλὴν ἐμοῦ. Καὶ οὐ ποιήσεις σεαυτῷ εἴδωλον, οὐδὲ παντὸς ὁμοίωμα, ὅσα ἐν τῷ οὐρανῷ ἄνω, καὶ ὅσα ἐν τῇ γῇ κάτω, καὶ ὅσα ἐν τοῖς ὕδασιν ὑποκάτω τῆς γῆς."6 Οὐκοῦν εἴρηται πρὸς αὐτόν· τὸ δὲ, Ἐγώ εἰμι Κύριος, ὅμοιον ὡς εἰ λέγοι, καὶ οὐχ ἅπαξ, πλειστά- κις, τὸ ὅτι δὴ Μόνος εἰμὶ Θεὸς, καὶ τῶν ὅλων Κύριος, λαλῶν δικαιοσύνην καὶ ἀναγγέλλων ἀλήθειαν· καὶ δι- καιοσύνην μὲν, ὥς γε οἶμαι, φησὶ τὸν νόμον· ἔστι γὰρ δικαιοσύνης βραβευτὴς ὁ νόμος· ἀλήθειαν δὲ τὰ Χρι- στοῦ παιδεύματα. Ἔνεστι 360 δὲ τῷ νόμῳ τῆς ἀληθείας ἡ μόρφωσις, καὶ ἐγκέκρυπται ταῖς σκιαῖς τὸ Χριστοῦ μυστήριον. Περὶ αὐτοῦ γὰρ γέγραφεν ὁ Μωσῆς. Οὐ- κοῦν ἐν τῷ λαλῆσαι τὴν δικαιοσύνην, ἀναγγέλλεται σὺν αὐτῇ καὶ τῆς ἀληθείας ἡ δύναμις, εἴπερ ἀληθές ἐστιν ὅτι σκιὰ μὲν ὁ νόμος ἦν, νῦν δὲ αὐτῷ τῆς ἀλη- θείας ἡ μόρφωσις. 9Συνάχθητε, καὶ ἥκετε, βουλεύσασθε ἅμα, οἱ σωζόμενοι ἀπὸ τῶν ἐθνῶν. Οὐκ ἔγνωσαν οἱ αἴ- ροντες τὸ ξύλον τὸ γλύμμα αὐτῶν, καὶ προσευ- χόμενοι ὡς θεοὺς, οἳ οὐ σώζουσιν.9 Ἀπεβουκόλησε μὲν τῆς πρὸς Θεὸν οἰκειότητος σχετικῆς τοὺς ὄντας ἐπὶ τῆς γῆς ὁ δράκων ὁ ἀπο- στάτης, καὶ
Book IV Logos 3 rem mid§book4-logos3-rem-mid
book4-logos3-rem-midRem mid: historia and spiritual theoria held together.
Greek · §book4-logos3-rem-mid
Θεός γε μὴν ὁ τῶν ὅλων, εἴπερ τι βούλοιτο δρᾷν, τί ἂν γένοιτο τὸ ἀντιστατοῦν, καὶ ἀντεξάγον αὐτό; Ἃ γὰρ Θεὸς ὁ ἅγιος βούλεται, τίς διασκεδάσει; καὶ τὴν χεῖρα τὴν ὑψηλὴν τίς ἀποστρέψει; Οὐκοῦν εἰς ἀπό- δειξιν τοῦ ὅτι Θεός ἐστι κατὰ φύσιν καὶ ἀληθῶς, λέγοιτο ἂν εἰκότως παρ' αὐτοῦ τὸ, Πᾶσα ἡ βουλή μου στήσεται, καὶ πάντα ὅσα βεβούλευμαι, ποιήσω. Εἶτα πρὸς τοῦτό φησι, Καλῶν ἀπὸ ἀνατολῶν πετει- νὸν, καὶ ἀπὸ γῆς πόῤῥωθεν περὶ ὧν βεβούλευμαι· καὶ ἀκολουθήσει καὶ τούτῳ τὸ, Ἐγώ εἰμι. Πετεινόν γε μὴν τὸ καλούμενον ἐξ ἀνατολῶν, καὶ ἐκ γῆς πόῤ- ῥωθεν τὸν Βαβυλώνιον εἶναί φαμεν, ὃς τὴν Ἰου- δαίων ἅπασαν κατεμπρήσας χώραν, εἷλε τὰ Ἱεροσό- λυμα καὶ τὸν ἐν αὐτοῖς κατέσεισε νεών· εἶτα πλείστους τῶν τε ἀγελαίων, καὶ ἐπιφανῶν ἐξαναστήσας ἀπεκό- μισε μὲν τῆς ἐνεγκούσης αὐτοὺς, ἐναπέθετο δὲ τῇ Περσῶν χώρᾳ τε καὶ γῇ, τὸν τῆς αἰχμαλωσίας σκλη- ρῶς τε καὶ ἀφορήτως αὐτοῖς ἐπιῤῥίψας ζυγόν. Ἔσται δέ σοι καὶ τοῦτο σαφὲς, ἐξ ὧν ἔφη Θεὸς πρὸς τὸν μακάριον προφήτην Ἰεζεχιήλ. Ἔχει δὲ οὕτως· "6Καὶ ἐγένετο λόγος Κυρίου πρός με, λέγων· Υἱὲ ἀνθρώ- που, διήγησαι διήγημα, καὶ εἶπον παραβολὴν πρὸς τὸν οἶκον τοῦ Ἰσραὴλ, καὶ ἐρεῖς· Τάδε λέγει Ἀδωναῒ Κύριος· Ὁ ἀετὸς ὁ μέγας ὁ μακρὸς τῇ ἐκτάσει, πλή-ρης ὀνύχων, ὃς ἔχει τὸ διήγημα εἰσελθεῖν εἰς τὸν Λί- βανον, καὶ ἔλαβε τὰ ἐπίλεκτα τῆς κέδρου, τὰ ἄκρα τῆς ἁπαλότητος ἀπέκνισε, καὶ ἤνεγκεν αὐτὰ εἰς γῆν Χανὰν, εἰς πόλιν τετειχισμένην ἔθετο αὐτὰ, καὶ ἔλαβεν ἀπὸ τοῦ σπέρματος τῆς γῆς, καὶ ἔδωκεν αὐτὸ εἰς τὸ πεδίον φυτὸν, ἐν ὕδατι πολλῷ, ἐπιβλεπόμενον ἔταξεν αὐτὸ, καὶ ἐγένετο εἰς ἄμπελον ἀσθενοῦσαν, καὶ μικρὰν τῷ μεγέθει τῷ ἐπιφαίνεσθαι αὐτῇ τὰ κλήματα αὐτῆς ἐπ' αὐτὸ, καὶ αἱ ῥίζαι αὐτῆς ὑπο- κάτω τῆς γῆς αὐτῆς ἦσαν. Καὶ ἐγένετο εἰς ἄμπελον καὶ ἐποίησεν ἀπωρυγὰς, καὶ ἐξέτεινε τὴν ἀναδενδρά- δα αὐτῆς."6 Ταυτὶ μὲν οὖν ἔφη Θεὸς πρὸς τὸν μα- κάριον προφήτην Ἰεζεχιήλ. Ἐπειδὴ δὲ δυσέφικτος ἦν ὁ λόγος, καὶ τῶν νοημάτων ἡ δύναμις οὐ σφόδρα σαφὴς τοῖς ἀκροωμένοις, αὐτὸς δὴ πάλιν αὐτὴν δια- τρανοῖ λέγων· "6Εἶπον δὲ πρὸς τὸν οἶκον τοῦ Ἰσραὴλ τὸν παραπικραίνοντα· Οὐκ ἐπίστασθε τί ἐστι ταῦτα ἃ εἶπον. Ὅταν ἔλθῃ βασιλεὺς 367 Βαβυλῶνος ἐπὶ Ἱερου-σαλὴμ, καὶ λήψεται τὸν βασιλέα αὐτῆς, καὶ τοὺς ἄρχοντας αὐτῆς, καὶ ἄξει αὐτοὺς πρὸς αὐτὸν εἰς Βα- βυλῶνα. Καὶ λήψεται ἐκ τοῦ σπέρματος τῆς βασι- 70.1000 λείας, καὶ διαθήσεται πρὸς αὐτὸν διαθήκην, καὶ εἰσ- άξει αὐτὸν ἐν ἀρᾷ, καὶ τοὺς ἡγουμένους τῆς γῆς λήψεται τοῦ γενέσθαι βασιλείαν ἀσθενῆ, καὶ τὸ καθ- όλου μὴ ἐπαίρεσθαι τοῦ φυλάσσειν τὴν διαθήκην αὐ- τοῦ, καὶ ἱστάνειν αὐτήν. Ὡς γὰρ ἐν βίβλῳ τῶν Βασι- λειῶν ἀνέγνωμεν, μετὰ τὸ ἁλῶναι
Book IV Logos 3 rem close CLOSEOUT§book4-logos3-rem-close
book4-logos3-rem-closeRem CLOSEOUT: Book IV Logos 3 CLOSEOUT.
Greek · §book4-logos3-rem-close
ίῳ ναῷ ψαλλόντων ἱερουργῶν περὶ τῆς Ἱερου- σαλήμ· "6∆εδοξασμένα ἐλαλήθη περὶ σοῦ, ἡ πόλις τοῦ Θεοῦ."6 ∆ιαμέμνηται καὶ τούτου καὶ αὐτὸς ὁ Κύριος λέγων, μὴ χρῆναί τινας ὀμνύειν κατὰ τῆς ἑαυτῶν κεφαλῆς, ὅτι οὐ δύνανται μίαν τρίχα λευκὴν ἢ μέλαιναν ποιῆσαι· μήτε μὴν εἰς Ἱεροσόλυμα, ὅτι πόλις ἐστὶ τοῦ μεγάλου βασιλέως. Ὤμνυον γὰρ κατὰ τῶν Ἱεροσολύμων, πόλιν αὐτὴν, ὡς ἔφην, ὀνομάζον- τες Θεοῦ. Ἀντεστηρίζοντο δὲ καὶ ἐπ' αὐτῷ, ἰσχὺν ἑαυτῶν εἶναι λέγοντες τὸν τῶν δυνάμεων Κύριον. Ἀλλ' ἦν ἀναγκαῖον τοὺς ὧδε τότ' ἔχειν ὑπειληφότας μὴ τὴν τοῦ Θεοῦ βεβηλῶσαι πόλιν βωμοῖς, καὶ θυσίαις, καὶ ταῖς τῶν δαιμονίων ἀπάταις ἐνισχημέ- νους, μήτε μὴν κατερεθίζειν ἐφ' ἑαυτοῖς τὸν ἐφ' ᾧ τεθαρσήκασι, κατευφραίνειν δὲ μᾶλλον σπουδάσμασιν ἀγαθοῖς, καὶ καθάπερ τινὰ θυσίαν αὐτῷ προσκομί- ζοντες τὸ ἀραρὸς εἰς εὐσέβειαν. Πλὴν ἀκούσατε ταῦτα, φησί· καὶ ποῖα ταῦτα; Τὰ πρότερα ἔτι ἀπήγ- γειλα, ἐκ τοῦ στόματός μου ἐξῆλθε, καὶ ἀκουστὸν ἐγένετο. Ἐξάπινα ἐποίησα, καὶ ἐπῆλθεν. Ἐπειδὴ γὰρ, ὡς ἔφην, ἐν ἀρχαῖς τούς τε καλουμένους γνώ- στας καὶ οἰωνοσκόπους πανταχόθεν συναγαγὼν ὁ θεομισὴς Μανασσῆς ἀεὶ τὸ μέλλον περιειργάζετο, καὶ ταῖς ἐκείνων βωμολοχίαις συνηρπασμένος, ᾠήθη τάχα που καὶ εἰδέναι σαφῶς αὐτό· ταύτῃ τοί φησιν ὁ τῶν ὅλων Θεός· Ἐγώ σοι καὶ τὰ πρῶτα ἀπήγ- γειλα, καὶ οὐ παρ' ἑτέρου τινὸς τῶν ψευδωνύμων θεῶν ἐλαλήθη ταῦτα πρὸς ὑμᾶς, ἀλλ' ἐκ τοῦ στόμα- τός μου ἐξῆλθε· καὶ ἀκουστόν σοι γέγονε, καὶ ἐξά- πινα ἐποίησα, καὶ ἐπῆλθε, τοῦτ' ἔστιν, εἰ καὶ μὴ 70.1017 προσεδόκησας εἰς πέρας ἥξειν αὐτὰ, ἀλλ' οὖν ἔγνως διὰ πραγμάτων αὐτῶν, καὶ πείρας αὐτῆς, ὅτι καὶ ἐποίησα, καὶ ἐπῆλθεν. Ἔοικε δὲ προτέραν λέγειν τὴν ἐπενεχθεῖσαν αὐτοῖς ἐκ τοῦ πολέμου ταλαιπω- ρίαν, ὅτε καὶ τῆς ἐνεγκούσης αὐτοὺς ἀπενηνεγμένοι, καὶ πικρᾶς δουλείας λαβόντες ζυγὸν, εἰς τὴν Περσῶν καὶ Μήδων ἀπεκομίζοντο χώραν. ∆εύτερα γὰρ μετ' ἐκεῖνα συμβέβηκε τοῖς Βαβυλωνίοις τὰ ἐκ θείας ὀργῆς ἐπενεχθέντα αὐτοῖς, ἃ καὶ ἤδη διὰ πλείστων ὅσων ἡμῖν εἴρηται λόγων. 9Γινώσκω ἐγὼ ὅτι σκληρὸς εἶ, καὶ νεῦρον σιδη- ροῦν ὁ τράχηλός σου, καὶ τὸ μέτωπόν σου χαλ- κοῦν. Καὶ ἀνήγγελκά σοι τὰ πάλαι πρὶν ἐλθεῖν ἐπὶ σὲ, ἀκουστόν σοι ἐποίησα.9 ∆ιαδείκνυσιν ἐν τούτοις τῆς ἀνωτάτω φύσεως τὴν ἀπαράβλητον ἡμερότητα, καὶ ὅσον εἰς ἀνθρώπους ποιεῖται τὸν ἔλεον, καὶ εἴ τινα εἶεν τῶν καταλυπεῖν αὐτὸν εἰωθότων. Ἰσοπαλῆ γὰρ ἔχει τὴν γαληνότητα τῇ οἰκείᾳ δόξῃ. Καὶ ὥσπερ ἀμέτροις ὑπεροχαῖς τὸ τῶν γενητῶν 374 ὑπερνήχεται μέτρον, οὕτως ἐστὶ καὶ ἀσυγκρίτως φιλάνθρωπος. Ἄθρει γὰρ ὅπως, καίτοι σκληρὸν ὄντα τὸν Ἰσραὴλ γινώσκων, γαῦρόν τε καὶ ἀπερίθραυστον ἔχοντα τὸν αὐχένα, ὥστε καὶ
Isaiah commentary Book IV Logos 4 opening§book4-logos4-open
book4-logos4-openBook IV Logos 4.
Book IV Logos 4 Isaian proclamation toward Christ.
Greek · §book4-logos4-open
ΛΟΓΟΣ ∆ʹ.}1 9Ἀκούσατέ μου, νῆσοι, καὶ προσέχετε, ἔθνη, διὰ χρόνου πολλοῦ στήσεται, λέγει Κύριος. Ἐκ κοι- λίας μητρός μου ἐκάλεσε τὸ ὄνομά μου, ἔθηκέ τε στόμα μου ὡσεὶ μάχαιραν ὀξεῖαν, καὶ ὑπὸ τὴν σκέπην χειρὸς αὐτοῦ ἔκρυψέ με. Ἔθηκέ με ὡς βέλος ἐκλεκτὸν, καὶ τῇ φαρέτρᾳ αὐτοῦ ἐσκέπασέ με, καὶ εἶπέ μοι· ∆οῦλός μου εἶ σὺ, Ἰσραὴλ, καὶ ἐν σοὶ δοξασθήσομαι.9 ∆ιὰ πλείστων ὅσων παραινέσεων, καὶ ὑποθημοσυ- νῶν ὄνησι τὸν Ἰσραὴλ, μεθίστησι τὴν μυσταγωγίαν ἐπὶ τὰς τῶν ἐθνῶν ἀγέλας, καὶ δὴ τὸ μυστήριον τοῦ 70.1036 Χριστοῦ αὐταῖς καταλευκαίνει πάλιν, δι' οὗπερ ἔμελ- λον τὸν κτηνοπρεπῆ, καὶ ἐπάρατον μεθέντες βίον εἰς τὴν αὐτῷ φιλαιτάτην ἀνακομίζεσθαι πολιτείαν, καὶ φῶς εἰς νοῦν δέχεσθαι τὸ ἀληθινόν· ὥστε σαφῶς εἰ- δέναι τίς ὁ φύσει καὶ ἀληθῶς Θεός ἐστι, καὶ ἡ τῶν ὅλων κατακρατοῦσα φύσις. Προσφωνεῖ δὲ ταῖς νήσοις, ἃς δὴ καὶ εἶναί φαμεν τὰς Ἐκκλησίας Χριστοῦ, καθάπερ ἐν θαλάττῃ κειμένας, τῷ κλύδωνι δηλονότι τοῦ παρόντος βίου, καὶ ἀφορήτοις κυμάτων περιεχο- μένας ἐμβολαῖς, διωγμοῖς, δηλονότι, καὶ περιστάσε- σιν, ἃς ἐπιφέρουσιν αὐταῖς οἱ τῆς ἀληθείας ἐχθροὶ, καὶ τῇ Θεοῦ κλήσει μαχόμενοι. Περὶ τῶν τοιούτων νήσων, εἴρηται μὲν πλεισταχοῦ παρὰ τῇ θεοπνεύστῳ Γραφῇ. Ψάλλει δέ που καὶ ὁ μακάριος ∆αβὶδ, καί φησιν· "6Ὁ Κύριος ἐβασίλευσεν, ἀγαλλιάσθω ἡ γῆ, εὐφραινέσθωσαν νῆσοι πολλαί."6 Ὅτε γὰρ βεβασί- λευκε τῆς ὑπ' οὐρανὸν ὁ Χριστὸς πᾶσαν ὑπὸ χεῖρα λαβὼν, καὶ τῆς τῶν δαιμόνων τυραννίδος ἐκσπάσας· τότε καὶ ἠγαλλιάσαντο, τοῦτ' ἔστιν, εὐφροσύνης με- σταὶ γεγόνασιν, αἱ κατὰ πᾶσαν τὴν γῆν Ἐκκλησίαι. Ὅτι γὰρ ὁ προφήτης ἐν τούτοις νήσους ὀνομάσας τὰς ἐξ ἐθνῶν Ἐκκλησίας δηλοῖ, σαφὲς ἂν γένοιτο διὰ τῶν ἑξῆς. Προσεπήνεγκε γὰρ εὐθὺς τὸ, Ἀκούσατέ μου, νῆσοι, τὸ, Προσέχετε, ἔθνη. Εἶτά φησιν, ὅτι ∆ιὰ χρόνου πολλοῦ στήσεται, λέγει Κύριος. Ὑπισχνεῖται μὲν, ὡς ἔφην, τὴν τοῦ Σωτῆρος πάντων ἡμῶν Ἰησοῦ Χριστοῦ ἀνάδειξιν, καὶ ὅτι Θεὸς ὢν ὁ Λόγος, συν- αναστρέφεται τοῖς ἐπὶ τῆς γῆς ἐν εἴδει τῷ καθ' ἡμᾶς. Πλὴν ὅτι προφητείας ἦν ὁ καιρὸς τὸ τηνικάδε, οὔπω δὲ καὶ αὐτῆς τῆς τῶν πραγμάτων ἐμφανείας, δια- δείκνυσι λέγων, ὅτι ∆ιὰ χρόνου πολλοῦ στήσεται τὸ ἐπαγγελθὲν δηλονότι, ἤγουν τὸ προφητευόμενον. Τί δὴ τοῦτό ἐστιν, αὐτὸ τοῦ Σωτῆρος τὸ πρόσωπον εἰσ- εκομίσθη λέγον· Ἐκ κοιλίας μητρός μου ἐκάλεσε τὸ ὄνομά μου. Συνέβα
Book IV Logos 4 rem early§book4-logos4-rem-early
book4-logos4-rem-earlyRem early: Book IV Logos 4 Isaian proclamation toward Christ.
Greek · §book4-logos4-rem-early
λεν ἐν τούτοις εὐθὺς τὸ μυστήριον τὸ βαθὺ καὶ μέγα, καὶ τῆς ἄνωθεν μυσταγωγίας δεόμενον. Ἐξεκαλύφθη γὰρ οὕτω τῷ θεσπεσίῳ Πέ- τρῳ. Ἦν 381 μὲν γὰρ καὶ ἔστι Θεὸς ὁ Λόγος, ἰσοκλεὴς, καὶ ὁμόθρονος τῷ Θεῷ καὶ Πατρὶ, συνυπάρχων δὲ, καὶ συναΐδιος. Ὀνόματα δὲ τὰ πρὸ τῆς ἐνανθρωπή- σεως οἰκείως πως ἔχοντα τῇ αὐτοῦ φύσει, Θεὸς, καὶ σοφία, καὶ φῶς, ζωὴ, καὶ δύναμις· ἕτερα δὲ πρὸς τούτοις ἃ παρὰ τοῖς ἱεροῖς εὑρίσκεται Γράμμασιν. Ἐπειδὴ δὲ καθῆκεν ἑαυτὸν εἰς κένωσιν ἐν ὁμοιώματι ἀνθρώπου γενόμενος, καὶ σχήματι εὑρεθεὶς ὡς ἄν- θρωπος, ὄνομα δέχεται τὸ κοινὸν, τοῦτ' ἔστι, τὸ Χριστός τε καὶ Ἰησοῦς, ἤτοι τὸ, Μεθ' ἡμῶν ὁ Θεός. Τοῦ μεθ' ἡμῶν σημαίνοντος τὸ ἐν τοῖς καθ' ἡμᾶς. Γέγραπται γὰρ, ὅτι "6Ἰδοὺ ἡ παρθένος ἐν γαστρὶ ἕξει, καὶ τέξεται υἱὸν, καὶ καλέσουσι τὸ ὄνομα αὐ- τοῦ Ἐμμανουήλ·"6 ὅτι μακάριος Γαβριὴλ ἐκκαλύ- πτων τῇ ἁγίᾳ καὶ Θεοτόκῳ παρθένῳ τὸ μυστήριον· "6Μὴ φοβοῦ,"6 φησὶν, "6ἡ Μαριάμ. Εὗρες γὰρ χάριν παρὰ Θεῷ, καὶ ἰδοὺ συλλήψῃ ἐν γαστρὶ, καὶ τέξῃ υἱὸν, καὶ καλέσεις τὸ ὄνομα αὐτοῦ Ἰησοῦν. Αὐτὸς γὰρ σώσει τὸν λαὸν αὐτοῦ, ἀπὸ τῶν ἁμαρτιῶν αὐ- τῶν."6 Ἆρ' οὖν ἀσυμβάτους ἀλλήλαις εἰρήκασι φω- 70.1037 νὰς, ὅ τε μακάριος ἄγγελος, καὶ ὁ προφήτης; Οὐ μὲν οὖν. Ὁ μὲν γὰρ θεσπέσιος προφήτης πνεύματι λα- λῶν μυστήρια, μεθ' ἡμῶν γεγονότα Θεὸν προκατα- μεμήνυκεν, ἀπό τε τῆς φύσεως, καὶ τῆς οἰκονομίας τῆς μετὰ σαρκὸς οὕτως ὀνομάσας αὐτόν. Ὁ δέ γε μακάριος ἄγγελος ἐκ τῆς ἐνεργείας αὐτῷ τοὔνομα θείς· σέσωκε γὰρ τὸν ἴδιον λαόν. Σωτὴρ οὖν ἄρα κέ- κληται διὰ τοῦτο. Καὶ γοῦν ὅτε τὴν κατὰ σάρκα γέννησιν ὑπέμεινε δι' ἡμᾶς αἱ τῶν ἀγγέλων στρατιαὶ τοῖς ποιμέσι τὸν τόκον εὐηγγελίζοντο, λέγουσαι· "6Μὴ φοβεῖσθε ὑμεῖς· ἰδοὺ γὰρ εὐαγγελιζόμεθα ὑμῖν σήμερον χαρὰν μεγάλην, ἥτις ἐστὶ παντὶ τῷ λαῷ, ὅτι ἐτέχθη σήμερον Σωτὴρ, ὅς ἐστι Χριστὸς Κύριος, ἐν πόλει ∆αβίδ."6 Οὐκοῦν Ἐμμανουὴλ μὲν, ὅτι Θεὸς ὢν φύσει γέγονε μεθ' ἡμῶν, τοῦτ' ἔστιν, ἄνθρωπος. Ἰησοῦς γε μὴν, ὅτι σώζειν ἔδει τὴν ὑπ' οὐρανὸν, Θεὸν ὄντα αὐτὸν, καὶ γενόμενον ἄνθρωπον. Ὅτε τοί-νυν προῆλθεν ἐκ κοιλίας τῆς ἑαυτοῦ μητρὸς, γεγέν- νηται γὰρ ἐξ αὐτῆς τὸ κατὰ σάρκα, τότε καὶ ἐκλήθη τὸ ὄνομα αὐτοῦ. Ἀνάρμοστον οὖν ἄρα τῷ Θεῷ Λόγῳ πρὸ τῆς γεννήσεως τῆς κατὰ σάρκα φημὶ τὸ Χρι- στοῦ ὄνομα. Κεχρισμένος γὰρ οὔπω, πῶς ἂν λέγοιτο Χριστός; Ὅτε γὰρ προῆλθεν ἐκ κοιλίας μητρὸς ἄν-θρωπος, τότε σύνδρομον τῇ κατὰ σάρκα γεννήσει δέχεται τὴν κλῆσιν. Τεθῆναι δέ φησι τὸ στόμα αὐτοῦ ὡσεὶ μάχαιραν ὀξεῖαν. Ἀληθὲς καὶ τοῦτο. Γέγρα- πται γάρ που περὶ αὐτοῦ, μᾶλλον δέ φησιν αὐτὸς ὁ προφήτης Ἡσαΐας· "6Καὶ ἔσται δικαιοσύνῃ ἐζωσμέ- νος τὴν ὀσφὺν, καὶ ἀληθείᾳ εἰλημμένος τὰς
Book IV Logos 4 rem mid§book4-logos4-rem-mid
book4-logos4-rem-midRem mid: historia and spiritual theoria held together.
Greek · §book4-logos4-rem-mid
καθ' ἡμᾶς, καὶ τὸ τῆς κενώ- σεως ὑπέδυ μέτρον. Προσδιαλέγεται δὲ τοῖς ἐξειλε- γμένοις, καί φησιν, ὅτι Καιρῷ δεκτῷ ἐπήκουσά σου, καὶ ἐν ἡμέρᾳ σωτηρίας ἐβοήθησά σοι. Προέγνωστο μὲν πρὸ καταβολῆς κόσμου Χριστὸς, καὶ τὸ αὐτοῦ μυστήριον· ἐπέλαμψε δὲ κατὰ καιροὺς οὓς ἤθελεν ὁ ∆υνάστης, καθ' οὓς ἡμῖν βεβοήθηκε, καὶ τὸν τῆς ἐν- ανθρωπήσεως καιρὸν, σωτηρίας ἡμέραν εἶναί φησιν. Οὕτω γάρ που καὶ ὁ θεσπέσιος Παῦλος· "6Ἰδοὺ νῦν,"6 70.1056 φησὶ, "6καιρὸς εὐπρόσδεκτος, ἰδοὺ νῦν ἡμέρα σωτη- ρίας."6 Ψάλλει δὲ καὶ ὁ προφήτης ∆αβὶδ, καί φησιν· "6Αὕτη ἡ ἡμέρα ἢν ἐποίησεν ὁ Κύριος, ἀγαλλιασώμεθα, καὶ εὐφρανθῶμεν ἐν αὐτῇ."6 9Καὶ ἔδωκά σε εἰς διαθήκην ἐθνῶν, 388 τοῦ κατα- στῆσαι τὴν γῆν, καὶ κληρονομῆσαι κληρονομίαν ἐρήμου, λέγοντα τοῖς ἐν δεσμοῖς· Ἐξέλθετε· καὶ τοῖς ἐν τῷ σκότει, Ἀνακαλύφθητε. Καὶ ἐν πάσαις ταῖς ὁδοῖς αὐτῶν βοσκηθήσονται, καὶ ἐν πάσαις ταῖς ὁδοῖς ἡ νομὴ αὐτῶν. Οὐ πεινάσουσιν, οὐδὲ διψήσουσιν, οὐδὲ πατάξει αὐτοὺς καύσων, οὐδὲ ὁ ἥλιος· ἀλλ' ὁ ἐλεῶν αὐτοὺς παρακαλέσει, καὶ διὰ πηγῶν ὑδάτων ἄξει αὐτούς. Καὶ θήσω πᾶν ὄρος εἰς ὁδὸν, καὶ πᾶσαν τρίβον εἰς βόσκημα αὐτοῖς. Ἰδοὺ οὗτοι πόῤῥωθεν ἔρχονται. Οὗτοι ἀπὸ βοῤῥᾶ, καὶ οὗτοι ἀπὸ θαλάσσης, ἄλλοι δὲ ἐκ γῆς Περσῶν.9 Ἔδοξέ τισι τῶν προλαβόντων ἐξηγητῶν ἀρχὴν τοῦ προκειμένου κεφαλαίου ποιήσασθαι. Οὕτω λέγει Κύ- ριος· Καιρῷ δεκτῷ ἐπήκουσά σου, καὶ ἐν ἡμέρᾳ σω- τηρίας ἐβοήθησά σοι. Καί φασιν εἰρῆσθαι ταυτὶ παρὰ Θεοῦ καὶ Πατρὸς τῷ πάντων ἡμῶν Σωτῆρι Χριστῷ. Προσεξυφαίνουσι δὲ, καὶ τοιόνδε τινὰ νοῦν. Ηὔξατο μὲν γὰρ, φησὶ, πρὸ τοῦ τιμίου σταυροῦ, λέγων· "6Πάτερ, εἰ δυνατὸν, παρελθέτω ἀπ' ἐμοῦ τὸ ποτήριον τοῦτο·"6 καὶ οὐκ ἠκούσθη, πέπωκε γὰρ αὐτό. Ἐπειδὴ δὲ πεπάτηκε τὸν θάνατον ἀντιλαμβανομένου τοῦ Πα- τρὸς, εἴρηται πρὸς αὐτὸν ἀναγκαίως τὸ, Καιρῷ δεκτῷ ἐπήκουσά σου, καὶ ἐν ἡμέρᾳ σωτηρίας ἐβοη- θησά σοι. ∆οκεῖ δέ μοι πολὺ τὸ εὐπίθανον ἀῤῥωστεῖν ὁ λόγος. Καίτοι γὰρ εἰδὼς ὅτι χρὴ πιεῖν τὸ ποτήριον, καὶ οὐκ ἂν ἐξέλθοι τὸ διασωθῆναι δύνασθαι τὴν ὑπ' οὐρανὸν, πλὴν ὅτι διὰ τοῦ θανάτου τῆς σαρκὸς αὐ- τοῦ, καὶ τῆς ἐκ νεκρῶν ἀναστάσεως οἰκονομικώτατα λίαν τὸ τῆς προσευχῆς ἐπράττετο σχῆμα, ἵνα τοῦ πάθους ἡ παραίτησις τῆς τῶν Ἰουδαίων μιαιφονίας κατηγορῇ· ἐπεὶ τίνα τρόπον τοῖς τῆς εἰς αὐτὸν δυσ- σεβείας ἐγκλήμασιν ἔνοχος γέγονεν ὁ Ἰσραὴλ, εἰ μὴ ἀβούλητον ἦν αὐτῷ τὸ παθεῖν διά τοι τὸ δυσκλεές; πλὴν, καὶ οὕτω γέγονε θελητὸν, καὶ ἀποστῆσαι τοῦ κόσμου τὴν ἁμαρτίαν, καὶ ἀναμορφῶσαι τὰ καθ' ἡμᾶς, εἰς καινότητα ζωῆς ἁγίας. Συνιεὶς γὰρ οὕτω καὶ τὸ εἰρημένον παρ' αὐτοῦ, ὅτι "6Καταβέβηκα ἐκ τοῦ οὐρανοῦ, οὐχ ἵνα ποιῶ τὸ θέλημα τὸ ἐμὸν, ἀλλὰ τὸ θέλημ
Book IV Logos 4 rem close CLOSEOUT§book4-logos4-rem-close
book4-logos4-rem-closeRem CLOSEOUT: Book IV Logos 4 CLOSEOUT.
Greek · §book4-logos4-rem-close
ίκνυσι δὲ τὴν τῶν κληθησομένων πληθὺν, ὡς πολλή τε εἴη, καὶ ἀναρί- θμητος. Οἱ γὰρ υἱοί σου, φησὶν, οὓς ἀπολώλεκας, ἐροῦσιν εἰς τὰ ὦτά σου, Ποίησόν μοι τόπον. Εἴρηται δέ που καὶ πρὸς τὴν νοητὴν Σιών· "6Πλάτυνον τὸν τόπον τῆς σκηνῆς σου καὶ τῶν αὐλαίων σου πῆξον. Μὴ φείσῃ, ἔτι εἰς τὰ δεξιὰ καὶ τὰ ἀριστερὰ ἐκπέτα- σον."6 Ἀνέγνωμεν δὲ καὶ ἐν τοῖς Μωσέως βίβλοις, ὅτι περὶ τὴν ἐν τῇ ἐρήμῳ σκηνὴν, διά γέ φημι τῶν δέῤῥεων ἀποτελεσθεῖσαν, εὐρεῖαι καὶ εὐμήκεις ἐτά- χθησαν αὐλαὶ, τοῦτο μὲν εἰς ἠῶ καὶ ἀκτῖνα βλέπου- σαι, τοῦτο δὲ καὶ εἰς δύσιν κατόπιν τῆς σκηνῆς, ναὶ μὴν εἰς βοῤῥᾶν καὶ νότον, ὑπεμφαίνοντος τοῦ τύπου τὸ ἐσόμενον κατὰ καιροὺς τῶν ἱερῶν αὐλῶν, ἤτοι τῶν ἐκκλησιῶν, πλάτος τε καὶ μῆκος. Πλὴν καὶ οὕτως πλεοναζούσης ἀεὶ τῆς χάριτος τῆς παρὰ Χριστοῦ, στενοὶ τοῖς πιστεύσασιν οἱ τόποι πανταχοῦ, ὥστε καὶ χαίρουσαν τὴν Ἐκκλησίαν, ἥτις ἐστὶ νοητὴ Σιὼν, ἀναλογίσασθαι, καὶ καθ' ἑαυτὴν βοᾷν· Τίς ἐγέννησέ μοι τούτους; Ἐγὼ δὲ φαίην ἂν, ὅτι πίστις ἡ ἐν Χρι- στῷ. ∆ι' αὐτῆς γὰρ ἄτεκνος οὖσα καὶ χήρα, πολλὴ 395 γέγονας ἐν τέκνοις· αὕτη σοι τοὺς σοὺς ἐξέθρεψε λαοὺς, καὶ ἡ πάλαι καταληφθεῖσα μόνη, πεπλούτηκας ἀδοκή- τως, καὶ πολύπαις ὤφθης, ἡ πάλαι γυμνὴ καὶ μόνη. 9Οὔτω λέγει Κύριος· Ἰδοὺ αἴρω εἰς τὰ ἔθνη τὴν χεῖρά μου, καὶ εἰς τὰς νήσους ἀρῶ σύσσημόν μου, καὶ ἄξουσι τοὺς υἱούς σου ἐν κόλπῳ, τὰς δὲ θυγατέρας σου ἐπ' ὤμων ἀροῦσι. Καὶ ἔσονται βα- σιλεῖς τιθηνοί σου, αἱ δὲ ἄρχουσαι τροφοί σου ἐπὶ πρόσωπον τῆς γῆς. Καὶ προσκυνήσουσί σοι, καὶ τὸν χοῦν τῶν ποδῶν σου λείξουσι. Καὶ γνώσῃ ὅτι ἐγώ εἰμι Κύριος, καὶ οὐκ αἰσχυνθήσῃ οὔτε μὴν ἐντραπήσῃ.9 Ἐπαγγειλάμενος τῇ Σιὼν ὡς πολύπαις ἕσται καὶ εὔπαις, καὶ εἰς τοῦτο πληθύος ἥξουσι τὰ τέκνα αὐ- τῆς, ὥστε καὶ εὐρυτέρων ἢ πάλαι δεῖσθαι τόπων, καὶ ἐκπλατύνεσθαι παρακαλεῖν τὴν σκηνὴν, κατα- δείκνυσιν εὐθὺς ὅτι μὴ μᾶλλον ἐξ Ἰσραὴλ, ἀλλ' ἐκ τῆς τῶν ἐθνῶν ἀγέλης ἡ τῶν ἐπηγγελμένων αὐτῇ τέκνων ἀναφαίνεται πληθύς. Ἀληθὲς δὲ τὸ χρῆμα, καὶ δι' αὐτῶν ἕστιν ἰδεῖν τῶν πραγμάτων. Σέσωσται μὲν γὰρ τὸ κατάλειμμα τῶν ἐξ Ἰσραήλ· βραχὺ δὲ τοῦτο, καὶ εὐαρίθμητον· σεσαγήνευται δὲ διὰ πίστεως τῆς ἐν Χριστῷ ἡ ὑπ' οὐρανὸν, καὶ τῶν ἀποστολικῶν τε καὶ εὐαγγελικῶν κηρυγμάτων ἡ δύναμις προσ- εκόμισεν αὐτῷ τοὺς ἀνὰ πᾶσαν τὴν γῆν. Ὅτι τοίνυν ἔσται τοῦτο, διαδείκνυσιν εἰπών· Ἰδοὺ ἐγὼ αἴρω εἰς 70.1076 τὰ ἔθνη τὴν χεῖρά μου. Σημαίνει δὲ τὸ Αἴρω, τὸ ὑψῶ, καὶ ἐπαίρω. Ἡ δέ γε χεὶρ τὴν ἰσχὺν ἤτοι τὴν δύνα- μιν ὑπεμφήνειεν ἄν. Ὅτε γὰρ τοῖς ἔθνεσιν ἐγνωρίσθη Χριστὸς διὰ τῶν εὐαγγελικῶν κηρυγμάτων, ὑψηλός τε γέγονε καὶ διαπρεπὴς δι' ὧν εἴργασται θαυ- μάτων, καὶ διὰ τῆς ἀναστάσε
Isaiah commentary Book IV Logos 5 opening§book4-logos5-open
book4-logos5-openBook IV Logos 5.
Book IV Logos 5 Isaian proclamation toward Christ.
Greek · §book4-logos5-open
ΛΟΓΟΣ Εʹ.}1 9Ἐγὼ δὲ οὐκ ἀπειθῶ, οὐδ' ἀντιλέγω. Τὸν νῶτόν μου δέδωκα εἰς μάστιγας, τὰς δὲ σιαγόνας μου εἰς ῥαπίσματα, τὸ δὲ πρόσωπόν μου οὐκ ἀπέστρεψα ἀπὸ αἰσχύνης ἐμπτυσμάτων, καὶ ὁ Κύριος ἐγε- νήθη βοηθός μου. ∆ιὰ τοῦτο οὐκ ἐνετράπην, ἀλλ' ἔθηκα τὸ πρόσωπόν μου ὡς στερεὰν πέτραν, καὶ ἔγνων ὅτι οὐ μὴ αἰσχυνθῶ, ὅτι ἐγγίζει ὁ δικαιώ- σας με.9 ∆ιὰ τῶν ἤδη προανεγνωσμένων, ἤτουν προεξητα- σμένων, πλείστην ὅσην πεποίηται τῆς Ἰουδαίων ἀπειθείας τὴν καταβοήν. Ἔφη γὰρ ὅτι Ἦλθον καὶ οὐκ ἦν ἄνθρωπος, ἐκάλεσα, καὶ οὐκ ἦν ὁ ὑπακούων, παρεισβεβληκότος δὲ μεταξὺ τοῦ προσώπου τῶν προσ- ηκαμένων τὴν πίστιν, καὶ λέγοντος· Κύριος δίδωσί μοι γλῶσσαν παιδείας τοῦ γνῶναι ἡνίκα δεῖ εἰπεῖν λόγον, καὶ τὰ τούτοις ἐπενηνεγμένα, καὶ χαριστη- ρίους ἀνατεινάντων φωνάς. Εἰστρέχει πάλιν τὸ αὐτοῦ πρόσωπον τοῦ Χριστοῦ, τὴν ἰδίαν ὑπακοὴν ταῖς Ἰου- δαίων ἀπονοίαις ἀντιπαρατιθέναι σπουδάζοντος, ἵν' ὁλοτρόπως αὐτοὺς θεομισεῖς ὄντας ἐλέγξῃ, γαῦρόν τε καὶ ἀπηνῆ τῷ καλοῦντι πρὸς σωτηρίαν ὑψοῦντας αὐ χένα. Ἐγὼ μὲν γὰρ κέκληκα, φησὶ, καὶ οὐκ ἦν ὁ ὑπακούων. Ὀκνηροὶ γεγόνασι πρὸς εὐπείθειαν, βρα- δεῖς καὶ ἀσύνετοι παντελῶς εἴς γε τὸ χρῆναι νοεῖν τὸ τελοῦν εἰς ὄνησιν αὐτοῖς, καὶ τὰ δι' ὧν ἦν εἰκὸς 402 δια- δρᾶναι δύνασθαι, καὶ λίαν ἀμογητὶ, καὶ τῆς ἁμαρ- τίας τὴν τυραννίδα, καὶ τῆς διαβολικῆς σκαιότητος τὰς ἐπιβουλάς. Ἀλλ' αὐτοὶ μὲν ἠπείθησαν, ἐγὼ δὲ οὐκ ἀπειθῶ. Ἐθελήσαντος γὰρ τοῦ Θεοῦ, καὶ Πατρὸς ἀνακεφαλαιώσασθαι τὰ πάντα ἐν ἐμοὶ, τά τε ἐν τῷ οὐρανῷ καὶ ἐπὶ τῆς γῆς, καθῆκα πρὸς κένωσιν ἐμαυ- τὸν, καὶ ἐν τοῖς τῆς ἀνθρωπίνης πτωχείας καταπε- φοίτηκα μέτροις, ἄνθρωπος πεφηνὼς ἵνα ὑπήκοος γένωμαι, καὶ μέχρι θανάτου, θανάτου δὲ σταυροῦ. ∆έδωκα τοίνυν τὸν νῶτόν μου εἰς μάστιγας, τὰς δὲ σιαγόνας μου εἰς ῥαπίσματα. Τὸ δὲ πρόσωπόν μου οὐκ ἀπέστρεψα ἀπὸ αἰσχύνης ἐμπτυσμάτων. Ταυτὶ γὰρ αὐτῷ συνέβη παθεῖν, τῆς Ἰουδαίων ἀπαιδευσίας ἐμπαροινούσης αὐτῷ, καὶ Πιλάτου μὲν μάστιξι κατα- ξαίνοντος, ἑνὸς δὲ τῶν ἀνοσίων ὑπηρετῶν ὑβρίσαντος, 70.1093 καὶ ῥαπίσαντος, καὶ κατεμπτυόντων ἑτέρων. Ἀλλ' ἦν εἷς ὁ σκοπὸς τῷ πάσχοντι τὸ εἰς πέρας διεξαγαγεῖν τὸ ἀγαθὸν θέλημα τοῦ Πατρός. Καὶ γοῦν ἔφη που Χριστὸς, ὅτι "6Καταβέβηκα ἐκ τοῦ οὐρανοῦ, οὐχ ἵνα ποιῶ τὸ θέλημα τὸ ἐμὸν, ἀλλὰ τὸ θέλημα τοῦ πέμ- ψαντός με Πατρός."6 Τοῦτο δὲ τὸ θέλημ
Book IV Logos 5 rem early§book4-logos5-rem-early
book4-logos5-rem-earlyRem early: Book IV Logos 5 Isaian proclamation toward Christ.
Greek · §book4-logos5-rem-early
ά ἐστι τοῦ πέμψαντός με, "6Ἵνα πᾶν ὃ δέδωκέ μοι, μὴ ἀπωλέσω ἐξ αὐτοῦ, ἀλλὰ ἀναστήσω αὐτὸν ἐν τῇ ἐσχάτῃ ἡμέ- ρᾳ."6 Οὐκοῦν ὑπέρ γε τοῦ κατορθῶσαι τοῖς εἰς αὐτὸν πιστεύουσι τὴν ζωὴν, οὐχ ὕβρεις, οὐ μάστιγας, οὐκ ἐμπτυσμάτων πεῖραν ἀπόβλητον ἐποιήσατο, καίτοι Θεὸς ὢν φύσει, καὶ Κύριος ἀληθινός. Εἶτά φησιν ὡς ἄνθρωπος, Καὶ Κύριος βοηθός μου ἐγενήθη, διὰ τοῦτο οὐκ ἐνετράπην, ἀλλ' ἔθηκα τὸ πρόσωπόν μου ὡς στερεὰν πέτραν, καὶ ἔγνων ὅτι οὐ μὴ αἰσχυνθῶ ὅτι ἐγγίζει ὁ δικαιώσας με. ∆ιαλέγεται μὲν οὖν ἀνθρω- πίνως, ὡς ἔφην, καὶ κατ' οὐδένα τρόπον ἀπεοικότως τοῖς τῆς κενώσεως μέτροις. Πλὴν ἔοικεν ὑπαινίττε- σθαι διὰ τούτων τῶν λόγων τὴν τοῖς λόγοις ἐγκατα- σκήψασαν δίκην, τῆς εἰς αὐτὸν δυσσεβείας ἕνεκα. Γέγονε γὰρ, φησὶ, Κύριος βοηθός μου. Ὅμοιον, ὡς εἰ λέγοι ∆όντος μου τὸν νῶτον εἰς μάστιγας, τὰς δὲ σιαγόνας μου εἰς ῥαπίσματα, πεπονθότος δὲ καὶ τὰ ἐπὶ τῷ σταυρῷ πάθη, γέγονε βοηθὸς ὁ Πατήρ. Ἐπ- ήμυνε γὰρ, καὶ οὐ συγκεχώρηκεν εἰς τὸ παντελὲς ἐντραπῆναι τὸν ἴδιον Υἱὸν, οὔτε μὴν καὶ καταισχυν- θῆναι. Τετιμώρηνται γὰρ, καὶ τῶν εἰς ἐμὲ πλημμε- λημάτων ἐκτετίκασι δίκας οἱ θεομαχῆσαι τολμήσαν- τες. Ἐπενεγκὼν δὲ ὅτι Ἐγγίζει ὁ δικαιώσας με, πάλιν ὑπέφηνεν ἀστείως, οὐκ εἰς μακρὰν, οὐδ' εἰς ἀνάβλησιν τὰ τῆς δίκης δραμεῖται τῶν εἰς αὐτὸν πε- παρῳνηκότων, ἀλλ' οἷον ἐγγὺς, καὶ κατὰ πόδας βα- διεῖται τῶν ἐγχειρημάτων. ∆εδικαιῶσθαι δέ φαμεν τὸν Υἱὸν κατὰ τοιόνδε τινὰ τρόπον. Ἐπειδὴ γὰρ ὄντα δί-καιον, καὶ κατ' οὐδένα τρόπον, ὡς ἔνοχον γεγονότα πταίσμασιν ἀποκτεῖναι τετολμήκασι, τετιμώρηνται, καθάπερ ἔφην, καὶ ἡ τῶν πεπονθότων κόλασις τὸ ἀνεύ- θυνον παντελῶς μεμαρτύρηκε τῷ παρ' αὐτῶν ἀνοσίως ἐξυβρισμένῳ. Ἔφη τι τοιοῦτον ὁ Θεὸς καὶ Πατήρ "6Καὶ δώσω τοὺς πονηροὺς ἀντὶ τῆς ταφῆς αὐτοῦ, καὶ τοὺς πλουσίους ἀντὶ τοῦ θανάτου αὐτοῦ."6 Πλου- σίους δὲ καὶ πονηροὺς, τοὺς τῶν Ἰουδαίων καθηγη- τὰς ὀνομάζει. Φιλοχρηματίαν γὰρ νοσοῦντες ἐσχάτην, κατεκομίσθησαν δι' αὐτῆς, εἰς τὴν ἐπ' αὐτῷ πονηρίαν. Καίτοι γὰρ ἐπεγνωκότες αὐτὸν ἔφασκον· "6Οὗτός ἐστιν ὁ κληρονόμος· ∆εῦτε, ἀποκτείνωμεν, καὶ σχῶμεν ἑαυτοῖς τὴν κληρονομίαν αὐτοῦ."6 9Τίς ὁ κρινόμενός μοι; ἀντιστήτω ἅμα. Τίς ὁ κρινόμενός μοι; ἐγγισάτω μοι.9 Ὅτι μὲν δίκαιος, καὶ ἀθῶος ὢν παντελῶς· οὐ γὰρ ἐποίησεν ἁμαρτίας· τὰς ἐκ τῶν Ἰουδαίων ὑπέστη παροινίας, πιστώσεται λέγων καὶ αὐτὸς ὁ θεσπέσιος προφήτης περὶ αὐτοῦ· "6Ἴδετε ὡς ὁ δίκαιος ἀπώλετο, καὶ οὐδεὶς ἐκδέχεται τῇ καρδίᾳ."6 Καὶ πάλιν ὡς ἐκ προσώπου τῶν Ἰουδαίων περὶ αὐτοῦ· "6∆ήσωμεν τὸν δίκαιον, ὅτι δύσχρηστος ἡμῖν ἐστι."6 Καὶ αὐτὸ δὲ τὸ χρῆμα διαβοήσειεν ἄν. Τὴν γάρ τοι θείαν, καὶ ἀκήρατον τοῦ λόγου φύ
Book IV Logos 5 rem mid§book4-logos5-rem-mid
book4-logos5-rem-midRem mid: historia and spiritual theoria held together.
Greek · §book4-logos5-rem-mid
ν περὶ τῆς ἑαυτοῦ παρουσίας, τῆς γενομέ- νης ἐν τῷδε τῷ κόσμῳ μετὰ σαρκὸς, ὅτι "6Ἐν τῷ καιρῷ ἐκείνῳ, λέγει Κύριος, διδοὺς νόμους μου εἰς τὴν διάνοιαν αὐτῶν, καὶ εἰς τὰς καρδίας αὐτῶν ἐπιγράψω αὐτούς."6 Ὀρθῶς δὲ καὶ τοῦτο συνεὶς ὁ πάνσοφος Παῦλος γράφει, καί φησι τοῖς τούτου τετυχηκόσιν· "6Ἡ ἐπιστολὴ ἡ ἡμῶν ὑμεῖς ἐστε, ἐγγε- γραμμένη οὐ μέλανι, ἀλλὰ πνεύματι Θεοῦ ζῶντος."6 Οὐκοῦν ἀκούσατέ μου, φησὶ, τοῦτ' ἔστι, τοὺς ἐμοὺς εἰσδέξασθε λόγους, καὶ μὴ καθάπερ ὁ Ἰσραὴλ ἐξ- ήνιοι γένεσθε, τῇ τοῦ νομικοῦ γράμματος προσκεί- μενοι παλαιότητι, καὶ παρὰ τῶν τύπων ὁρῶντες οὐδέν. Μέχρι καιροῦ διορθώσεως ἡ διὰ Μωσέως τέθειται ἐντολὴ, φησίν. Ἐπειδὴ δὲ ὁ τῆς ἐνανθρωπή- σεως οὐ προσδοκᾶται μᾶλλον, ἀλλ' ἐνέστηκεν ἤδη καιρὸς, μεταχωρείτω πρὸς ἀλήθειαν ἡ σκιά. Ἐμοῦ τοίνυν ἀκούετε, λαός μου. Λέγων δὲ, λαός μου, τὴν πνευματικὴν οἰκειότητα τὴν δωρηθεῖσαν αὐτοῖς ἐπὶ καιροῦ προΐσχεται, δυσωπῶν, ὥς γε οἶμαι, καὶ διὰ τούτου, καὶ προθυμοτέρους ἀποτελῶν εἴς γε τὸ χρῆναι, φημὶ, τὸν παρ' αὐτοῦ προσήκασθαι λόγον. Καλεῖ δὲ οὐχὶ μόνους τοὺς τελοῦντας ἐν λαοῖς, ἀλλὰ γὰρ σὺν αὐτοῖς καὶ βασιλέας, ἵνα τοὺς ἄρχοντας ἤτοι τοὺς τῶν λαῶν ἡγουμένους ἐννοῇς. Ἀπὸ γὰρ τῆς τῶν πιστευσάντων πληθύος παρεκομίσθησαν εἰς τοῦτο πολλοὶ, ὧν ἀπαρχὴ γεγόνασιν οἱ θεσπέσιοι μαθηταί· εἶτα μετ' ἐκείνους κατ' ἴχνος ἰόντες οἱ μετ' αὐτοὺς τὸ τῆς βασιλείας ὄνομα περιετέθησαν· ἅτε δὴ καὶ βασιλείας ὄνομα πεπλουτηκότες, τεταγμένοι δὲ καὶ εἰς τὸ καθηγεῖσθαι λαῶν. Καὶ γοῦν ὡς ἐκ πολλῆς ἄγαν χαρᾶς χαριστηρίους ᾠδὰς ἀνατείνουσι Θεῷ λέγοντες· "6Ὑπέταξε λαοὺς ἡμῖν, καὶ ἔθνη ὑπὸ τοὺς πόδας ἡμῶν."6 Ψάλλει δὲ περὶ αὐτῶν καὶ ὁ θεσπέ- σιος Μελῳδός· "6Ἄρχοντες λαῶν συνήχθησαν μετὰ τοῦ Θεοῦ Ἀβραάμ."6 Ὦ τοίνυν λαοὶ καὶ βασιλεῖς, 70.1112 φησὶν, ἀκούσατέ μου, καὶ ἐνωτίσασθε, καὶ τί τὸ μέλλον ἐπαγγέλ[λ]εσθε. Νόμος παρ' ἐμοῦ ἐξελεύσεται, καὶ ἡ κρίσις μου εἰς φῶς ἐθνῶν. Νόμον ἐν τούτοις τὸ θεῖόν τε καὶ εὐαγγελικὸν ὀνομάζει κήρυγμα. Καὶ γάρ ἐστιν ἑτεροειδὲς μὲν ὥσπερ τὸ θέσπισμα τὸ νέον τε καὶ σωτήριον· νόμου δὲ ὥσπερ ἀρχαίου μεταβολὴ πρὸς τὸ ἄμεινον, καὶ μετάστασις τύπων ἐκδεδραμη- κότων πρὸς ἀλήθειαν. Ἔφη γοῦν ὁ Χριστός· "6Μὴ νομίσητε ὅτι ἦλθον καταλῦσαι τὸν νόμον ἢ τοὺς προ- φήτας· οὐκ ἦλθον καταλῦσαι, ἀλλὰ πληρῶσαι. 409 Λέγω γὰρ ὑμῖν, ὅτι ἰῶτα ἓν ἢ μία κεραία οὐ μὴ παρέλθῃ ἀπὸ τοῦ νόμου, ἕως ἂν πάντα γένηται."6 Ἀλλ' ὁ μὲν ἐν γράμμασι νόμος ἐδόθη διὰ Μωσέως· κήρυγμα δὲ τὸ σωτήριον, τοῦτ' ἔστι τὸ εὐαγγελικὸν, ἐξῆλθε διὰ Χριστοῦ. Καὶ γὰρ ἦν ἀκόλουθον, Μωσέα μὲν τῆς σκιᾶς καὶ τύπου γενέσθαι διάκονον, ὡς ἔοικε, γνώ- σεώς τε καὶ ἀληθοῦς λατρείας
Book IV Logos 5 rem close CLOSEOUT§book4-logos5-rem-close
book4-logos5-rem-closeRem CLOSEOUT: Book IV Logos 5 CLOSEOUT.
Greek · §book4-logos5-rem-close
ιψιν ἁμαρτίας, τὴν διὰ πίστεως δηλονότι τῆς ἐν Χριστῷ, ὅπου Πνεύματος ἁγίου χορηγία τε καὶ χάρις, καὶ υἱοθεσίας τιμὴ, καὶ ἀτε- λευτήτων ἀπόλαυσις ἀγαθῶν, καὶ οὐρανῶν βασιλείας ἐλπὶς, ἐκεῖ που πάντως ἐστὶ καὶ τὸ κατευφραίνεσθαι δεῖν, ἀπέδρα δὲ καὶ ὀδύνη, λύπη, καὶ στεναγμός. Ποῖον γὰρ ἕξει τόπον ὀδύνη, καὶ ἐπὶ τίσιν ἂν γένοιτο στεναγμὸς, ἔνθα τοῦ στενάζειν καὶ ὀδυνᾶσθαι πρό- φασις μὲν οὐδεμία παντελῶς, κατακρατεῖ δὲ μᾶλλον ἐλπὶς, ἀγαλλιάσεώς τε καὶ εὐφροσύνης, θυμηδίας τε τῆς ἀναποβλήτου καὶ χαρᾶς; 9Ἐγώ εἰμι, ἐγώ εἰμι ὁ παρακαλῶν σε. Γνῶθι τί οὖσα ἐφοβήθης ἀπὸ ἀνθρώπου θνητοῦ, καὶ ἀπὸ υἱοῦ ἀνθρώπου, οἳ ὡσεὶ χόρτος ἐξηράνθησαν. Καὶ ἐπελάθου τὸν Θεὸν τὸν ποιήσαντά σε, τὸν ποιήσαντα τὸν οὐρανὸν, καὶ θεμελιώσαντα τὴν γῆν. Καὶ ἐφόβου ἀεὶ πάσας τὰς ἡμέρας τὸ πρόσ- ωπον τοῦ θλίβοντός σε. Ὃν τρόπον γὰρ ἐβου- λεύσατο τοῦ ἆραί σε, καὶ νῦν ποῦ ὁ θυμὸς τοῦ θλίβοντός σε, Ἐν γὰρ τῷ σώζεσθαί σε οὐ στήσε- ται, οὐδὲ χρονιεῖ.9 Τὸ, Ἐγώ εἰμι, φησὶν ἐν τούτοις, ἀντὶ τοῦ, ζῶ καὶ ὑπάρχω· καὶ γάρ ἐστιν αὐτὸς ὁ Ὤν. Ἀξίωμα δὲ 70.1128 τοῦτο θεοπρεπὲς καὶ ἐξαίσιον· ἔνεστι γὰρ μόνῃ τῇ πασῶν ἐπέκεινα φύσει τὸ εἶναί τε καὶ ζῇν, οὐ μεθεκτῶς παρ' ἑτέρου λαχούσῃ ταῦτα, οὔτε μὴν δοτὸν ἐχούσῃ τὸ χρῆμα, αὐτῆς δὲ μᾶλλον οὔσης τῆς ζωῆς. Οὐκοῦν, Εἰμὶ μὲν ἐγὼ, φησὶν, ὁ παρακαλῶν σε, τοῦτ' ἔστιν, ὁ πᾶσαν παράκλησιν πνευματικὴν δωρούμενος, καὶ ἀνέχων ταῖς ἐπικουρίαις εἰς τὸ ἐρηρεῖσθαι καλῶς, πρός γε τὸ δεῖν ἰέναι μετ' εὐ- τολμίας εὐθὺ πάσης ἀρετῆς. Ἢ τάχα που καὶ παράκλησιν ἐν τούτοις καὶ καθ' ἕτερον συνήσεις τρόπον. Ἐκάλει γὰρ διὰ τῶν εὐαγγελικῶν κηρυγμά- των ὁ Σωτὴρ εἰς ἀπόνιψιν ἁμαρτίας τὴν διά γε, φημὶ, τῆς εἰς αὐτὸν πίστεως εἰς μέθεξιν ἁγίου Πνεύματος, καὶ καύχημα, καὶ δόξαν υἱοθεσίας. Ἀλλὰ σὺ, φησὶν, ὦ Ἰσραὴλ, 415 ἐμοῦ μὲν τοῦ ὄντος οὐ κατέδεισας ὑπερ- ορῶν, καὶ καταφρονήσας τοῦ καλοῦντος εἰς ζωὴν, ἐφοβήθης δὲ ἀπὸ ἀνθρώπου φθαρτοῦ, καὶ ἀπὸ υἱοῦ ἀνθρώπου, οἳ ὡσεὶ χόρτος ἐξηράνθησαν. Εἶτα ἀπ- ελάθου τοῦ ποιήσαντός σε Θεοῦ, τοῦ τεκτηναμένου τὸν οὐρανὸν, διιδρύσαντος δὲ τὴν γῆν, ἐφόβου δὲ τὸ πρόσ- ωπον τοῦ θλίβοντός σε. Αἰτιᾶται δὲ Θεὸς ἐν τούτοις τοὺς τῶν Ἰουδαίων καθηγητὰς, οἳ μέχρι παντὸς δι- ετέλεσαν τῇ τοῦ Σωτῆρος ἀντανιστάμενοι δόξῃ, καὶ τό γε ἧκον εἰς αὐτοὺς, οὐδὲν οὖσαν αὐτὴν παντελῶς ἀποφαίνοντες. Ἐθαυματούργει μὲν πολυτρόπως· οἱ δὲ τοὺς ὑπὲρ θαῦμα πικροὺς κατέχεον λόγους θεοσημίας· ἔφασκον γὰρ ἐν Βεελζεβοὺλ ἄρχοντι τῶν δαιμονίων αὐτὸν ἐκβάλλειν τὰ δαιμόνια. Ταῖς ὑπὲρ νόμου εἰσ- ηγήσεσι κατεκήλησε πολλάκις τοὺς ἀκροωμένους· οἱ δὲ πρὸς τοῦτο κατώλισθον δυσσεβείας, ὥστε τοῖς ἐπαινοῦσιν ἐπιτ
Isaiah commentary Book V part 1 opening§book5-part1-open
book5-part1-openBook V part 1.
Book V Isaian consolation and awakening oracles toward Christ.
Greek · §book5-part1-open
ΒΙΒΛΙΟΝ Εʹ, ΤΟΜΟΙ ΕΞ. ΤΟΜΟΣ Αʹ.}1 9Ἐξεγείρου, ἐξεγείρου, Σιών· ἔνδυσαι τὴν ἰσχύν σου, Σιὼν, καὶ ἔνδυσαι τὴν δόξαν σου, Ἱερουσα- λὴμ, πόλις ἡ ἁγία· οὐκέτι προστεθήσεται διελ- θεῖν διὰ σοῦ ἀπερίτμητος καὶ ἀκάθαρτος.9 Σιών τε καὶ Ἱερουσαλὴμ ἀκούων ἐν τούτοις, μὴ πόλεις ἁπλῶς τὰς ἐκ λίθων ἐγηγερμένας καταδηλοῦ- σθαι νομίσῃς. Σημαίνει δὲ μᾶλλον τῆς προφητείας ὁ λόγος τῶν κεκλημένων διὰ τῆς πίστεως τὴν ὁμήγυριν, ἤγουν Ἐκκλησίαν ἔκ τε τῶν Ἰουδαϊκῶν ταγμάτων καὶ ἐξ ἐθνῶν. Τό γε μὴν, Ἐξεγείρου, λέγων, καὶ μάλα συχνῶς, δαψιλεστάτην αὐτοῖς χαρίζεται τὴν παρά- κλησιν. Ὥσπερ, γὰρ καθά φησιν ὁ πάνσοφος Παῦλος, "6Οὗ ἐπλεόνασεν ἡ ἁμαρτία, ὑπερεπερίσσευσεν ἡ χά- ρις·"6 421 οὕτως, ἔνθα πολὺ τὸ πικρὸν τῆς δίκης, ἐκεῖ ἰσοπαλὴς ταῖς συμφοραῖς παράκλησις, μᾶλλον δὲ πολὺ λίαν τῶν ἀμυδρῶν ἀμφιλαφεστέρα. Ἐνδύσα- σθαι δὲ προστέταχε τὴν ἰσχὺν αὐτῆς, καὶ πρός γε τούτῳ τὴν δόξαν. Καὶ ἰσχὺς μὲν ἡ κατ' ἐνέργειαν πρακτικὴ νοοῖτ' ἂν εἰκότως, καθ' ἣν ἡ ἑκάστου ψυχὴ πρὸς τόδε τι τυχὸν τῶν πρακτέων ἴεται σὺν φρονήματι νεανικῷ. ∆όξα δὲ τίς ἂν ἕτερος εἴη παρὰ τὸν τῆς δόξης Κύριον, ὅς ἐστι Χριστός; πρὸς ὅν πού φησι καὶ ὁ θεσπέσιος μελῳδὸς, ποτὲ μὲν, ὅτι "6Ἐξεγέρθητι, ἡ δόξα μου·"6 ποτὲ δὲ πάλιν περὶ παντὸς τοῦ πιστεύον- τος εἰς αὐτὸν, ὅτι "6Τὸ καύχημα τῆς δυνάμεως αὐ- τῶν σὺ εἶ."6 Ἐνδυσόμεθα δὲ τίνα τρόπον τήν τε δόξαν, καὶ τὴν ἰσχὺν αὐτὴν, διεσάφησεν ἡμῖν ὁ πάνσοφος Παῦλος. Ἔφη δὲ πάλιν· "6Ἐνούσασθε τὸν Κύριονἡμῶν Ἰησοῦν Χριστὸν, καὶ τῆς σαρκὸς πρόνοιαν μὴ ποιεῖσθε εἰς ἐπιθυμίαν."6 Καὶ προσέτι τούτῳ· "6Ὅσοι γὰρ εἰς Χριστὸν ἐβαπτίσθητε, Χριστὸν ἐνεδύσασθε."6 Ναὶ μὴν καὶ ὁ προφήτης Ἡσαΐας ὡς ἐν τάξει γυναι-κὸς πολυτρόπως ὡραϊσμένης τὸ τῆς Ἐκκλησίας πρόσωπον εἰσκεκόμικε λέγων· "6Ἀγαλλιάσθω ἡ ψυχή μου ἐπὶ τῷ Κυρίῳ. Ἐνέδυσε γάρ με ἱμάτιον σωτη- ρίου, καὶ χιτῶνα εὐφροσύνης."6 Ἄμφιον οὖν ἄρα Χρι- στὸς ἁγίῳ παντὶ πρεπωδέστατον· καὶ χιτὼν εὐφροσύ- νης τῆς νοητῆς, πρόξενος ἡμῖν ἰσχύος καὶ δόξης. Ἁγίαν δὲ πόλιν ὀνομάζει τὴν Ἐκκλησίαν. Ἡγιάσθη τε γὰρ οὐ διά γε τῆς κατὰ νόμον λατρείας (τετε- λείωκε γὰρ ὁ νόμος οὐδένα), ἀλλὰ σύμμορφος γενομένη Χριστῷ, καὶ τῆς θείας αὐτοῦ φύσεως κοινωνὸς, κατὰ μέθεξιν δηλονότι τοῦ ἁγίου Πνεύματος, ἐν ᾧ καὶ ἐσφραγίσθημεν εἰς ἡμέραν ἀπολυτρώσεως, πάντα ῥύ- πον ἀπονιψάμενοι, καὶ ἁπάσ
Book V part 1 rem early§book5-part1-rem-early
book5-part1-rem-earlyRem early: Book V Isaian consolation and awakening oracles toward Christ.
Greek · §book5-part1-rem-early
ης κηλῖδος ἀπηλλαγμένοι. 70.1145 ∆εδικαιώμεθα γὰρ διὰ πίστεως τῆς εἰς αὐτὸν, καὶ τὴν παρ' αὐτοῦ πρὸς πᾶν ὁτιοῦν ἀσφάλειαν πεπλουτή- καμεν, καὶ οἷον τετειχίσμεθα τῇ παρ' αὐτοῦ χάριτι, πᾶσαν ἡμῶν ἀποσοβοῦντος ἔφοδον διαβολικὴν, καὶ τὰς τῶν ἀντικειμένων δυνάμεων ἀγρίας ἐπαναστάσεις. Καὶ τοῦτο διδάσκει λέγων ὡς πρός γε τὴν Σιὼν, ἤγουν τὴν Ἱερουσαλὴμ, ἥτις ἐστὶν Ἐκκλησία Θεοῦ ζῶν-τος· Οὐκέτι προστεθήσεται διελθεῖν διὰ σοῦ ἀπερί- τμητος καὶ ἀκάθαρτος. Ἱστορικῶς μὲν γὰρ τοιῶσδε συνήσεις τὸ εἰρημένον· Τὰ περίοικα τῆς Ἱερουσαλὴμ ἔθνη, ἀπερίτμητα καὶ ἀκάθαρτα νοηθεῖεν ἂν, οὔτε Θεὸν εἰδότα τὸν φύσει καὶ ἀληθῶς, οὔτε μὴν τὴν διά γε τοῦ νόμου λαχόντα παιδαγωγίαν· ἐμάχοντο δὲ καὶ μάλα συχνῶς πρὸς τοὺς ἐξ αἵματος Ἰσραὴλ, ὥστε καὶ ἀμείνους ὁρᾶσθαι πλεισταχοῦ τῆς ἐνούσης δυνά- μεως αὐτοῖς, μονονουχὶ δὲ καὶ παρῄεσαν δι' αὐτῆς, ὡς ἐῤῥιμμένην ὑπὸ πόδας ἔχοντες αὐτήν. Ἀπὸ δὲ τῶν ἱστορικῶς συμβαινόντων ἔσθ' ὅτε, φέρε, δια- πλάττωμεν τὰ πνευματικά. Τὰ τῶν δαιμονίων στίφη, τοῦτ' ἔστιν οἱ κοσμοκράτορες τοῦ σκότους τούτου, καὶ σὺν αὐτοῖς ὁ βέβηλος Σατανᾶς, τὰς οὔπω γεγενη- μένας ὑπὸ Θεῷ ψυχὰς ὑπὸ πόδας ἔχουσι, καὶ οἷον διέρχονται δι' αὐτῶν, ἐγκόπτοντος οὐδενὸς, ἤγουν ἐπαμύνοντος· ἐπειδὰν δὲ Θεῷ προσῳκειωμέναι δόξαν καὶ ἰσχὺν ἔχωσιν αὐτὸν, τότε δὴ, τότε πεπαύσεται τὰ τῆς ἐκείνων πλεονεξίας. Γέγραπται γὰρ, ὅτι "6Παρεμ- βαλεῖ ἄγγελος Κυρίου κύκλῳ τῶν φοβουμένων αὐτὸν, καὶ ῥύσεται αὐτούς."6 Ἀπερίτμητοι οὖν καὶ ἀκά- θαρτοι νοηθεῖεν ἂν αἱ βδελυραὶ, καὶ βέβηλοι, καὶ ῥύπου παντὸς ἐμποιητικαὶ, καὶ πονηραὶ, καὶ ἀντικεί- μεναι δυνάμεις. 9Ἐκτίναξαι τὸν χοῦν, καὶ ἀνάστηθι, καὶ κάθ- ισον, Ἱερουσαλήμ. Ἔκδυσαι τὸν δεσμὸν τοῦ τραχήλου σου, ἡ αἰχμάλωτος θυγάτηρ Σιών.9 Καυχημάτων ἁγιοπρεπῶν ἀποφαίνει λοιπὸν ἐπι- στήμονα· καὶ τίνα τρόπον ἐνδύσεται τὴν ἰσχὺν τοῦ βραχίονος αὐτῆς, καὶ πρός γε τούτῳ τὴν δόξαν, διδά- σκει σαφῶς. Πρῶτον μὲν ἀποτινάξασθαι κελεύει τὸν χοῦν, ἀναστῆναί τε οὕτω, καθίσαι τε, καὶ ἐκδύσα- σθαι τὸν δεσμὸν τοῦ τραχήλου· καὶ χοῦν ἐν τούτοις, καθάπερ ἐγᾦμαι, νοεῖσθαι προσήκει τὸ γεῶδες φρόνημα, καὶ τῶν σαρκικῶν ἐπιθυμιῶν τὴν ἀκαθαρ- σίαν. Ὥσπερ γὰρ τοῖς χαμαὶ κειμένοις πᾶσά πως ἀνάγκη χοῦ καὶ κόνεως ἀναπίμπλασθαι, κατὰ τὸν ἴσον οἶμαι τουτονὶ τρόπον, καὶ τοῖς τὸν νοῦν ἔχουσι χαμαιῤῥιφῆ καὶ γεῶδες τὸ φρόνημα, οἱ τῆς 422 σαρκικῆς ἀκαθαρσίας ἐνιζάνουσι λογισμοί. Χρὴ τοιγαροῦν ἡμᾶς κεκλημένους εἰς οἰκειότητα τὴν πνευματικὴν, τὴν εἰς τὸν Κύριον ἡμῶν Ἰησοῦν τὸν Χριστὸν, καὶ αὐτὸν ἐνδύσασθαι μέλλοντας ὡς ἰσχὺν καὶ δόξαν, προαποτινάξασθαι τὸ χοϊκὸν καὶ γεῶδες φρόνημα, καὶ προκαθᾶραι τὸν νοῦν, κ
Book V part 1 rem mid§book5-part1-rem-mid
book5-part1-rem-midRem mid: historia and spiritual theoria held together.
Greek · §book5-part1-rem-mid
αθεν, ἵνα, ὡς ὁ Παῦλός φησι, διὰ τοῦ ἰδίου αἵματος ἁγιάσῃ τὸν λαόν· πέπονθε γὰρ, οὐχ ὑπέρ γε μᾶλλον ἑαυτοῦ, πολλοῦ γε καὶ δεῖ, ἀλλ' ὑπὲρ πάσης τῆς ὑπ' οὐρανόν. Καὶ μαρτυρήσει γράφων ὁ πάνσοφος Παῦλος περὶ τοῦ Θεοῦ καὶ Πατρὸς, ὅτι "6Τοῦ ἰδίου Υἱοῦ οὐκ ἐφεί- σατο, ἀλλ' ὑπὲρ ἡμῶν πάντων παρέδωκεν αὐτὸν, ἵνα καὶ σὺν αὐτῷ τὰ πάντα ἡμῖν χαρίσηται."6 Καὶ αὐτὸς δέ πού φησι διὰ τῆς τοῦ Ψάλλοντος λύρας πρὸς τὸν ἐν τοῖς οὐρανοῖς Πατέρα καὶ Θεόν· "6Θυσίαν καὶ προσφορὰν οὐκ ἠθέλησας, σῶμα δὲ κατηρτίσω μοι. Ὁλοκαυτώματα καὶ περὶ ἁμαρτίας οὐκ εὐδόκησας, τότε εἶπον· Ἰδοὺ ἥκω. Ἐν κεφαλίδι βιβλίου γέγρα-πται περὶ ἐμοῦ, τοῦ ποιῆσαι, ὁ Θεὸς, τὸ θέλημά σου ἠβουλήθην."6 Ἀνονήτου γὰρ οὔσης τοῖς ἐπὶ τῆς γῆς εἰς τὸ ἀφελεῖν ἁμαρτίας τῆς κατὰ νόμον λατρείας, ἐπείπερ ἦσαν ἀβούλητοι τῷ Θεῷ βουθυσίαι τε καὶ προβάτων σφαγαὶ, προσκεκόμικεν ἑαυτὸν εἰς ὀσμὴν εὐωδίας ὑπὲρ ἡμῶν ὁ ἀμνὸς ὁ ἀληθινὸς, ὁ αἴρων τὴν ἁμαρτίαν τοῦ κόσμου· εἶτα τὸν τῆς σαρκὸς ὑπομείνας 70.1176 θάνατον, ὅλην ἠλευθέρωσε τὴν ὑπ' οὐρανὸν, καὶ θανάτου, καὶ ἁμαρτίας. Εἶς γὰρ ὁ πάντων ἀνταξιώ- τερος πέπονθεν ὑπὲρ πάντων, ἵνα πάντων κρατῇ τε καὶ βασιλεύῃ. Καὶ πιστώσεται πάλιν ὁ Παῦλος γρά- φων· "6∆ιὰ τοῦτο Χριστὸς ἀπέθανε καὶ ἔζησεν, ἵνα καὶ νεκρῶν καὶ ζώντων κυριεύσῃ."6 Καὶ πάλιν· "6Εἶς ὑπὲρ πάντων ἀπέθανεν, ἵνα οἱ ζῶντες μηκέτι ἑαυ- τοῖς ζῶσιν, ἀλλὰ τῷ ὑπὲρ αὐτῶν ἀποθανόντι καὶ ἐγερθέντι."6 Ὀρθῶς οὖν ὁ προφήτης φησὶν, ὅτι "6Οὗτος ὁ ἐν πληγῇ ὢν ὁ εἰδὼς φέρειν μαλακίας, ὁ ἀπεστραμμένον ἔχων τὸ πρόσωπον, ὁ ἀτιμασθεὶς, καὶ μὴ λογισθεὶς, τὰς ἡμῶν ἁμαρτίας φέρει, καὶ περὶ ἡμῶν ὀδυνᾶται, καὶ ἡμεῖς ἐλογισάμεθα αὐτὸν εἶναι ἐν πόνῳ, καὶ ἐν πληγῇ, καὶ ἐν κακώσει."6 Ἄθρει δή μοι πάλιν, μεθ' ὅσης εὐτεχνίας ὁ προφητικὸς ἐν τούτοις πρόεισι λόγος. Ὑποπλάττεται γὰρ πρόσωπον τῶν μὴ εἰδότων τὸ Χριστοῦ μυστήριον, οἰηθέντων δὲ ὅτι γέγονεν ἐν τῷ παθεῖν, ὡς ἰδίων ἁμαρτημάτων ἀποστήσων. Ἐλογισάμεθα γὰρ αὐτὸν εἶναι ἐν πόνῳ, καὶ ἐν πληγῇ, καὶ ἐν κακώσει, φησὶ, τουτέστιν, ἐνομί- σαμεν θεήλατον ἐπ' αὐτῷ συμβῆναι τὸ πάθος, ὡς διά τινας ἁμαρτίας, ταύτης τε ἕνεκα τῆς ἁμαρτίας ἐν πόνῳ, καὶ ἐν πληγῇ, καὶ ἐν κακώσει γενέσθαι. Τὸ δὲ οὐχ οὕτως ἔχει ποθὲν, ἀλλ' ἐτραυματίσθη μᾶλλον διὰ τὰς ἁμαρτίας 433 ἡμῶν, καὶ μεμαλάκισται διὰ τὰς ἀνομίας ἡμῶν. Εἶτα καὶ ἑτέρους ἀποδίδωσι λόγους, δι' ὧν ἔστιν ἰδεῖν, ὅτι τῆς ἡμετέρας ἕνεκα σωτηρίας, καὶ ζωῆς, γέγονεν ἐν τῷ παθεῖν ὁ μὴ εἰδὼς ἁμαρ- τίαν. Πάλαι μὲν γὰρ διειστήκειμεν εἰς ἔχθραν τῷ Θεῷ, τοῖς ἱεροῖς αὐτοῦ μαχόμενοι νόμοις, καὶ τὸν τῆς εὐπειθείας οὐκ ἔχοντες ζυγὸν, καὶ τὸ δουλεύειν αὐτῷ παραιτούμενοι. Ἀλλ' ἦν ἀναγκαῖο
Book V part 1 rem close CLOSEOUT§book5-part1-rem-close
book5-part1-rem-closeRem CLOSEOUT: Book V part CLOSEOUT.
Greek · §book5-part1-rem-close
έχεσθε τοῦ καταρυθμίζοντος εἰς εὐσέβειαν διὰ θεσπισμάτων εὐαγγελικῶν. 9Οἱ παρακαλοῦντες ἐπὶ τὰ εἴδωλα ὑπὸ δένδρα δασέα, σφάζοντες τὰ τέκνα αὐτῶν ἐν ταῖς φά- ραγξιν ἀνὰ μέσον τῶν πετρῶν. Ἐκείνη σου ἡ μερὶς, οὗτός σου ὁ κλῆρος, κἀκείνοις ἐξέχεας σπονδὰς, κἀκείνοις ἀνήνεγκας θυσίας. Ἐπὶ τούτοις οὖν οὐκ ὀργισθήσομαι; Ἐπ' ὄρος ὑψη- λὸν καὶ μετέωρον, ἐκεῖ σου ἡ κοίτη, καὶ ἐκεῖ ἀνεβίβασας θυσίας, καὶ ὀπίσω τῶν σταθμῶν τῆς θύρας σου ἔθηκας μνημόσυνόν σου.9 Κυριοκτόνους αὐτοὺς ἀποφήνας, δείκνυσιν ὅτι τὸ μισόθεον αὐτοῖς ἀῤῥώστημα, καὶ τὸ πρόχειρον εἰς μιαιφονίαν, οὐ νέον ἦν ἐν αὐτοῖς, ἀλλὰ γὰρ ἐκ πολ- λοῦ καὶ ἄνωθεν ἐνυπάρχον αὐτοῖς. Ὑμεῖς γάρ ἐστε οἱ κατὰ τοὺς ἄνωθεν, φησὶ, καιροὺς παρακαλοῦντες ἐπὶ τὰ εἴδωλα ὑπὸ δένδρα δασέα. Καίτοι γὰρ βρα- βεύοντος αὐτοῖς τοῦ διὰ Μωσέως νόμου τὰ χρήσιμα, διαῤῥήδην τε λέγοντος, "6Κύριον τὸν Θεόν σου προσ- κυνήσεις, καὶ αὐτῷ μόνῳ λατρεύσεις,"6 φρενοβλα- βείας εἰς τοῦτο κατώλισθον, μᾶλλον δὲ δυσσεβείας ἀσχέτου καὶ τῆς πέρα μέτρου παντὸς, ὥστε καὶ εἰδώλων γενέσθαι δημιουργοὺς, καὶ ἱερουργεῖν αὐτοῖς, καὶ παρακαλεῖν, ἤτοι διδάσκειν ἑτέρους ὑπὸ δένδρα δασέα προσκυνεῖν, καὶ τιμαῖς ταῖς θεοπρεπέσιν αὐτὰ στεφανοῦν. Τοῦτο καθίστησιν ἐναργὲς ὁ τῶν ὅλων Θεὸς διὰ φωνῆς Ἱερεμίου λέγων· "6Εἶδες ἃ ἐποίησέ μοι ἡ κατοικία τοῦ Ἰσραήλ· ἐπορεύθησαν ἐπὶ πᾶν ὄρος ὑψηλὸν, καὶ ὑποκάτω παντὸς ξύλου ἀλσώδους, καὶ ἐπόρνευσαν ἐκεῖ."6 Καταλαμβάνοντες γὰρ τὰς τῶν ὀρῶν κορυφὰς καὶ τὰ τῶν ἀλσέων εὐανθέστερα, βωμοὺς καὶ τεμένη κατεσκεύαζον, θυσίας τε καὶ σπονδὰς προσεκόμιζον αὐτόθι τοῖς ἀκαθάρτοις δαί- μοσιν· εἰσὶ δὲ καὶ οἱ τῶν ἰδίων ἀφειδήσαντες τέ- κνων. Ἔσφαξε γοῦν Ἰεχονίας τὸν ἴδιον υἱὸν τοῖς οὐκ οὖσι 444 θεοῖς. Τοῦτο καὶ αὐτὸς ἔφη που Θεὸς δι' ἑνὸς τῶν ἁγίων προφητῶν, τὴν ὠμότητα καταδεικνὺς τῶν τὰ τοιάδε δρᾷν εἰωθότων· "6Θύσατε ἀνθρώπους· μόσχοι γὰρ ἐκλελοίπασιν."6 Ὑμεῖς τοίνυν ἐστὲ, φησὶν, οἱ παρακαλοῦντες ἐπὶ τὰ εἴδωλα, ὑπὸ δένδρα δασέα σφάζοντες τὰ τέκνα αὐτῶν ἐν ταῖς φάραγξιν ἀνα- μέσον τῶν πετρῶν. Τί οὖν ἐπὶ τούτοις; Ἐκείνη σου μερὶς, οὗτός σου ὁ κλῆρος. Προσκεκύνηκας μὲν γὰρ, φησὶ, τοῖς ματαίοις· ἕξεις δὲ μερίδα τοιαύτην, καὶ κλῆρος ἔσται σοι μάταιος. Ἤγουν ἐκεῖνό που τάχα βούλεται δηλοῦν· Ἐσφάξατε τὰ τέκνα αὐτῶν ἐν ταῖς φάραγξι, φησίν. Οὐκοῦν ἐκείνη σου μερὶς, οὗτός σου ὁ κλῆρος, τουτέστι, τοῖς ἴσοις ἐνσχεθήσῃ κακοῖς, καὶ γενήσεταί σοι μερὶς καὶ κλῆρος ἡ σφαγή. ∆ιὰ ποίαν αἰτίαν; Πρῶτον μὲν ὅτι γέγονας παιδοκτόνος, εἶτα 70.1261 ὅτι δαίμοσιν ἀκαθάρτοις καὶ ἀψύχοις εἰδώλοις ἐξ- έχεας σπονδὰς, κἀκείνοις ἀνήνεγκας θυσίας. Ἆρ' οὖν ἐπὶ τούτοις οὐκ ὀργισθ
Isaiah commentary Book V part 2 opening§book5-part2-open
book5-part2-openBook V part 2.
Book V Isaian consolation and awakening oracles toward Christ.
Greek · §book5-part2-open
ΤΟΜΟΣ ∆ʹ.}1 9Τότε ῥαγήσεται πρώϊμον τὸ φῶς σου, καὶ τὰ ἰάματά σου ταχὺ ἀνατελεῖ, καὶ προπορεύσεται ἔμπροσθέν σου ἡ δικαιοσύνη σου, καὶ ἡ δόξα τοῦ Θεοῦ περιστελεῖ σε. Τότε βοήσεις, καὶ ὁ Θεὸς εἰσακούσεταί σου. Ἔτι λαλοῦντός σου ἐρεῖ· Ἰδοὺ πάρειμι.9 Εἰ καθαρῶς, φησὶ, νηστεύσειας, καὶ διεσμηγμένας τὰς χεῖρας ἀποδείξειας τῷ Θεῷ, καὶ ῥύπου παντὸς ἀπηλλαγμένον τὸν νοῦν, ἤγουν ὅταν ἀποσμήχῃ τοῦ καταπαίειν πυγμαῖς ταπεινὸν, καὶ ὑπονύσσειν μὲν τοὺς ὑποχειρίους εἰς κρίσιν καὶ μάχας, ἕπεσθαι δὲ τοῖς αὐτοῦ [γρ. σοῦ] θελήμασι καὶ φιληδονίαις, ὅταν διαθρύψῃς πεινῶντι τὸν ἄρτον, γυμνὸν ἀμφιέσῃς, πτωχοὺς ἀστέγους εἰσαγάγῃς εἰς τὸν οἶκόν σου· τότε ῥαγήσεται πρώϊμον τὸ φῶς σου. Ἔμφασιν ἔχει πλεί- στην ὅσην ὁ λόγος. Οὐ γὰρ ἁπλῶς ἔφη, ∆οθήσεταί σοι παρὰ Θεοῦ τὸ φῶς, ῥαγήσεται δὲ μᾶλλον, οἷον ἀστρα- πῆς τινος δίκην, σὺν ὁρμῇ καὶ δρόμῳ καθιέμενον παρὰ Θεοῦ, δι' οὗ διαδείκνυται σαφῶς τοῦ χορηγοῦν- τος ἡ προθυμία. Πρώϊμον δὲ λέγων, ὅτι καὶ πρὸ καιροῦ καταφοιτήσει, διδάσκει. Οἶδε μὲν γὰρ, οἶδεν ὁ τῶν καθ' ἡμᾶς ταμίας Θεὸς, ὁ πνευματικῶν χαρισμά- των δοτὴρ, ταῖς ἐφ' ἑκάστῳ φιλοτιμίαις τὸν καιρὸν ἐοικότα. Ἀλλ' εἴ τις γένοιτο καλός τε καὶ ἀγαθὸς, καὶ προσέτι φιλοικτίρμων καὶ εὐήνιος, τούτῳ καὶ πρώϊμα τὰ παρ' αὐτοῦ δοθήσεται γέρα, ὥστε καὶ ἀσταχύων δίκην ἀνατέλλειν ἐν αὐτῷ· καὶ τὰ ἰάματα αὐτοῦ, τουτέστιν, ἁπάσης ἀῤῥωστίας ἀποβολὴν, 455 καὶ τῶν 70.1289 ἀμεινόνων ἀντεισδρομήν. Ψυχικῶν γὰρ ἀῤῥωστημά- των ὅταν ἀπαλλάττηταί τις, καρποφορήσει πάντως τὴν εἰς ἅπαν ὁτιοῦν τῶν ἀγαθῶν ἔφεσίν τε καὶ προ- θυμίαν. Φωτὸς οὖν ἐν ἡμῖν διαυγάσαντος τοῦ θείου τε καὶ νοητοῦ, συνανατέλλει πάντη τε καὶ πάντως καὶ τὰ ἰάματα, Θεοῦ μοτοῦντός τε ἡμᾶς καὶ ἀπονευροῦν- τος τὰ πάθη, καὶ ἀντεισκρίνοντος ἐν ἡμῖν τὸ θέλειν ἀγαθουργεῖν, καὶ διαπρέπειν ἐν δικαιοσύνῃ. Ταύτῃτοί φησιν, ὅτι "6Προπορεύσεται ἔμπροσθέν σου ἡ δικαιο- σύνη σου."6 Προπορεύσεται δὲ προεξευμαρίζουσα δηλονότι τὴν εἰς εὐσέβειαν ὁδὸν, καὶ τὸ τραχὺ μεθ- ιστῶσα πρὸς τὸ λεῖόν τε καὶ βάσιμον, καὶ τὸ ἄναντες καταφέρουσα, καὶ τὸν ἐφ' ἅπασι τοῖς ἀρίστοις οἱονεὶ κατευθύνουσα δρόμον. Προσεπάγει δέ τι καὶ ἕτερον. "6Ἡ γὰρ δόξα τοῦ Θεοῦ, φησὶ, περιστελεῖ σε,"6 τουτ- έστι, κυκλώσει σε, καὶ ἀπόβλεπτόν σε καταστήσει, καὶ κοινὸν ὠφέλημα πολλοῖς. Ἡ γὰρ τῶν ἁγίων φαιδρό
Book V part 2 rem early§book5-part2-rem-early
book5-part2-rem-earlyRem early: Book V Isaian consolation and awakening oracles toward Christ.
Greek · §book5-part2-rem-early
της ὀνίνησι μὲν οὐ μετρίως τοὺς ἐνορῶντας αὐτοῖς. Καὶ γοῦν ἔφη Χριστὸς τοῖς ἁγίοις ἀποστόλοις· "6Λαμψάτω τὸ φῶς ὑμῶν ἔμπροσθεν τῶν ἀνθρώπων, ὅπως ἴδωσι τὰ καλὰ ἔργα ὑμῶν, καὶ δοξάσωσι τὸν Πατέρα ὑμῶν τὸν ἐν τοῖς οὐρανοῖς."6 Οὐκοῦν ἐσόμεθα λαμπροὶ πε- ριφοιτώσης ἡμᾶς καὶ οἷον ἀμφιεννύσης τῆς παρὰ Θεοῦ δόξης, οἷς ἂν χαρίσαιτο τοῖς [ἴσ. τῆς] δικαιοσύνης ἐπιμεληταῖς· τούτων δὴ οὖν ὑπαρξάντων σοι, φησὶ, βοήσῃ τότε, καὶ ὁ Θεὸς εἰσακούσεταί σου, ἔτι λαλοῦν- τός σου ἐρεῖ· Ἰδοὺ πάρειμι· "6Εὐχαῖς γὰρ δικαίων ἐπ- ακούει,"6 κατὰ τὸ γεγραμμένον. Καὶ καθά φησιν ὁ Μελῳδὸς, "6Ὀφθαλμοὶ Κυρίου ἐπὶ δικαίους, καὶ ὦτα αὐτοῦ εἰς δέησιν αὐτῶν."6 Κατανεύσει μὲν γὰρ τοῖς αἰτοῦσιν ὡς ἀγαθὸς, ἀλλ' οὐχ ἅπασι παραχρῆμα. Τοῖς γε μὴν διαπρέψασιν ἐν δικαιοσύνῃ, μελλησμοῦ δίχα παντὸς ὀρέγει τὰ αἰτήματα, καὶ ἑτοιμοτάτην αὐτοῖς ὑπέχει τὴν ἀκοὴν, ὥστε καὶ ἐφ' ἑκάστῳ τῶν αἰτημάτων χαίροντας λέγειν· "6Ἤκουσεν ἐκ ναοῦ ἁγίου αὐτοῦ φωνῆς μου, καὶ ἡ κραυγή μου ἐνώπιον αὐτοῦ εἰσελεύσεται εἰς τὰ ὦτα αὐτοῦ."6 Οὐκοῦν τὸ ἀνυπέρθετον τῆς φιλοτιμίας, καὶ τὸ λίαν ἕτοιμον τοῦ διδόντος Θεοῦ παρίστησιν ἐναργῶς τὸ, Ἰδοὺ πάρειμι, βοᾷν, ἔτι λαλοῦντος δικαίου, ἀνατείνοντός τε τὰς λιτάς. 9Ἐὰν ἀφέλῃς ἀπὸ σοῦ σύνδεσμον, καὶ χειροτο- νίαν, καὶ ῥῆμα γογγυσμοῦ, καὶ δῷς πεινῶντι τὸν ἄρτον σου, καὶ ψυχὴν τεταπεινωμένην ἐμ- πλήσῃς, τότε ἀνατελεῖ ἐν τῷ σκότει τὸ φῶς σου, καὶ τὸ σκότος σου ἐν μεσημβρίᾳ, καὶ ἔσται ὁ Θεός σου μετὰ σοῦ διαπαντός.9 Τὰ τῶν μαθημάτων ἐξαίρετα κἂν πολλάκις λέγηταί τισιν, ἀλλ' οὖν ἔχει τὸ ὀνησιφόρον. Γράφει γοῦν ὁ πάνσοφος Παῦλος τοῖς δι' αὐτοῦ πιστεύσασι· "6Τὰ αὐτὰ λέγειν ὑμῖν, ἐμοὶ μὲν οὐκ ὀκνηρὸν, ὑμῖν δὲ ἀσφαλές."6 Οὐκοῦν πολυτρόπως διὰ τῶν αὐτῶν ἡμῖν ἔρχεται λέ- γων καὶ τὰς τῆς εὐδοκιμήσεως ὁδοὺς ἐναργεῖς καθ- ιστὰς, καὶ τῶν δοθησομένων τοῖς ἁγίοις γερῶν τὴν φαιδρότητα διηγούμενος, ἵνα καὶ ἔτι μειζόνως προ- θυμοτέρους ἐργάσηται πρὸς τὸ ἑλέσθαι δρᾷν τὰ δι' ὧν ἂν γένοιντο σεπτοὶ, καὶ τὴν ἄνωθεν καὶ παρ' αὐτοῦ 70.1292 φιλοτιμίαν εὑρήσουσιν. Οὐκοῦν, "6Ἐὰν ἀφέλης, φη- σὶν, ἀπὸ σοῦ σύνδεσμον, καὶ χειροτονίαν."6 Καὶ σύνδεσμον μὲν, ὥς γε οἶμαι, φησὶ τὴν τῶν ἐθνῶν μοχθηρίαν, σκαιότητά τε καὶ τὸ φιλόνεικον, καὶ τὸ οἷον συνδέσμους πραγμάτων ἐργάζεσθαι κατά τινων, καὶ σκολιῶν εὑρεμάτων ποιεῖσθαι ζητήσεις, ὡς κατα- δεσμεῖν ἔσθ' ὅτε τινὰς, καὶ ἀφύκτοις περιστάσεων ἐνιέναι βρόχοις. ∆εῖ γὰρ ἁπλοῦν, καὶ εὐπρόσιτον εἶναι τὸν ἄνθρωπον, εἴπερ ἔχοι σκοπὸν ἐφορᾶσθαι παρὰ Θεοῦ, καὶ τῶν παρ' αὐτοῦ γλίχεσθαι χαρισμάτων. Χειροτονίαν δὲ τάχα πού φησι τὴν δωροδοκίαν, καὶ τὸ λημμάτων αἰσχρῶν ἐφίεσθαι, φαμὲν γὰρ ἔσθ' ὅτε
Book V part 2 rem mid§book5-part2-rem-mid
book5-part2-rem-midRem mid: historia and spiritual theoria held together.
Greek · §book5-part2-rem-mid
hj, kainou\j de\ ou)- ranou\ j, kaiì kainh\n gh=n, kaiì ta\ e)pagge/lmata au) tou= prosdokw½men, kata\ to\ gegramme/non. ãEfh de/ ti toiou=- ton kaiì au)to\j o( Swth\r, oÀti "6 ¹En taiÍj h(me/raij e)kei¿- n aij o( hÀlioj skotisqh/setai, kaiì h( selh/nh ou) dw¯sei to\ fe/ggoj au)th=j."6 ¹Arke/sei ga\r toiÍj a(gi¿oij ei¹j fw- tismo\n au)th\ tou= Swth=roj h( do/ca. ¹A ll' iàna dokv= pwj eÀpesqai tv= tw½n a)no/pin e)nnoi¿# ta\ prokei¿mena, th\n e( rmhnei¿an e)paine/santej tauthniì, kaiì eÀtero/n ti dhlou=sqai¿ famen dia\ t w½n prokeime/nwn sti¿xwn. Fw½j me\n ga\r to\ h(liako\n, kaiì prose/ti to\ sel hniaiÍon, xreiw½de/j te kaiì a)nagkaiÍo/n e)sti toiÍj tou= sw¯matoj o)fqalmoiÍ j. ¹All' e)n nuktiì me\n to\ h(liako\n suste/lle- tai fw½j, e)n h(me/r# de\ to\ se lh/nhj. Paralla\c ga\r a)llh/loij paraxwrou=si to\ fai¿nein. To\ de/ ge qeiÍ on kaiì nohto\n, oÁ taiÍj tw½n pisteusa/ntwn kardi¿aij e)ni¿hsi, fhsiìn, o( tw½ n oÀlwn Swth\r dia\ tou= a(gi¿ou Pneu/matoj, 70.1348 kaiì dia\ tw½n euÅ ei¹d o/twn mustagwgeiÍn, aÃsbeston eÃstai, kaiì a)kata/lhkton, kaiì a)eifane\j, wÐste mh/te h(li¿ou mh/te selh/nhj e)n xrei¿# kaqesthke/nai to\n e(ka/stou n ou=n pro\j fwtismo\n, hÄ a)na/bleyin: ou) ga\r ai¹sqht%½ fwtiì katala/mpetai nou=j, a)rkeiÍtai de\ ma=llon tv= dia\ tou= a(gi¿ou Pneu/matoj fwtagwgi¿#, k aiì faidro/thti pro\j to\ du/nasqai kaqor#=n th\n do/can Xristou=, kaiì oÀso n aÄn eÃxoi pro\j to\n teko/nta au)to\n th\n e)mfe/reian, ou)s iwdw½j de\ dhlono/t i, naiì mh\n kaiì th=j a)ri¿sthj zwh=j a)planw½j ei¹de/nai th\n o(do/n. Ge/gone toi ¿nun fw½j ai¹w¯- nion h(miÍn o( Swth\r, kaiì tou=to h(miÍn e)narge\j kaq- i¿sthsi, l e/gwn: "6 ¹Egw¯ ei¹mi to\ fw½j tou= ko/smou,"6 kaiì pa/lin: "6 àOtan wÕ e)n t%½ ko/ sm%, fw½j ei¹mi tou= ko/smou."6 "6 ¸O a)kolouqw½n e)moiì, ou) mh\ peripath/s v e)n tv= sko- ti¿#, a)ll' eÀcei to\ fw½j th=j zwh=j."6 9Kaiì a)naplhrwqh/son tai ai¸ h(me/rai tou= pe/nqouj sou, kaiì o( lao/j sou pa=j di¿ kaioj, kaiì di' a i¹w½noj klhronomh/sousi th\n gh=n, fula/sswn to\ fu/teuma eÃrga xeirw½n a u)tou= ei¹j do/can. ¸O o)ligosto\j eÃstai ei¹j xilia/daj, kaiì o( e)la/xistoj ei¹j eÃqnoj me/ga. ¹EgwÜ Ku/rioj kata\ kairou\j suna/cw au)tou/j.9 Oi¸ to\n th= 481 j suntelei¿aj kairo\n katadhlou=sqai le/- gontej dia\ tou= mhke/ti to\ h(li ako\n, hÃtoi to\ selhnaiÍon e)nergh=sai fw½j, sustalh=nai de\ ma=llon, iàn' o( Ku/rioj h(mw½n fw½j ai¹w¯nion ge/nhtai, fasiìn oÀti toiÍj penqou=si nu=n, ouÁj d h\ kaiì paraklhqh/sesqai¿ fhsin o( Swth\r, te/loj eÃstai tou= penqeiÍn kat
Book V part 2 rem close CLOSEOUT§book5-part2-rem-close
book5-part2-rem-closeRem CLOSEOUT: Book V sealed. ISAIAH COMMENTARY SERIES CLOSEOUT (Books I–V).
Greek · §book5-part2-rem-close
½ galhno/thtoj poieiÍtai th\n eÃndeicin, diasw¯zwn a)dokh/- twj tou\j e)c a(pa/shj e)lpi¿doj w© lisqhko/taj, kaiì xeiÍra ne/mwn swth/rion toiÍj xamai¿ pou, kaiì w¨j e)n gv= kei- me/noij. Toiou=to/n ti¿ fasin oi¸ th\n prokeime/nhn lith\n a)nafe/rontej. ¹Apo\ ga\r th=j tou= ko/smou katabolh=j ouÃte h)kou/samen, ouÃte mh\n teqea/ meqa toiou=to/n tina Qeo\n, plh\n aÃra sou= te kaiì mo/nou: toiÍj ga\r u(po- m e/nousi¿ se, toute/sti, toiÍj ei¹j se\ pepoihme/noij th\n e)lpi¿da, e)pidayileu/ ei to\n eÃleon: eÀyetai ga\r pa/ntwj toiÍj th=j dikaiosu/nhj e)rga/taij, ka)ke i¿noij au)to\n a(r- mo/sei labeiÍn, oiàper aÄn eiåen e)n mnh/mv tw½n sw½n o(dw½n, t oute/sti, tw½n sw½n qelhma/twn a)potelestai¿: o(dou\j ga\r Kuri¿ou fame\n eiå nai ta\j e)ntola\j au)tou=. Kaiì gou=n 70.1400 o( qespe/sioj ya/llei Dabiìd, pote\ me\n, oÀti "6 ¹En tv= o(d%½ sou zh/somai,"6 pote\ de\ pa/lin: "6 ¸Odo\n e)nto lw½n sou eÃdramon, oÀtan e)pla/tunaj th\n kardi¿an mou." 6 {1TOMOS ²§.}1 9 ¹Idou\ su\ w©rgi¿sqhj, kaiì h(meiÍj h(ma/rtomen. Dia\ tou=to e)planh/qh men, kaiì e)genh/qhmen w¨j a)ka/qar- toi pa/ntej h(meiÍj, kaiì w¨j r(a/koj a)pok aqhme/nhj pa=sa h( dikaiosu/nh h(mw½n: kaiì e)cer)r(u/hmen w¨j fu/lla dia\ t a\j a)nomi¿aj h(mw½n: ouÀtwj aÃnemoj oiãsei h(ma=j w¨j xou=n, kaiì ou)k eÃstin o( e)pikalou/- menoj to\ oÃnoma/ sou, kaiì o( mnhsqeiìj a)ntilabe/sqai sou, oÀti a)pe/streyaj to\ pro/swpo/n sou a)f' h(mw½n, kaiì pare/dwkaj h(ma=j dia\ ta\ j a(marti¿aj h(mw½n.9 ãEdoce tisiì tw½n e)chghtw½n, kaq' e(te/ran eÃnnoian toiÍj prokeime/no ij prosbaleiÍn. ¹Anastre/fousi ga\r tw½n le/cewn th\n a)po/dosin, hÃtoi tw½n e)nnoiw½n th\n du/namin, iàna toiou=ton vÅ to\ lego/menon: "6 ¹Idou\ h(meiÍj h(ma/ rtomen, w©rgi¿sqhj de\ su/."6 Ou) ga/r toi, fasiì, par- ai¿tioj au)toiÍj tou= pl hmmeleiÍn h( qei¿a ge/gonen o)rgh/. ¹Epeidh\ de\ au)toiì pepar%nh/kasin, w©rgi¿ sqh Qeo\j, dedi¿asi ga\r kata\ to\ ei¹ko\j mh\ aÃra pwj a(marti¿aj pro/cenoj o( qeiÍoj noeiÍtai qumo/j. Oiåmai de\ deiÍn e)keiÍno ei¹peiÍn, ou) ga/r toi kata/r)r( hsin eÃxei th=j qei¿aj o)rgh=j, to\ tou\j u(p' au)tv= gegono/taj a)nika/nwj eÃxei n pro/j ge to\ du/nasqai diafugeiÍn th=j a(marti¿aj th\n eÃfodon. àEwj me\n ga\r e)f' h(miÍn o( sw¯zwn eu)frai¿netai, kateumege- qou=men th=j a(marti¿aj, k aiì tw½n e)k faulo/thtoj r(u/pwn a)pofoitw½ntej eu)sqenw½j toiÍj ei¹j eu)andri¿ an pneuma- tikh\n au)xh/masi stefanou/meqa. Katapikrai¿nontej de\ th=j i¹sxu/oj to\n xorhgo\n, kaiì th=j eu)andri¿aj to\n pru/tanin, pi¿ptomen ei¹j to\ aÃnalki, kaiì a)dran
Isaiah commentary Book I Logos 1 (Isa 1 vision) opening§logos1-open
logos1-openBook I Logos 1 (Isa 1 vision).
Vision of Isaiah against Judah; historical and Christological reading.
Greek · §logos1-open
ΛΟΓΟΣ Αʹ.}1 9Ὅρασις ἣν εἶδεν Ἡσαΐας υἱὸς Ἀμὼς, ἣν εἶδεκατὰ τῆς Ἰουδαίας, καὶ κατὰ Ἱερουσαλὴμ ἐν βασιλείᾳ Ὀζίου, καὶ Ἰωάθαμ, καὶ Ἄχαζ, καὶἘζεκίου οἳ ἐβασίλευσαν τῆς Ἰουδαίας.9 Οὐκ ἂν οἶμαι διαψεύσαιτό τις ἐκεῖνο εἰπὼν περὶ τῶν ἁγίων προφητῶν, ὡς οὐ μόνην ἐδέχοντο τῶν ἐσομένων τὴν γνῶσιν, καταλαμπρύνοντος τὸ χρῆμα αὐτοῖς τοῦ ἁγίου Πνεύματος, καὶ ἐνηχοῦντος εἰς νοῦν, ἀλλὰ γὰρ καὶ αὐτῶν ἔσθ' ὅτε τῶν πραγμάτων εἰπὼν ὅτι ἐγίνοντο θεωροί. Ἔοικε τοίνυν ὁ μακάριος προφή- της Ἡσαΐας τοῖς τῆς διανοίας ὄμμασι τὰ κατὰ και- ροὺς ἐσόμενα κατὰ τῆς Ἰουδαίας τεθεᾶσθαι πάθη, τοῦτο μὲν τὰς τῶν πολεμίων φάλαγγας καταδῃούσας τὴν γῆν, τοῦτο δὲ τὰς πόλεις ἠρημωμένας, καὶ οἴ- κους ἐμπιπραμένους, καὶ ὅσα τοῖς τοῦ πολέμου νόμοις πράττεται παρ' ἐχθρῶν ταύτῃ τοι προγέγραπται τῆς προφητείας· "6Ὅρασις ἣν εἶδεν Ἡσαΐας υἱὸς Ἀμὼς,κατὰ τῆς Ἰουδαίας καὶ κατὰ Ἱερουσαλήμ."6 Ἐπισημαίνεται δὲ χρησίμως τοὺς τῶν βασιλέων καιροὺς, ἵνα φαίνηται Θεὸς προσφόρως τοῖς ἑκάστου τρόποις τὰ ἐν τῷ προφήτῃ λαλῶν. 9Ἄκουε, οὐρανὲ, καὶ ἐνωτίζου, γῆ, ὅτι Κύριος ἐλάλησεν, Υἱοὺς ἐγέννησα καὶ ὕψωσα, αὐτοὶ δέ με ἠθέτησαν. Ἔγνω βοῦς τὸν κτησάμενον, καὶ ὄνος τὴν φάτνην τοῦ κυρίου αὐτοῦ· Ἰσραὴλ δέ με οὐκ ἔγνω, καὶ ὁ λαός με οὐ συνῆκεν.9 Τί τὸ χρῆμα, τίς ὁ λόγος, καὶ τί ἂν βούλοιτο δη- λοῦν περιαθρεῖν ἀναγκαῖον. ∆ιαμαρτύρεται γὰρ ὥσ- περ οὐρανόν τε καὶ γῆν ὁ μακάριος προφήτης, καὶ τοῦτο πράττων οὐκ ἀθεεὶ, πλὴν, οὐκ ἰδίους, Θεοῦ δὲ μᾶλλον εἶναι τοὺς λόγους φησίν. Ὅτι πάντη τε καὶ πάντως πρὸς πέρας ἐκβήσονται διὰ τούτου σημαί- νων, καὶ τοῖς τοῦ παθεῖν δείμασι καταπτοῶν τοὺς ἀκροωμένους. Ἀμήχανον γὰρ ψευδοεπῆσαι Θεόν· ὁμοῦ δὲ κἀκεῖνο, καθάπερ ἐγᾦμαι, κατασκευάζων. Ἐπειδὴ γὰρ ἔμελλεν τὰς κατὰ τῆς Ἰουδαίας καὶ 70.16 Ἱερουσαλὴμ προαγορεύσεις ποιεῖσθαι, καὶ τὰ λόγου παντὸς ἐπέκεινα προκαταμηνύσειν πάθη, καὶ 2 τὰς ἀνηκέστους συμφορὰς, οὐκ ἠγνόησεν ὅτι πάντη τε καὶ πάντως ἀκονηθήσονται πρὸς ὀργὰς οἱ πρὸς οὓς ὁ λόγος. Κύριον τοίνυν τὰ τοιάδε πρὸς αὐτοὺς λαλῆσαί φησιν, τὸν τῶν ἀνοσίων θυμὸν εὐτεχνέστατα δι- ωθούμενος, καὶ οἷον ἐκδυσωπῶν τὰς ἀδίκους ὀργάς. Εἰ γὰρ παρελήφθη μεσίτης καὶ διάκονος, καὶ τοὺς ἄνωθεν καὶ παρὰ Θεοῦ διαπορθμεύοι λόγους, πῶς ἂν ἐπ' αὐτῷ δικαίως ὀργίζοιτό τις; μᾶλλον δὲ, πῶς οὐχὶ κατὰ Θεοῦ τοῦ λελαληκότος τὰ ἐξ ὀργῆ
Book I Logos 1 (Isa 1 vision) rem early§logos1-rem-early
logos1-rem-earlyRem early: Vision of Isaiah against Judah; historical and Christological reading.
Greek · §logos1-rem-early
ς γένοιτ' ἂν δυσσεβῆ τολμήματα. ∆ιαμαρτύρεται τοίνυν σφό- δρα εἰκότως οὐρανόν τε καὶ γῆν; Ἐπειδὴ γὰρ ἔμελλε τὰς κατὰ τοῦ Ἰσραὴλ ποιεῖσθαι μομφὰς, καὶ ἀγγέ- λους εἰδέναι βούλεται τοὺς κατ' οὐρανὸν, καὶ αὐτὴν δὲ τὴν σύμπασαν γῆν, τῆς ἐκείνου δυσσεβείας τοὺς τρόπους, ἵνα μή τις οἴηται κεκινῆσθαι μάτην ἢ καὶ προαλῶσι ἐπὶ μικροῖς τε καὶ εὐτελεστάτοις πταίσμα- σιν, ἀπόβλητον ποιεῖσθαι τὸν ἠγαπημένον, καὶ εἰς κλῆρον αὐτῷ τεθέντα λαὸν, καὶ τὸ πάλαι διὰ πολλῆς ἄγαν ἰσχύος, τῆς τῶν Αἰγυπτίων πλεονεξίας ἐξῃρη- μένον. Ἠλέησε μὲν γὰρ ὡς ἀδικούμενον παρά τε τὸ εἰκὸς, καὶ τὴν τοῖς πατράσι πρέπουσάν τε καὶ ἐνοῦ- σαν εὐγένειαν, ἀβουλήτῳ θητείᾳ κατηχθισμένους. Ἐπειδὴ δὲ ἀντέπραττον οἱ πλεονεκτήσαντες, ἐκολά- ζοντο πικρῶς, πάντα τρόπον αὐτοῖς αἰκίας ἐπιῤῥι- πτοῦντος Θεοῦ. Ὥσπερ τοίνυν ἐπισημοτάτη γέγονεν ἡ πρόσληψις τοῖς ἐξ Ἰσραὴλ, οὕτω βούλεται καὶ τὸν τῆς ἀποβολῆς μὴ ἀγνοεῖσθαι τρόπον. Εἰ δὲ δὴ βού- λοιντό τινες καὶ αὐτὰ καλεῖσθαι τὰ στοιχεῖα διὰ τῆς τοῦ προφήτου φωνῆς, οὐκ ἂν ἁμάρτοι τοῦ πρέποντος λόγου τῶν ἐννοιῶν ἡ δύναμις, ἐκεῖνο διεσκεμμένοις. Ἐλυτροῦτο μὲν γὰρ, ὡς ἔφην, τῆς Αἰγυπτίων ἀνο- σιότητος διὰ Μωσέως ὁ Ἰσραήλ. Ἐπειδὴ δὲ τοῖς τοῦ Θεοῦ νεύμασιν ἀνοσίως ἀντανιστάμενος ἔφασκεν ὁ Φαραὼ, Οὐκ οἶδα τὸν Κύριον, καὶ τὸν Ἰσραὴλ οὐκ ἀποστελῶ, συνωπλίζετο τῷ ἰδίῳ δεσπότῃ κατὰ τῶν ἀπεχθούντων ἡ κτίσις. Ἄνωθεν μὲν γὰρ καὶ ἐξ οὐ- ρανοῦ πλεῖστά τε ὅσα καὶ περιφανῆ γεγόνασι σημεῖα, πλεῖστα δὲ ὁμοίως καὶ οὐκ ἀθαύμαστα ἐν αὐτῇ τῇ γῇ. Ὁ μὲν γὰρ οὐρανὸς καθίει τὴν χάλαζαν, ἡ δὲ γῆ βατράχους ἐξέῤῥιψε, καθὰ γέγραπται· καὶ τὸ μὲν ὕδωρ εἰς αἷμα μετεσκευάζετο, αἰθάλης δὲ καμιναίας κατασκιδναμένης, καὶ τὸν ἀέρα θολούσης, ἕλκη καὶ φλυκτίδες ἀναζέουσαι τοῖς ἐν πάντων συνέβαινε σώ- μασιν. Ὡς οὖν καὶ αὐτῶν τῶν στοιχείων μονονουχὶ μάτην ἐπὶ τοῖς λελυτρωμένοις πεπονηκότων, "6Ἄκουε, οὐρανὲ, φησὶν, καὶ ἐνωτίζου, γῆ, ὅτι Κύριος ἐλάλη- σεν."6 Προσβαλοῦμεν δὲ καὶ ἑτέρως ταῖς τῶν προ- κειμένων ἐννοίαις. Ἀτιμήσαντες μὲν γὰρ τὴν διὰ νόμου παίδευσιν οἱ ἐξ Ἰσραὴλ, καὶ τῶν σωτηρίων μαθημάτων ὀλιγωρήσαντες τὸν ἕνα τε καὶ φύσει καταλελοιπότες Θεὸν τοῖς ἀκαθάρτοις δαίμοσιν τὰς θεραπείας προσῆγον ἐν ὄρεσι καὶ βουνοῖς, καὶ ἐν ταῖς εὐδενδροτάταις φάραγξιν τεθυμιάκασί τε καὶ προσ- κεκυνήκασι τοῖς ἔργοις τῶν ἰδίων χειρῶν. Καὶ ἠγα- νάκτει μὲν ἐπὶ τούτοις, καὶ μάλα εἰκότως, ὁ τῶν ὅλων Θεὸς, ἔφη δὲ πρὸς ἕνα τῶν ἁγίων προφητῶν· 70.17 "6Ἀνάστηθι καὶ κρίθητι πρὸς τὰ ὄρη, καὶ ἀκουσάτω- σαν οἱ βουνοὶ τὴν φωνήν σου. Ἀκούσατε, βουνοὶ, τὴν κρίσιν τοῦ Κυρίου, καὶ αἱ φάραγγες, θεμέλια τῆς γῆς, ὅτι κρίσις τῷ Κυρίῳ πρὸς τὸν λ
Book I Logos 1 (Isa 1 vision) rem mid§logos1-rem-mid
logos1-rem-midRem mid: history and spiritual theoria held together.
Greek · §logos1-rem-mid
ήν μου εἰς ἔρημον ἄβατον. Ἐγενήθη εἰς ἀφανισμὸν ἀπωλείας."6 Καὶ πάλιν· "6Ὅτι ποιμένες ἠφρονεύσαντο, καὶ τὸν Κύριον οὐκ ἐζήτησαν, διὰ τοῦτο οὐκ ἐνόησε πᾶσα ἡ νομὴ, καὶ διεσκορπίσθη- σαν."6 Ἠφρονεύσαντο γὰρ οἱ ποιμένες ἀληθῶς, καὶ τοῖς ὑπὸ χεῖρα λαοῖς ὀλέθρου γεγόνασιν ἀφορμή. Καίτοι πῶς οὐκ ἔδει μᾶλλον αὐτοὺς ὡς διὰ νόμου καὶ προφητῶν τὸ Χριστοῦ μυστήριον μάλα πεπαι- δευμένους, ὁδὸν γενέσθαι τοῖς ἄλλοις ἐπὶ τὸ χρῆναι πιστεύειν αὐτῷ; Ἀλλ' ἢ φησὶν ὁ Σωτὴρ, δόξαν παρὰ ἀνθρώπου ἐλάμβανον, καὶ τὴν δόξαν τὴν παρὰ τοῦ μόνου τοῦ Θεοῦ οὐκ ἐζήτουν. Εἰ γὰρ ἐπίστευον Μωσῇ, ἐπίστευον ἂν αὐτῷ, περὶ γὰρ αὐτοῦ ἐκεῖνος ἔγραψεν. Γεγόνασι τοίνυν τυφλοὶ καὶ τυφλῶν ὁδηγοί. Ταύτῃ τοι καὶ διωλισθήκασι, καὶ εἰς τοὺς τῆς ἀπω- λείας πεπτώκασι βόθρους. Τί οὖν ὁ προφήτης ἀγα- θαῖς αὐτοὺς νουθεσίαις μετασκευάζειν πειρᾶται· πρὸς τὸ δεῖν ἑλέσθαι τὰ ἀμείνω φρονεῖν, καὶ τοῖς τοῦ Σωτῆρος πειρᾶσθαι λόγοις. Ἀναμίσγει δὲ χρη- 70.33 σίμως ταῖς εἰς τοῦτο νουθεσίαις τὴν ἐπίπληξιν, μονονουχὶ ποικίλως ἐσκευασμένῳ φαρμάκῳ, τὰ τῆς ἐν αὐτοῖς δυσβουλίας θεραπεύων τραύματα. Ταύτῃ τοι, φησὶν, ἀκούσατε λόγον Κυρίου, ἄρχοντες Σοδόμων, προσέχετε νόμον Θεοῦ, λαὸς Γομόῤῥας. Ἀκούεις ὅπως δήμοις καὶ ἄρχουσι τὴν ἐξ ἀγάπης ὁμοῦ καὶ θεοφι- λοῦς φρονήματος ἐπιφέρει ῥάβδον, καὶ πλήττει πολὺ νοσοῦντας τὸ ἀπειθές. Πόλεσι δὲ ταῖς δυσσεβεστάταις παρεικάζει τὴν Ἱερουσαλὴμ, ὡς πλείστης μὲν ὅσης ἀνάμεστον ἁμαρτίας, καὶ ὡς οὐδένα παντελῶς ἔχου- σαν ἐν ἑαυτῇ ............. ............ ἐβουλεύετο μὲν γὰρ ὁ τῶν ὅλων Θεὸς τὰς τῶν Σοδομιτῶν κατεμπρῆ- σαι πόλεις, καὶ ἀνεκοινώσατο τὸ χρῆμα τῷ Ἀβραάμ; ὁ δὲ πρὸς αὐτόν. "6Μὴ ἀπολέσῃς δίκαιον μετ' ἀσε- βοῦς; καὶ ἔσται ὁ δίκαιος ὡς ὁ ἀσεβής;"6 Ἐπηγγέλ- λετο δὲ Θεὸς, εἰ εὑρεθεῖεν ἐν Σοδόμοις δέκα δίκαιοι, τῆς ἐπ' αὐτοῖς καταπλήξειν ὀργῆς. Ἀλλ' οὐκ ηὕρην- ται. Τοιγάρτοι καὶ ἐκτετίκασι, τὰς τοῖς ἑαυτῶν δυσ- σεβήμασιν ἰσομέτρους δίκας. Τοιαύτη τις ἦν ἡ κυριο- κτόνος Ἱερουσαλὴμ πολλὴν ἔχουσα τῶν δικαίων τὴν σπάνιν. Καὶ γοῦν ἐλιπάρει μὲν ὁ προφήτης Ἱερεμίας περὶ αὐτῆς. Ἔφη δὲ Θεός· "6Περιδράμετε ἐν ταῖς ὁδοῖς Ἱερουσαλὴμ, καὶ ἴδετε, καὶ γνῶτε, καὶ ζητή- σατε ἐν ταῖς πλατείαις αὐτῆς, ἐὰν εὕρητε ἄνδρα, εἰ ἔστι ποιῶν κρῖμα, καὶ ζητῶν πίστιν, καὶ ἵλεως ἔσο- μαι αὐτῇ, λέγει Κύριος."6 Ὅτι τοίνυν, ῥυπῶσά τε, καὶ τοῖς ἐν φαυλότητος μολυσμοῖς πολυτρόπως κεκη- λιδωμένη, καὶ πολλὴν ἔχουσα τῶν ἁγίων τὴν σπάνιν, Σόδομά τε αὐτὴν καὶ Γομόῤῥα καλεῖ, λαοῖς τε καὶ ἡγουμένοις, τῆς Σοδομιτῶν ἀκαθαρσίας ἐπιφέρει τὸν μῶμον. Τί δὲ δὴ καί 9 φησιν; ἀκούσατε λόγον Κυρίου, ἄρχοντες Σοδόμων, προσέχετε νόμον Θεοῦ λαὸς Γο
Book I Logos 1 (Isa 1 vision) rem close CLOSEOUT§logos1-rem-close
logos1-rem-closeRem CLOSEOUT: Logos 1 CLOSEOUT.
Greek · §logos1-rem-close
ἀπειθὲς καὶ δυσήκοον; 9Πῶς ἐγένετο πόρνη πόλις πιστὴ Σιὼν, πλήρης κρίσεως; πρὶν ἡ δικαιοσύνη ἐκοιμήθη ἐν αὐτῇ, νῦν δὲ φονευταί.9 Καταθαυμάζει τρόπον τινὰ τῆς Ἰουδαίων συν- αγωγῆς τὴν οὕτω σαθρὰν, καὶ οὐκ εὐάφορμον μετα- βολὴν, τῆς εἴς γε τὰ χείρω, φημὶ, καὶ τὴν ἐκ τῶν ἀμεινόνων εἰς τὰ αἰσχίω μετάστασιν. Νόμῳ μὲν γὰρ τῷ διὰ Μωσέως τὴν τοῦ συμφέροντος γνῶσιν ἐπαι- δεύετο, καὶ εἰς ἕκαστα τῶν πρακτέων διακομιστὴν ἔχουσαν τὸν τοῦ Θεοῦ λόγον, λαμπρὰ καὶ εὐδοκιμω- τάτη, καὶ ἀξιάγαστος ἦν, πλείστοις ὅσοις ἀνδράσι διαπρεπὴς, οἷς ὁ τῆς δικαιοσύνης καρπὸς ἐπήνθησε πλουσίως, καὶ ἀξιόληπτος ἦν τῷ Θεῷ. Ἦσαν μὲν γὰρ ἐν αὐτῇ προφῆταί τε καὶ ἱερεῖς, καὶ τῶν τῆς δικαιοσύνης ἔργων μελεδωνοὶ, καὶ λαῶν ἡγούμενοι φυλάττοντες κρίσιν, καὶ νόμον ἔχοντες ἐπὶ γλώττης, καὶ τρόπῳ παντὶ χρηστῷ τε καὶ ἀγαθῷ κατηγλαϊ- σμένοι. Εἶτα τῶν τοιούτων ἁπάντων ἐστερημένη, μᾶλλον τῆς ἀρχαίας ἐκείνης ἐπιεικείας ἀλογεῖν ἑλομένη, καὶ θεμένη παρ' οὐδὲν τὴν εἰς Θεὸν αἰδῶ, καὶ ἀγάπησιν πρὸ μὲν τῆς τοῦ Σωτῆρος ἡμῶν ἐπιδημίας προσκεκύνηκε τοῖς μὴ φύσει θεοῖς, τὸν ἕνα τε καὶ ἀληθῶς ∆εσπότην ταῖς εἰς τοῦτο πορνείαις ἐκτόπως περιυβρίζουσα. Καὶ οἷά τις πολύκοινος καὶ σεσοβη- μένη γυνὴ κατὰ πολλοὺς ἠσέβησε τρόπους. Ἄλλοτε ἄλλοις προσκειμένη καθηγηταῖς, πρὸς πᾶν ὁτιοῦν τῶν ἀπηχθημένων παρὰ Θεοῦ διακομίζειν εἰδόσιν. Αἰτιᾶται γοῦν αὐτὴν διὰ φωνῆς Ἱερεμίου λέγων ὁ τῶν ὅλων Θεός· "6Ἴδε ἃ ἐποίησέ μοι ἡ κατοικία τοῦ Ἰσραὴλ, ἐπεπορεύθη ἐπὶ πᾶν ὄρος ὑψηλὸν, καὶ ὑποκάτω παντὸς ξύλου ἀλσώδους, καὶ ἐπόρνευσεν ἐκεῖ."6 Καὶ πάλιν ὡς πρὸς αὐτήν· "6Ἐὰν ἐξαπο- στέλλῃ ἀνὴρ τὴν 15 γυναῖκα αὐτοῦ, καὶ ἀπελθοῦσα ἀπ' αὐτοῦ γένηται ἀνδρὶ ἑτέρῳ, μὴ ἀνακαλύπτουσα ἀνα- καλύψει πρὸς αὐτὸν ἔτι; οὐ μαινομένη μιανθήσεται γυνὴ ἐκείνη; καὶ σὺ ἐξεπόρνευσας ἐν ποιμέσι πολ- λοῖς, καὶ ἀνεκάλυπτες πρός με, λέγει Κύριος. Ἆρον τοὺς ὀφθαλμούς σου εἰς εὐθεῖαν, καὶ ἴδε, ποῦ οὐκ ἐξεφύρθης, ἐπὶ ταῖς ὁδοῖς ἐκάθισας αὐτοῖς, ὡσεὶ κο- ρώνη ἐν ἐρήμῳ μόνῃ. Καὶ ἐμίανας τὴν γῆν ἐν ταῖς πορνείαις σου, καὶ ἐν ταῖς κακίαις σου, καὶ ἔσχες ποιμένας πολλοὺς εἰς πρόσκομμα σεαυτῇ. Ὄψις πόρ- νης ἐγένετό σοι, ἀπηνῃσχύν[τ]ησας πρὸς πάντας."6 Καταφρονήσασα γὰρ, ὡς ἔφην, τῆς ὑπὸ Θεῷ δου- λείας, ἐτράπετο πρὸς ἀπόστασιν καὶ τοῖς ἀκαθάρτοις πνεύμασι, καὶ τοῖς τῶν εἰδώλων θεραπευταῖς, ἐχρῆτο ποιμέσι καὶ διδασκάλοις. Καὶ ταυτὶ μὲν, ὡς ἔφην, πρὸ τῆς τοῦ Σωτῆρος ἡμῶν ἐπιδημίας τῆς τῶν Ἰουδαίων Συναγωγῆς τὰ ἐγκλήματα. Ἐπειδὴ δὲ τοῖς ἐπὶ τῆς γῆς ἐπέλαμψεν ὁ Χριστὸς (ἐπέφανε γὰρ ἡμῖν, κατὰ τὸ γεγραμμένον, Θεὸς Κύριος), οὐκ αὐτῷ μᾶλλον ἐχρῆτο παιδευτῇ· τετίμηκε δὲ διδασκαλίας, ἐντάλματα
Isaiah commentary Book I Logos 2 opening§logos2-open
logos2-openBook I Logos 2.
Word of the Lord continued; judgment and hope toward Christ.
Greek · §logos2-open
ΛΟΓΟΣ Βʹ.}1 9Ὁ λόγος ὁ γενόμενος παρὰ Κυρίου πρὸς Ἡσαΐαν, υἱὸν Ἀμὼς, περὶ τῆς Ἰουδαίας καὶ περὶἹερουσαλήμ.9 Συγγενῆ τοῖς φθάσασι τὰ προκείμενα, καὶ διὰ τῶν ἴσων ἐννοιῶν ἐρχόμενα κατίδοι τις ἂν αὐτὰ, λεπτὸν ἐπιστήσας τοῖς θεωρήμασι τῆς διανοίας τὸν νοῦν. Γεγόνασι γὰρ οἱ πάλαι παρὰ Θεοῦ λόγοι πρὸς τὸν θεσπέσιον προφήτην περὶ τῆς 21 Ἰουδαίας καὶ περὶ τῆς Ἱερουσαλήμ. ∆οκεῖ δέ πως, μέσην τινὰ καὶ οὐ σφόδρα σαφῆ τῆς ὁράσεως τὴν ἀπόδοσιν ἔχειν τοῦ φάναι περὶ τῆς Ἰουδαίας καὶ περὶ Ἱερουσαλήμ. Πλὴν ὡς ἔνι σαφηνιοῦμεν αὐτὴν τὴν τῆς ὁράσεως δύναμιν, οἱονεί πως ἐν βραχεῖ συνενεγκόντες εἰς νοῦν. Ἐπειδὴ γὰρ τῆς μὲν αἰσθητῆς Ἰουδαίας καὶ τῆς Ἱερουσαλὴμ τὴν δῄωσιν πειρᾶται λέγειν, τῆς γε μὴν ἐν Χριστῷ καὶ νοητῆς τὴν ἀνάδειξιν, καὶ τὴν ἐν τῷδε τῷ κόσμῳ φανέρωσιν· ταύτης ἕνεκα τῆς αἰτίας, οὐχ ὑπέρ γε τῆς Ἰουδαίας, οὔτε μὴν κατὰ τῆς Ἱερουσαλὴμ, ἀλ-λὰ περὶ τῆς Ἰουδαίας, καὶ περὶ τῆς Ἱερουσαλὴμ τε-θεᾶσθαί φησι τὴν ὅρασιν. Αἰσθητὴν δέ φαμεν τὴν Ἰουδαίαν, καὶ μέντοι καὶ Ἱερουσαλὴμ, αὐτὴν μὲν τὴν χώραν ἐν ᾗ κατῴκηκεν ὁ Ἰσραὴλ, καὶ αὐτὸ τὸ σύστημα τῆς Ἰουδαίων συναγωγῆς. Νοητὴν δὲ πάλιν Ἱερουσαλὴμ, ἤγουν Ἰουδαίαν, τὴν Ἐκκλησίαν εἶναινομιοῦμεν, ἤτοι τὴν ἐν πνεύματι περιτομὴν, τοῦτ' ἔστι, τοὺς ἐν Χριστῷ τὴν ἀχειροποίητον περιτομὴν εἰς νοῦν ἔχοντας καὶ καρδίαν. Καὶ γοῦν Ἰουδαίοις 70.68 ἐπεφώνησέ τις τῶν ἁγίων προφητῶν· Περὶ τμήθητε τῷ Θεῷ, καὶ περιτεμεῖσθε τὴν σκληροκαρδίαν ἡμῶν, ἄνδρες Ἰουδαῖοι, καὶ οἱ κατοικοῦντες Ἱερουσαλήμ. Οἶδεν δὲ ὁ θεσπέσιος Παῦλος Ἰουδαῖον ἕτερον, οὐ τὸν κατὰ σάρκα μᾶλλον, ἀλλὰ τὸν ἐν πνεύματι. Γράφει γὰρ οὕτως· "6Οὐ γὰρ ὁ ἐν τῷ φανερῷ Ἰουδαῖός ἐστιν, οὐδὲ ἡ ἐν τῷ φανερῷ ἐν σαρκὶ περιτομὴ, ἀλλ' ὁ ἐν τῷ κρυπτῷ Ἰουδαῖος, καὶ περιτομὴ καρδίας, ἐν πνεύματι, οὐ γράμματι, οὗ ὁ ἔπαινος οὐκ ἐξ ἀνθρώ- πων, ἀλλ' ἐκ τοῦ Θεοῦ."6 Χρὴ τοιγαροῦν νηφαλίως ἐπι- τηρεῖν, πηνίκα μὲν ὁ προφήτης κατὰ τῆς Ἱερουσα- λὴμ, ἤγουν Ἰουδαίας, ποιεῖται λόγους, πηνίκα δὲ περὶ τῆς ἐν Χριστῷ καὶ νοητῆς, ἣ καὶ ἀληθῶς ἐστι τελεία καὶ ἄμωμος. Τί τοίνυν φησίν; 9Ὅτι ἔσται ἐν ταῖς ἐσχάταις ἡμέραις ἐμφανὲς τὸ ὄρος Κυρίου, καὶ ὁ οἶκος τοῦ Θεοῦ ἐπ' ἄκρων τῶν ὀρέων. Καὶ ὑψωθήσεται ὑπεράνω τῶν βου- νῶν, καὶ ἥξουσιν ἐπ' αὐτὸ πάντα τὰ ἔθνη. Καὶ πορεύσονται ἔθνη πολλὰ, καὶ ἐροῦσιν· ∆εῦτε ἀνα- βῶμεν εἰς τὸ ὄρος το
Book I Logos 2 rem early§logos2-rem-early
logos2-rem-earlyRem early: Word of the Lord continued; judgment and hope toward Christ.
Greek · §logos2-rem-early
ῦ Κυρίου, καὶ εἰς τὸν οἶκον τοῦ Θεοῦ Ἰακὼβ, καὶ ἀναγγελεῖ ἡμῖν τὴν ὁδὸν αὐτοῦ, καὶ πορευσόμεθα ἐν αὐτῇ. Ἐκ γὰρ Σιὼν ἐξελεύ- σεται νόμος, καὶ λόγος Κυρίου ἐξ Ἱερουσαλήμ.9 Κατέληξε μὲν γὰρ ἡ ὅρασις αὐτῷ. Καὶ τῆς ἤδη φθασάσης προαγορεύσεως τὸ τέλος ἦν. ∆ιότι καται- σχυνθήσονται ἐπὶ τοῖς εἰδώλοις αὐτῶν ἃ αὐτοὶ ἠβούλοντο, καὶ ἐπῃσχύνθησαν ἐπὶ τοῖς κήποις αὐ- τῶν, ὧν αὐτοὶ ἐπεθύμησαν. Καὶ τίνα μὲν τρόπον κατῃσχύνθησαν οἱ ἐξ Ἰσραὴλ ἐπὶ τοῖς εἰδώλοις αὐ- τῶν, διαρκῶς εἰρήκαμεν. Ἐπειδὴ δὲ μνήμη γέγονε τῆς ἐπ' αὐτοῖς προφητείας, ἀρχόμενος ὁ προφήτης γείτονος ἐφεξῆς καὶ δευτέρας ὁράσεως, καταση- μαίνει τὸν χρόνον, καθ' ὃν οὐκ εἰς μέρος τι τῆς γῆς, οὐδὲ ἐν μιᾷ χώρᾳ τε καὶ πόλει τὸ τοῦ δια- βόλου πεσεῖται κράτος, καθῃρημένης εἰς ἅπαν τῆς τῶν εἰδώλων λατρείας καὶ βεβήλου κατασκευῆς, ἀλλ' ἐξ ἁπάσης ληφθήσεται τῆς ὑπ' οὐρανὸν ἡ τοιάδε νόσος, καὶ τῶν ἀκαθάρτων δαιμονίων ἡ τυ- ραννίς. Κατώρθωται δὲ καὶ τοῦτο τοῖς ἐπὶ τῆς γῆς ἐν ἐσχάταις ἡμέραις, τοῦτ' ἔστιν, ἐν τελευταίοις τοῦ παρόντος αἰῶνος καιροῖς, καθ' οὓς ἐπέλαμψεν ὁ μο- νογενὴς τοῦ Θεοῦ Λόγος, γενόμενος ἐκ γυναικός. Ὅτε καὶ αὐτὸς ἑαυτῷ παρέστησε τὴν νοητὴν Ἰου-δαίαν, ἤγουν Ἱερουσαλὴμ, τοῦτ' ἔστιν, τὴν Ἐκκλη-σίαν παρθένον ἁγνὴν, μὴ ἔχουσαν σπῖλον, ἢ ῥυτίδα, ἤ τι τῶν τοιούτων, κατὰ τὸ γεγραμμένον· ἁγίαν δὲ μᾶλλον καὶ ἄμωμον. Καὶ περὶ αὐτῆς φησιν, ὅτι ἔσται ἐν ταῖς ἐσχάταις ἡμέραις ἐμφανὲς τὸ ὄρος Κυ- ρίου, καὶ ὁ οἶκος τοῦ Θεοῦ Ἰακὼβ ἐπ' ἄκρων τῶν ὀρέων. Καὶ ἡμῖν μὲν Σιὼν ἡ κατά γε τὴν Ἰουδαίαν, ἐν ὄρει κεῖσθαί τε καὶ οἰκοδομεῖσθαι λέγεται. Νοη- θείη δ' ἂν οὐκ αἰσθητῶς μᾶλλον, ἀλλὰ πνευματικῶς ἐν τούτοις ἡ Ἐκκλησία, ἣ καὶ ὄρει παρεικάζεται. Καὶ γὰρ ἔστιν ἀληθῶς ὑψηλὴ καὶ περίοπτος, καὶ γνωριμωτάτη τοῖς ἁπανταχοῦ. Ὑψηλὴ δὲ καὶ ἑτέ- ρως· φρονεῖν γὰρ τῶν ἐπιγείων οὐδὲν ἀλλ', ὑψοῦ τῶν ἐπιγείων ἔστιν, καὶ τὴν τοῦ Θεοῦ δόξαν, ὡς ἔνι, περιαθρεῖ τοῖς τῆς διανοίας ὄμμασι, καὶ ὑψηλοῖς ἄγαν τοῖς περὶ αὐτοῦ δόγμασιν ἐπαυχεῖ. Ἑλλήνων 70.69 μὲν γὰρ οἱ λογάδες, καίτοι μεγάλην ἐπὶ 22 σοφίᾳ τὴν ὀφρὺν ἀνασπῶντες, θεοποιοῦσι τὴν κτίσιν, καὶ τοῖς τοῦ κόσμου στοιχείοις τὸ σέβας ἀνάπτουσι. Χθαμαλὸν γὰρ ἔχουσι τὸν νοῦν, καὶ χαμαιριφῆ τὰ θεωρήματα, καὶ τὴν καρδίαν ἐσκοτισμένην· φάσκοντες εἶναι σοφοὶ ἐμωράνθησαν, κατὰ τὸ γεγραμμένον. Ἡ δέ γε νοητὴ Σιὼν, τοῦτ' ἔστιν, ἡ Ἐκκλησία, πᾶσαν μὲν ὑπερίπταται κτίσιν ὁρατήν τε καὶ ἀόρατον, ἀφικνεῖται δὲ πρὸς αὐτὴν τὴν τῶν ὅλων ἐπέκεινα φύσιν. Φωτὸς γὰρ τοῦ θείου μεμέστωται, καὶ αὐτὴν ἐπιγινώσκουσα καὶ δημιουργὸν καὶ τεχνίτην τῶν ὅλων αὐτῇ τε καὶ μόνῃ τὸ κατὰ πάντων ἀπονέμει κράτος. Καὶ τῇ τοιᾷδε δόξῃ στεφα
Book I Logos 2 rem mid§logos2-rem-mid
logos2-rem-midRem mid: history and spiritual theoria held together.
Greek · §logos2-rem-mid
καὶ μάλα εἰκότως ὁ φιλάρετος ἡμῶν Θεὸς, ὡς ἀκόρεστον ἔχον- τας εἰς φιλοκερδίαν τὸν νοῦν, ὡς ἵπποις ἐποχου- μένους, καὶ τοῖς τῆς φιλοδοξίας ἐναλόντας βρόχοις. Ἐμπεπλῆσθαι δὲ ἵππων τὴν χώραν αὐτῶν φησιν, ὡς οὐχ ἑνὸς ἢ δευτέρου νενοσηκότος τὴν ὑπεροψίαν, ἀλλ' οἷον ὅλης αὐτῶν κατειλημμένης τῆς χώρας τῷ πάθει, καὶ κατὰ πάντων ἰόντος τοῦ κακοῦ. Πλὴν ἐλέγ- χει καὶ διὰ τούτου τῷ νόμῳ προσκεκρουκότας, καὶ ἀπειθεῖν ᾑρημένους Θεῷ, διειρηκότι σαφῶς· "6Ἐὰν δὲ εἰσέλθῃς εἰς τὴν γῆν ἢν Κύριος ὁ Θεός σου δίδωσί σοι ἐν κλήρῳ, καὶ κατακληρονομήσῃς αὐτὴν, καὶ κατοικήσῃς ἐπ' αὐτῆς, καὶ εἴπῃς· Καταστήσω ἐμαυ- τῷ ἄρχοντα, καθὰ καὶ τὰ λοιπὰ ἔθνη τὰ κύκλῳ μου· καθιστῶν καταστήσεις ἐπὶ σαυτὸν ἄρχοντα, ὃν ἂν ἐκλέξηται Κύριος ὁ Θεός σου αὐτόν."6 Εἶτά φησι περὶ τοῦ καθισταμένου· "6∆ιότι οὐ πληθυνεῖ ἑαυτῷ ἵππον, οὐδὲ μὴ ἀποστρέψει τὸν λαὸν εἰς Αἴγυπτον, ὅπως ἂν μὴ πληθύνῃ ἑαυτῷ ἵππον."6 Καὶ πρὸς τούτοις ἔτι· "6Καὶ ἀργύριον καὶ χρυσίον οὐ πληθυνεῖ ἑαυτῷ σφό- δρα."6 Αἰτιᾶται τοίνυν ὡς ποιουμένους μὲν τῶν χρη- μάτων τὴν ἄθροισιν, καὶ τοῦτο ἀπλήστως, πληθύνον- τας δὲ ἑαυτοῖς καὶ ἵππον. Ἅπτεται δὲ, κατὰ τὸ εἰκὸς, ὁ ἐπὶ τῷδε μῶμος μάλιστα τῶν καθηγεῖσθαι λαχόν- των, ὡς παραβαινόντων τὴν ἐντολὴν, οὓς ἦν ἀκόλου- θον καὶ πρό γε τῶν ἄλλων ὁρᾶσθαι τετιμηκότας τὰ τεθεσπισμένα, καὶ τοῖς παραβαίνουσιν ἐπιτιμᾷν. 9Καὶ ἐνεπλήσθη ἡ γῆ βδελυγμάτων τῶν ἔργων τῶν χειρῶν αὐτῶν, καὶ 27 προσεκύνησαν οἷς ἐποίη- σαν οἱ δάκτυλοι αὐτῶν. Καὶ ἔκυψεν ἄνθρωπος, καὶ ἐταπεινώθη ἀνὴρ, καὶ οὐ μὴ ἀνήσω αὐτούς.9 Ἐγκαλεῖ πάλιν αὐτοῖς τὴν νοητὴν πορνείαν, καὶ τὸ πολλοῖς ἑλέσθαι προσκυνεῖν τῶν ψευδωνύμων θεῶν. Ἀποφαίνει δὲ ὅτι δυσσεβείας εἰς τοῦτο προήκουσι μέτρον, ὡς παντὸς εἰς λῆξιν ἐλάσαι κακοῦ, καὶ τὸ τελειοτάτην ἀπόστασιν μελετῆσαι τὴν ἀπὸ Θεοῦ τοῦ πάντα εἰδότος, νεύμασιν ὑποφέροντος, καὶ παρενεγ- κόντος εἰς ὕπαρξιν. Ἔοικε δὲ τρόπον τινὰ καὶ ὑπερ- αλγεῖν τῆς ἀνθρώπου φύσεως ὑβρισμένης ἐσχάτως. Τετίμηκε μὲν γὰρ ὁ τῶν ὅλων Θεὸς αὐτουργίᾳ τὸν ἄνθρωπον. Οὐ γὰρ λόγῳ μετὰ τῶν ἄλλων κτισμάτων ἀπεσχεδιάζετο καὶ αὐτὸς, καθάπερ ἀμέλει τὸ, "6Γενη- θήτω στερέωμα, καὶ ἐγένετο οὕτως·"6 ἀλλ' ἔλαβε χοῦν ἀπὸ τῆς γῆς καὶ ἐποίησε τὸν ἄνθρωπον, κατά γε τὰς τοῦ πανσόφου Μωσέως φωνάς. Γέγονε δὲ κατ' εἰκόνα καὶ καθ' ὁμοίωσιν Θεοῦ, καὶ οἷόν τις ἄρχων κεχειροτόνηται τῶν ἐπὶ τῆς γῆς. Τετίμηται δὲ πρὸς τούτῳ καὶ πνεύματι ζωῆς. Ἐνεφύσησε γὰρ εἰς πρόσωπον αὐτοῦ πνοὴν ζωῆς. Οὐκοῦν "6ἄνθρωπος ἐν τιμῇ ὢν, οὐ συνῆκε,"6 κατὰ τὸ γεγράμμενον· 70.84 λελάτρευκε γὰρ τοῖς γλυπτοῖς· καὶ, ὡς προφητικὸς ἔφη λόγος, "6Προσεκύνησαν οἷς ἐποίησαν οἱ δάκτυλοι αὐτῶν."6
Book I Logos 2 rem close CLOSEOUT§logos2-rem-close
logos2-rem-closeRem CLOSEOUT: Logos 2 CLOSEOUT.
Greek · §logos2-rem-close
γὰρ εἴρηκεν ἁπλῶς τῶν Ἰου- δαίων ἀφαιρεθήσεσθαι ἄρτον τε καὶ ὕδωρ, ἀλλ' ἰσχὺν ἄρτου καὶ ἰσχὺν ὕδατος. Καὶ δεῖ ἡμᾶς τοιοῦτόν τι βού- λεσθαι διδάσκειν αὐτόν. Ἡμεῖς μὲν γὰρ τοῖς ἱεροῖς περιτυγχάνοντες λόγοις, καὶ τὰς θείας ἀναγινώσκον- τες Γραφὰς, εἶτα συνιέντες αὐτὰς, ἰσχὺν ἄρτου νοητοῦ δεχόμεθα. "6Οὐ γὰρ ἐπ' ἄρτῳ μόνῳ,"6 φησὶ, "6ζήσεται ἄνθρωπος, ἀλλ' ἐπὶ παντὶ ῥήματι ἐκπορευομένῳ διὰ στόματος τοῦ Θεοῦ."6 Ὁμοίως νοήσεις καὶ ἐφ' ὑδάτων νοητῶν. Ἰουδαῖοί γε μὴν ἔχουσι μὲν τὸν ἄρτον καὶ τὸ ὕδωρ ἔτι. Πολυπραγμονοῦσι γὰρ τὰ Μωσέως γράμματα, καὶ ἀναγινώσκουσι τὸν νόμον. Ἐπειδὴ δὲ γινώσκουσιν οὐδὲν, οὐκ ἔχουσι τὴν ἰσχὺν τοῦ ἄρτου, οὔτε μὴν τὴν ἰσχὺν τοῦ ὕδατος. Ψιλὸν γὰρ αὐτοῖς καὶ μόνον τὸ γράμμα δέδοται, ἄρτου μὲν καὶ ὕδατος 32 ὑπόληψιν ἔχον, τρέφον δὲ αὐτοὺς κατ' οὐδένα τρόπον εἰς εὐεξίαν τὴν νοητήν. Καὶ μαρτυρήσει γρά- φων ὁ Παῦλος· "6Ἄχρι γὰρ σήμερον, ἡνίκα ἂν ἀνα- γινώσκεται Μωσῆς κάλυμμα ἐπὶ τὴν καρδίαν αὐτῶν κεῖται, μὴ ἀνακαλυπτόμενον, ὅτι ἐν Χριστῷ καταρ- γεῖται."6 Καὶ καθ' ἕτερον δὲ τρόπον, ἀφῃρῆσθαί φαμεν ἐκ τῆς Ἰουδαίων συναγωγῆς, ἰσχὺν ἄρτου καὶ ἰσχὺν ὕδατος. Καὶ ὁ λόγος ἐστὶ μυστικός. Ἡμεῖς μὲν γὰρ οἱ διὰ πίστεως κεκλημένοι πρὸς ἁγιασμὸν, τὸν ἄρτον ἔχομεν τὸν ἐξ οὐρανοῦ, τοῦτ' ἔστι, Χριστὸν, ἤτοι τὸ σῶμα αὐτοῦ. Εἰ δὲ δή τις ἔροιτο, ποία τίς ἐστιν ἡ ἰσχὺς αὐτοῦ, φαμὲν ὅτι ζωοποιός. ∆ίδωσι γὰρ τῷ κόσμῳ ζωήν. Πρόσιμεν δὲ ὁμοίως καὶ τῇ διὰ τοῦ ἁγίου βαπτίσματος χάριτι, τοῦ ἁγιάζοντος ἡμᾶς, ὕδατος τὴν ἰσχὺν εἶναι λέγοντες ἁμαρτιῶν ἀπόθεσιν, ἀναγέννησιν τὴν πνευματικὴν, εἰς συμμορφίαν τὴν πρὸς αὐτὸν τὸν Χριστόν. Καὶ προσέτι τούτοις, παῤ- ῥησίας εἴσοδον εἰς τὴν τῶν οὐρανῶν βασιλείαν· "6Ἐὰν γὰρ μή τις,"6 φησὶ, "6γεννηθῇ ἐξ ὕδατος καὶ πνεύ- ματος, οὐ δύναται εἰσελθεῖν εἰς τὴν βασιλείαν τοῦ Θεοῦ."6 Ἐστέρηνται τοίνυν οἱ Ἰουδαῖοι τῶν τοιούτων ἀγαθῶν. Οὐ γὰρ ἔστι παρ' αὐτοῖς ἰσχὺς ἄρτου, τοῦτ' ἔστιν, ἡ ἐν Χριστῷ ζωοποίησις. Οὐκ ἔχουσι τὴν ὕδατος ἰσχύν· ἀπομεμένηκε γὰρ παρ' αὐτοῖς ἀνα- πόνιπτος ἁμαρτία. Οὐκ εἰσελάσουσιν εἰς τὴν οὐρανῶν βασιλείαν, τὸν εἰσκομίζοντα Χριστὸν ἀτιμάσαντες· οὐ γὰρ ἐπίστευον λέγοντι· "6Ἐγώ εἰμι ἡ ὁδὸς, καὶ ἐγώ εἰμι ἡ θύρα."6 Ἀφελεῖ δὲ ὁμοίως γίγαντα καὶ ἰσχύοντα. Εἶτα τίς ὁ γίγας; τίς δὲ καὶ ὁ ἕτερος; Οἶ- μαι δὴ οὖν ἔγωγε γίγαντα μὲν ὀνομάζειν τὸν εἰς λῆ- ξιν ἰσχύος ἥκοντα τῆς πνευματικῆς, ἰσχύοντα δὲ τὸν 70.97 ὑποβεβηκότα βραχὺ, καὶ τῆς ἐν ἐκείνῳ νοουμένης ὑπεροχῆς ἡττώμενον. Ἑκάστῳ γὰρ ἡμῶν δέδοται παρὰ Θεοῦ χάριτος μέτρον. Τοῦτο ἡμῖν ἐναργὲς ὁ σοφώτατος Παῦλος καθίστησι, λέγων· "6Θέλω δὲ πάντας ἀνθρώπους εἶναι ὡς καὶ ἐμαυτόν· ἀλλ' ἕκασ
Isaiah commentary Book I Logos 3 opening§logos3-open
logos3-openBook I Logos 3.
Further Isaian oracles; theoria without voiding historia.
Greek · §logos3-open
ΛΟΓΟΣ Γʹ}1 9Λαός μου, οἱ πράκτορες ὑμῶν καλαμῶνται ὑμᾶς, καὶ οἱ ἀπαιτοῦντες κυριεύουσιν ὑμῶν.9 Ὅτι παντὸς ἀγαθοῦ νοσήσει τὴν ἐρημίαν ἡ τῶν Ἰουδαίων χώρα, διαφανέστατα καὶ μάλα σαφῶς προεξηγησάμενος, καὶ τὸ τί συμβήσεται τοῖς εἰς Χριστὸν πεπαρῳνηκόσιν διειπὼν, προαναπείθει πάλιν ἀποσχέσθαι τῶν πλημμελημάτων, καὶ τοῖς ἐξ ἡμε- ρότητος λόγοις μονονουχὶ καταγοητεύει χρησίμως, μεθιστὰς ἐπὶ τὸ ἄμεινον, καὶ τοὺς ἁπάντων αὐτοῖς κακῶν γεγονότας αἰτίους παραιτεῖσθαι διδάσκων. Οὐ γὰρ οἶμαι δεῖν τοῖς καθηγεῖσθαι λαχοῦσιν ὑποκεῖσθαι φιλεῖν, κἂν εἰ μή τι τῶν ὅσα ἐστὶ τελούντων πρὸς ὄνησιν ἐπιχειρῶσι διδάσκειν, μήτε μὴν ...οιεν διαβολῆς ἀξιοῦν τὸ ἐν μοίρᾳ τετάχθαι φαυλότητος δικαίως ἂν εἶναι πεπιστευμένον. Ἀρετὴ γὰρ δι- δασκάλου τὸ ἀποκομίζειν δύνασθαι πρὸς ἀκριβῆ τοῦ συμφέροντος εἴδησιν τοὺς παιδαγωγουμένους, κατα- κιβδηλεύειν δὲ τὸ κατασίνεσθαι πεφυκὸς, καὶ παρ- αιτεῖσθαι κελεύειν τὸ ἀδικεῖν εἰωθός. Ἐπαίνου δ' ἂν εἶεν ἄξιοι παντὸς καὶ οἱ τελοῦντες ἐν μαθηταῖς, εἰ μὴ ταῖς δόξαις τῶν διδασκόντων ἐνορῷεν ἁπλῶς, ἀλλὰ τῇ τῶν πραγμάτων φύσει, καὶ θαυμάζουσι μὲν τοὺς διδάσκοντας, εἴπερ τινὲς εἶεν ὀρθοὶ καὶ ἐπι- στήμονες, καὶ τῶν ἀρίστων εἰσηγηταὶ, καταψέγωσι δὲ τοὺς οἷσπερ ἂν εἴη μὴ τοιοῦτος ὁ σκοπός. Κατα- νέμουσι μὲν γάρ τινες ἐν ὄρεσι καὶ νάπαις τὰς ὀΐων ἀγέλας· ἀλλ' εἰ παρακέοιτο τοῖς θρέμμασι βόθρος, ἤγουν ὁρῶν ὁ κρημνὸς, περιφοιτᾷ τὰ πρόβατα, καὶ οὐ καθίησιν ἑαυτὰ πρὸς θάνατον· παιδαγωγεῖται γὰρ ὥσπερ δι' ἐμφύτου νόμου, πρὸς τὸ χρῆναι τῆς ἑαυ- τῶν φείδεσθαι ζωῆς. Εἶτα πῶς οὐκ ἄτοπον, εἰ μὲν τοῖς ἀλόγοις ζώοις τοῦτο φαίνεσθαι κρατοῦν, ἐν δὲ ἡμῖν αὐτοῖς, καίτοι λογικοῖς ὑπάρχουσι, τὴν τοῦ χρησίμου καὶ ἀναγκαίου πρὸς ζωὴν οὐκ εἶναι γνῶσιν. Χρὴ τοιγαροῦν κἂν εἴ τινες ἡμᾶς τῶν εἰς διδασκά- λους, καὶ καθηγητὰς τεταγμένων ἐφ' ἃ μὴ προσῆκεν ἀποκομίζειν ἕλοιντο, μὴ ἁπλῶς ἀνέχεσθαι φιλεῖν, μηδὲ μὴν ἀκατασκέπτως ἕπεσθαι πρὸς τὸ αὐτοῖς δοκοῦν, ἀλλὰ δοκιμάζειν ἕκαστα τῶν πρακτέων. Ο... χωρεῖν ἐπὶ τὸ ὅτι μάλιστα τῶν ὠφελεῖν εἰωθότων. Ἦσαν τοίνυν οἱ τῶν Ἰουδαίων καθηγηταὶ, τοῦτ' ἔστιν, οἱ Γραμματεῖς τε καὶ οἱ Φαρισαῖοι, δεινοὶ πρὸς τὸ χρῆναι τοὺς τῶν χρημάτων ἐρανίζεσθαι πορισμοὺς, καὶ τὰς ἐκ τῶν λαῶν συγκομίζειν δωρο- φορίας, ἀπαρχὰς, δεκάτας, καὶ ὅσα τοῖς ἱερᾶσθαι λαχοῦσιν ὁ νόμος εἰς κλῆρ
Book I Logos 3 rem early§logos3-rem-early
logos3-rem-earlyRem early: Further Isaian oracles; theoria without voiding historia.
Greek · §logos3-rem-early
ον ἐδίδου. Σκοπὸς δὲ ἦν αὐτοῖς, καὶ διὰ πάσης τέθειτο σπουδῆς τὸ ἀναπείθειν 70.112 τοὺς τὸ χρῆναι φυλάττειν ἔν γε δὴ τούτοις μάλιστα τὸν νόμον· τῶν γε μὴν ἑτέρων ἐντολῶν οὐ πολὺς ἦν ἄγαν παρ' αὐτοῖς ὁ λόγος. Ταύτῃ τοι πρὸς αὐτοὺς καὶ αὐτὸς ἔφασκεν ὁ Σωτήρ· "6Οὐαὶ ὑμῖν, Γραμματεῖς καὶ Φαρισαῖοι ὑποκριταὶ, ὅτι ἀποδεκατοῦτε τὸ ἄνηθον καὶ τὸ ἡδύοσμον, καὶ τὸ κύμινον. Καὶ ἀφήκατε τὰ βαρύτερα τοῦ νόμου, τὴν κρίσιν, καὶ τὸ ἔλεος, καὶ τὴν πίστιν."6 Ἦσαν οὖν ἄρα φιλοκερδεῖς καὶ ἐρασι- χρήματοι, καὶ πικρὰς ἔσθ' ὅτε τοῖς πταίουσιν ἐπῆγον τὰς δίκας, ἵνα ἐκδειματοῦντες τοὺς ἐφ' ὁτῳοῦν ἐγκα- λουμένους προσάγειν αὐτοῖς ἀναπείθωσιν καὶ τὰ ὑπὲρ δύναμιν ἔσθ' ὅτε. Ταύτῃ τοί φησι πρὸς τοὺς παρ' αὐτῶν ἀδικουμένους· "6Λαός μου, οἱ πράκτορες ὑμῶν καλαμῶνται ὑμᾶς, καὶ οἱ ἀπαιτοῦντες κυριεύουσιν ὑμῶν."6 Καὶ διὰ μὲν τοῦ λαὸν εἰπεῖν, ἔτι τὸν Ἰσραὴλ δίδωσι νοεῖν, ὡς εἴπερ ἕλοιντο μεταφοιτᾷν ἐπὶ τὸ αὐτῷ δοκοῦν, τῶν ἐξ ἡμερότητος τεύξονται καὶ φιλ- ανθρωπίας, καὶ οὐκ εἰσάπαν ἀποπεσοῦνται τῆς πρὸς αὐτὸν οἰκειότητος σχετικῆς. Καλαμᾶσθαι δὲ εἰπὼν τοὺς πράκτορας, τῆς ἐνούσης αὐτοῖς ἀπλη- στίας τε ὁμοῦ καὶ φιλοκερδίας δείκνυσι τὸ μέγεθος. Ἐν μὲν γὰρ τοῖς ληΐοις οἱ μὲν ἀποκείρουσι σιδήρῳ τὸν στάχυν, οἱ δὲ τοὺς ἐκπίπτοντας τῆς τοῦ κείροντος χειρὸς συλλέγοντες, οὐδὲν ἀφιᾶσιν ἐν ἀγροῖς. Ἔθος δὲ καὶ τοῖς τὰς ἀμπέλους τρυγῶσι τοῦτο δρᾷν. "6Κα- λαμῶνται τοίνυν ὑμᾶς, φησὶν, οἱ πράκτορες ὑμῶν."6 Ὅμοιον ὡς εἰ λέγοι· Τετρυγήκασιν ὑμῶν τὰς πε- ριουσίας, καὶ οὐ μέχρι τούτου τὰ τῆς ἀπληστίας αὐτοῖς. Ἀλλ' ἤδη καὶ καλαμῶνται, 38 τοῦτ' ἔστι, τὰς χεῖρας ἐπάγουσι, καὶ τοῖς ἔτι καταλελειμμένοις. Εὖ δὲ δὴ σφόδρα, καὶ πρεπόντως αὐτοῖς, οὐ καθηγητὰς, οὐ διδασκάλους, οὐχ ἕτερόν τι τῶν τοιούτων εἶναί φησιν, πράκτορας δὲ ὀνομάζει, καὶ ἀπαιτητάς. ∆ι- δάσκει δὲ ὅτι κατεξουσιάζουσιν αὐτῶν, οὐχ ὡς δι- δάσκαλοι μαθηταῖς ἠπίως προσφερόμενοι, ἀλλ' οἷον σκληροὶ καὶ ἄγριοι δεσπόται, τὸ δοκοῦν αὐτοῖς φρονεῖν ἀναγκάζοντες, καὶ πρὸς πᾶν ὁτιοῦν ἀποφέ- ροντες, καὶ τῶν παρὰ γνώμην ἔσθ' ὅτε. Ἀλλ' ὅ γε τῶν ἐν Χριστῷ σκοπὸς οὐ τοιοῦτος ἦν. Γράφει γοῦν ὁ θεσπέσιος Πέτρος τοῖς κεκλημένοις εἰς ἐπισκοπὴν, καὶ καθηγεῖσθαι λαχοῦσι τῶν λογικῶν ποιμνίων, μὴ ὡς κατακυριεύοντες τῶν κλήρων, ἀλλὰ τύποι γενόμε- νοι τοῦ ποιμνίου. Οἶδεν δὲ ὁ λόγος ὁ μυστικὸς καὶ πράκτορας ἑτέρους, οὓς ἀνάγκη παραιτεῖσθαι τοῖς ἐθέλουσι βιοῦν ὀρθῶς. Αἱ γὰρ πονηραὶ καὶ ἀντι- κείμεναι δυνάμεις ἕκαστον τῶν ἐπὶ γῆς μονονουχὶ καὶ ἀπαιτοῦσι τὴν εἰς τὸ φαῦλον σπουδὴν, καὶ ὥσπερ τινὰ δασμὸν παρ' ἡμῶν συλλέγουσι, τὴν εἰς τὰ πάθη τῆς διανοίας ῥοπήν. Καὶ γοῦν ὁ ἱερὸς μακαρίζει
Book I Logos 3 rem mid§logos3-rem-mid
logos3-rem-midRem mid: history and spiritual theoria held together.
Greek · §logos3-rem-mid
ος μὲν γὰρ ἡμᾶς εἰς ἰσχὺν τὴν πνευματικὴν τοῦ ἐπὶ πάντας Θεοῦ, διασώζομεν ἐν ἑαυτοῖς τὸ λαμπρὸν τῆς ἰδίας φύσεως κάλλος. Ἀφιστάντος δὲ τὴν ἐπικουρίαν, γυμνοὶ δὴ πάντως ἐσόμεθα παντὸς ἀγαθοῦ, καὶ τῶν ἐξ ἀρετῆς αὐχημάτων ἀποβαλόντες τὴν ὡραιότητα, τοῖς τῆς ἀτιμίας πάθεσιν ὑποκεισόμεθα, καὶ δουλεύ- σομεν ἐχθροῖς. 9Καὶ ἐπιλήψονται ἑπτὰ γυναῖκες ἀνθρώπου ἑνὸς, λέγουσαι· Τὸν ἄρτον ἡμῶν φαγόμεθα, καὶ τὰ ἱμάτια ἡμῶν περιβαλούμεθα, πλὴν τὸ ὄνομα τὸ σὸν κεκλήσθω ἐφ' ἡμᾶς, ἄφελε τὸν ὀνειδισμὸν ἡμῶν.9 ∆ιαπεράνας εὖ μάλα τὸν λόγον, ἐπί γε ταῖς Ἰου- δαίων γυναιξὶ ταῖς ἐκ τρυφῆς καὶ πλούτου βαδιουμέ- ναις εἰς αἰχμαλωσίαν, πειρᾶται δεικνύειν, ὅτι κέναν- δροι μὲν αἱ τῆς Ἰουδαίας ἀπομενοῦσι πόλεις, ἔσονται δὲ καὶ ἐν σπάνει πολλῇ τῶν πάλαι μαχιμωτάτων. Ἔφη γὰρ, ὅτι "6Πάντες οἱ ἰσχύοντες ὑμῶν μαχαίρᾳ πε- σοῦνται."6 Ποία τις οὖν ὧν ἔφην ἡ δεῖξις; εὐφυῶς ἄγαν καὶ ἀστείως ἐσκευασμένη. Νόμου γὰρ δὴ τοῦ διὰ Μω- σέως λέγοντος τοῖς υἱοῖς Ἰσραὴλ, "6Οὐκ ἔσται ἔν σοι ἄγονος οὐδὲ στείρα·"6 ἐν ἐσχάτοις ὀνειδισμοῖς παρὰ τοῖς Ἰουδαίοις λελόγιστο τὸ γυναῖκα μὴ τεκεῖν, ἤγουν 70.128 ἄγονον εἶναί τινα τῶν τελούντων ἐν ἀνδράσιν. Εὐθὺς γὰρ αὐτοῖς ὁ τῆς ἀγόνου καὶ στείρας προσετρίβετο μῶμος. Καὶ πνευματικὸς μὲν ὁ νόμος ἦν. Ἐπηγγέλ- λετο γὰρ ὁ τῶν ὅλων Θεὸς ὅτι ὁ νοητὸς Ἰσραὴλ, τοῦτ' ἔστι, νοῦς ὁρῶν Θεὸν, οὐκ ἄκαρπος ἔσται, οὔτε ἀπ- εστειρωμένος, ἔγκαρπος δὲ μᾶλλον καὶ γῆ τις ὥσπερ καλὴ καὶ ἐξαίρετος. Πλὴν ἐνόουν Ἰουδαῖοι σαρκικῶς, ψυχικοὶ γὰρ ἦσαν, πνεῦμα μὴ ἔχοντες. Ἔσται τοίνυν, φησὶν, τοσαύτη σπάνις ἀῤῥένων κατὰ τὴν χώραν, δαπανήσαντος τοῦ πολέμου τὸ γένος, ὡς ἑπτὰ γυναῖ- κας ἤτοι πολλὰς ἑνὸς ἀνδρὸς ἐπιλαμβάνεσθαι καὶ λέ- γειν· "6Τὸν ἄρτον ἡμῶν φαγόμεθα, καὶ τὸ ἱμάτιον ἡμῶν περιβαλούμεθα· πλὴν τὸ ὄνομα τὸ σὸν κεκλή- σθω ἐφ' ἡμᾶς, ἀφεῖλε τὸν ὀνειδισμὸν ἡμῶν."6 Ὁρᾷς ὅπως δεδείασι τῆς ἀτοκίας τὸν ὀνειδισμὸν, καὶ τὸ τῆς ἀγόνου καὶ στείρας παραιτοῦνται ὄνομα λίαν; Προσ- έρχονται γὰρ οὐ τὰ συνήθη ζητοῦντες, καὶ ὅσα δέχε- σθαι γυναιξὶ παρὰ τῶν συνοικούντων ἔθος· ἑαυταῖς γὰρ ἀρκέσειν εἰς τοῦτό φασιν, αἰτοῦσι δὲ μόνον, ὡς ἔφην, τοῦ ὀνειδισμοῦ τὴν ἀφαίρεσιν. Ἄθρει δὴ οὖν τοῦ λόγου τὸ βάθος. Εἰ μὲν γὰρ πλούσιος ἦν ὁ παρα- καλούμενος, οὐκ ἂν ἔφασαν αἱ γυναῖκες· Τὸν ἄρτον ἡμῶν φαγόμεθα, καὶ τὸ ἱμάτιον ἡμῶν περιβα- λούμεθα. Ἐπειδὴ δὲ ἴσασι τοὺς ἐκ τοῦ πολέμου σεσω- σμένους καὶ διαφυγόντας μόλις ἐν ἐσχάτῃ πεσόντας πτωχείᾳ, καὶ πολλὴν ἔχοντας ἀθλιότητα, ζητοῦσι μὲν παρ' αὐτῶν παντελῶς οὐδὲν, αἰτοῦσι δὲ μόνον τὸ τέκνων γενέσθαι μητέρες Καὶ ὁ μὲν λόγος τῆς ἱστο- ρίας ἐν τούτοις. Ἀποκομίζουσι δὲ τὸ προκείμενον ε
Book I Logos 3 rem close CLOSEOUT§logos3-rem-close
logos3-rem-closeRem CLOSEOUT: Logos 3 CLOSEOUT.
Greek · §logos3-rem-close
κατατετέλεκεν ὁ Ἰσραὴλ προφητῶν ἁγίων δίχα. Γεγόνασι μὲν γὰρ αἰχμάλωτοι κατὰ καιροὺς, καὶ εἰς τὴν Περσῶν καὶ Μήδων ἀπῴχοντο χώραν γυ- ναιξὶν ὁμοῦ καὶ φιλτάτοις. Πλὴν οὐ δίχα προφητῶν ἁγίων κατέβησαν εἰς Αἴγυπτον, ᾑρηκότων κατὰ και- ροὺς τὴν διαβόητον Ἱερουσαλὴμ τῶν Βαβυλωνίων, ἀλλὰ συνῆν αὐτοῖς ὁ προφήτης Ἱερεμίας, τοῖς ἄνω- θεν καὶ παρὰ Θεοῦ διακονούμενος λόγοις. Ἐπειδὴ δὲ πεπαρῳνήκασιν εἰς Χριστὸν, ἔρημοι φραγμοῦ διατε- τελέκασι, καὶ πᾶσα αὐτῶν ἀσφάλεια πέπτωκεν. Τοῦτο γὰρ, οἶμαι, ἐστὶ τὸ καθαιρεῖσθαι λέγειν τὸν τοῖχον αὐ- τοῦ. Πέπαυται δὲ καὶ ἅπας προφητῶν ἁγίων ὁ ἐπ' αὐτοῖς λόγος, καὶ ὑετοῦ δίκην ἀνασχὼν τρόπον τινά· καὶ διαλελοίπασιν αἱ τῶν ἁγίων φωναί· καὶ τοῦτο, οἶμαι, ἐστὶ τὸ δι' ἑνὸς αὐτοῖς εἰρημένον παρὰ Θεοῦ· "6Ἰδοὺ ἡμέραι ἔρχονται, λέγει Κύριος, καὶ ἐπάξω λι- μὸν ἐπὶ τὴν γῆν, οὐ λιμὸν ἄρτου, οὐδὲ δίψαν ὕδατος· ἀλλὰ λιμὸν τοῦ ἀκοῦσαι λόγον Κυρίου. Καὶ ἀπὸ Ἀνα- τολῶν ἕως καὶ ∆υσμῶν περιδραμοῦνται ζητοῦντες τὸν λόγον Κυρίου, καὶ οὐ μὴ εὕρωσι."6 Καὶ ταυτὶ μὲν, ὡς ἔφην, τοῖς ἐξ Ἰσραὴλ συμβέβηκεν, καὶ μάλα εἰκότως. Ἀπεώσαντο γὰρ αὐτοὶ τὸν τῶν δυνάμεων Κύριον, τὸν κατάρδοντα νοητῶς ψυχὰς καὶ καρδίας, καὶ καταπιαίνοντα δρόσοις ταῖς πνευματικαῖς· ὧν καὶ ὁ μακάριος ∆αβὶδ διεμέμνητο λέγων· "6Ὡς δρό- σος Ἑρμὼν καταβαίνουσα ἐπὶ τὰ ὄρη Σιών."6 Ἐγή-γερται δὲ ἀμπελὼν ἀντ' ἐκείνου νέος, ὁ τῶν διὰ πί- στεως κεκλημένων εἰς ἁγιασμόν. Καὶ περὶ αὐτῶν φησιν ὁ Νυμφίος ὁ ἐξ οὐρανοῦ, τοῦτ' ἔστι Χριστός· Αἱ ἄμπελοι κυπρίζουσιν, ἔδωκαν ὀσμήν. Καὶ αὐτὸς μέν ἐστι ἡ πρώτη τε καὶ παναγία, καὶ ἀληθὴς ἄμπε- λος. Ἀπηρτήμεθα δὲ αὐτοῦ ἡμεῖς κλημάτων δίκην, τῆς παρ' αὐτοῦ ζωοποιοῦ πιότητος ἀναπιμπλάμενοι. Καὶ γοῦν ἔφασκεν ἐναργῶς· "6Ἐγώ εἰμι ἡ ἄμπελος ἀληθὴς, καὶ ὁ Πατήρ μου γεωργός ἐστι· πᾶν κλῆμα ἐν ἐμοὶ μὴ φέρον καρπὸν αἴρει αὐτὸ, καὶ πᾶν τὸ φέ- 70.144 ρον καρπὸν καθαίρει αὐτὸ, ἵνα καρπὸν πλείονα φέ- ρῃ."6 Ἐπειδὴ δὲ αὐτῷ προσπεφύκαμεν δι' οἰκειότη- τος, δῆλον ὅτι τῆς πνευματικῆς, ἀποτετελέσμεθα καρποφόροι· καὶ πρός γε τοῦτο ἡμᾶς ἐμπεδοῖ λέγων αὐτός· "6Μείνατε ἐν ἐμοὶ, κἀγὼ ἐν ὑμῖν. Καθὼς τὸ κλῆμα οὐ δύναται καρπὸν φέρειν ἀφ' ἑαυτοῦ, ἐὰν μὴ μείνῃ ἐν τῇ ἀμπέλῳ· οὕτως οὐδὲ ὑμεῖς, ἐὰν μὴ ἐν ἐμοὶ μείνητε. Ἐγώ εἰμι ἡ ἄμπελος, ὑμεῖς δὲ τὰ κλή- ματα· ὁ μένων ἐν ἐμοὶ, κἀγὼ ἐν αὐτῷ, οὗτος φέρει καρπὸν πολὺν, ὅτι χωρὶς ἐμοῦ οὐ δύνασθε ποιεῖν οὐδέν."6 Χρῆναι δὲ οὖν ἔγωγέ φημι προσερηρεῖσθαι δεῖν διὰ πίστεως καὶ ἀγάπης καὶ τῆς εἰς πᾶν ὁτιοῦν εὐπειθείας τῇ ἀμπέλῳ τῇ ἀληθινῇ, τοῦτ' ἔστι, Χρι- στῷ. Αὐτὸς γὰρ ἡμᾶς ἀποφανεῖ καρποφόρους, αὐτὸς περιθήσει φραγμὸν, καὶ ἐγερεῖ τὸ τεῖχος, καὶ ἀπο- στή
Isaiah commentary Book I Logos 4 opening§logos4-open
logos4-openBook I Logos 4.
Isaian oracles of Book I Logos 4 toward Christ.
Greek · §logos4-open
ΛΟΓΟΣ ∆ʹ.}1 9 Οὐαὶ ἐπισπώμενοι τὰς ἁμαρτίας ὡς σχοινίῳ μακρῷ καὶ ὡς ζυγοῦ ἱμάντι δαμάλεως τὰς ἀνομίας, οἱ λέγοντες· Τὸ τάχος ἐγγισάτω ἃ ποιήσει, ἵνα ἴδωμεν, καὶ ἐλθέτω ἡ βουλὴ τοῦ ἁγίου Ἰσραὴλ, ἵνα γνῶμεν.9 Ὁ μὲν τῶν ὅλων δημιουργὸς καὶ Κύριος, ἡμερό- τητι νικῶν τῆς ἀνθρώπου φύσεως τὴν ἀσθένειαν, προσελάλει τοῖς ἀρχαιοτέροις διὰ τῶν ἁγίων προφη- τῶν, τὰ δι' ὧν ἦν εἰκὸς μεταχωρῆσαι πρὸς τὰ βελ- τίω, τὰ χείρω μεθέντας, καὶ φαυλότητος μὲν κατα- λῆξαι καὶ ἁμαρτίας, διαβιῶναι δὲ μᾶλλον ἐν ἀρετῇ, καὶ κατορθοῦν ἑλέσθαι τὸ ἀγαθόν. Ταύτης τε ἕνεκα τῆς αἰτίας, ποτὲ μὲν αὐτοῖς παρετίθει τὰ γέρα τὰ τοῖς ἁγίοις ηὐτρεπισμένα· ποτὲ δὲ τοὺς τῆς κολάσεως ἀφηγεῖτο τρόπους, τοὺς τοῖς φιλαμαρτήμοσι πρέπον- τας, ἵνα πανταχόθεν συνελάσῃ 55 πρὸς τὸ ὠφελοῦν. Ἀλλ' οὐδεὶς ἦν τρόπος ὁ τὰς Ἰουδαίων ἐξιτηλίας ἀπώσασθαι δυνάμενος. Ἀπονενευκότες γὰρ εἰς φιλο- κερδίαν καὶ τρυφὰς, καὶ τὴν ἐσχάτην ἤδη νοσοῦντες ἀπόνοιαν κατὰ Θεοῦ, τοῖς ἁγίοις προφήταις ἐπεφύοντο δεινοί. Καὶ οἱ μὲν ἀπιστοῦντες παντελῶς τοῖς δι' αὐ- τῶν λεγομένοις ἔφασκον· "6Ἄλλα ἡμῖν λαλεῖτε, καὶ ἀναγγέλλετε ἑτέραν πλάνησιν·"6 οἱ δὲ μονονουχὶ καὶ καταιτιώμενοι τὸ τῆς θείας φύσεως ἀνεξίκακον ἀλ- λήλοις κατὰ τὸ εἰκὸς προσγελῶντες ἔφασκον· Ἀλλὰ μακρὰν αἱ ἡμέραι, ἀπόλωλε πᾶσα ὅρασις. Καὶ γοῦν ἔφη που Θεὸς πρὸς τὸν μακάριον Ἰεζεχιήλ· "6Υἱὲ ἀνθρώπου, ἰδοὺ ὁ οἶκος Ἰσραὴλ ὁ παραπικραίνων, λέγοντες λέγουσιν· Ἡ ὅρασις ἣν οὗτος ὁρᾷ, εἰς ἡμέ- ρας πολλὰς, καὶ εἰς καιροὺς μακροὺς οὗτος προφη- τεύει. ∆ιὰ τοῦτο εἰπὸν αὐτοῖς· Τάδε λέγει Ἀδωναῒ Κύριος· Οὐ μὴ μηκύνωσι πάντες οἱ λόγοι μου, οὓς ἂν λαλήσω· ὅτι λαλήσω λόγον, καὶ ποιήσω, λέγει Ἀδωναῒ Κύριος."6 Ἕτεροι δὲ πάλιν μονονουχὶ καὶ ἀπεγνωκότες τῆς ἑαυτῶν σωτηρίας καὶ ζωῆς, κατ- εθρασύνοντο τῆς ὀργῆς, καὶ δὴ καὶ ἔφασκον· Ἡκέτω τὸ τάχος ὁ τοῦ πολέμου καιρὸς, οὐκ ἀνάνδρους ἡμᾶς ἢ ψοφοδεεῖς ὄντας εὑρήσουσιν οἱ καταδῃοῦν ἐθέλοντες. Ἐμπειροπόλεμοι καὶ ἡμεῖς, καὶ εὖ εἰδότες τὰ τακτικά. Τοὺς ταῦτα πεφρονηκότας ταλανίζει δικαίως, καί φησιν· "6Οὐαὶ οἱ ἐπισπώμενοι τὰς ἁμαρτίας ὡς σχοινίῳ μακρῷ, καὶ ὡς ζυγοῦ ἱμάντι δαμάλεως τὰς ἀνομίας."6 Ἁμαρτίας δὲ καὶ ἀνομίας ἐν τούτοις φησὶ τὰς ὑπέρ γε τῶν ἁμαρτιῶν τιμωρίας ἤτοι κολάσεις, μακρὰν μὲν οὔσας ἔτι, καὶ οὔπω πλησίον, διά τοι τὸ ἀνεξικα- κεῖν ἔτι βούλεσθαι τὸν
Book I Logos 4 rem early§logos4-rem-early
logos4-rem-earlyRem early: Isaian oracles of Book I Logos 4 toward Christ.
Greek · §logos4-rem-early
Θεὸν, ἑλκομένας δὲ τρόπον τινὰ παρ' αὐτῶν, διὰ τοῦ βούλεσθαι καὶ τοῖς ἐκ θείας 70.160 ὀργῆς περιπεσεῖν κινήμασιν. Οἶμαι δὲ ἔγωγε τῶν τοιούτων ἑκάστῳ πρεπωδέστατά τε καὶ ἀληθῶς δύνα- σθαι λέγειν ἡμᾶς· "6Ἢ τοῦ πλούτου τῆς χρηστότητος αὐτοῦ, καὶ τῆς ἀνοχῆς, καὶ τῆς μακροθυμίας κατα- φρονεῖς, ἀγνοῶν ὅτι τὸ χρηστὸν τοῦ Θεοῦ εἰς μετά- νοιάν σε ἄγει; Κατὰ δὲ τὴν σκληρότητά σου καὶ ἀμε- τανόητον καρδίαν θησαυρίζεις σεαυτῷ ὀργὴν, ἐν ἡμέρᾳ ὀργῆς καὶ ἀποκαλύψεως καὶ δικαιοκρισίας τοῦ Θεοῦ."6 Ἕλκουσι γὰρ, ὡς ἔφην, αὐτοὶ καθ' ἑαυτῶν τὸν τῆς κολάσεως καιρὸν, τάχα που μικροψυχοῦντες, ὅτι μέλλει κολάζων αὐτοὺς, καὶ μὴ πλημμελοῦσιν ἀκαθέκτως ἐπετίθει τὰς δίκας. Ἕλκουσι τοίνυν τὰς ἁμαρτίας ὡς σχοίνῳ μακρῷ, καὶ ὡς ζυγοῦ ἱμάντι δαμάλεως τὰς ἀνομίας. Ὥσπερ γὰρ τὰς δαμάλεις, ἤτοι τὰς βοῦς ὑποφέροντες τοῖς ζυγοῖς, ἕλκουσιν ἔσθ' ὅτε σὺν βίᾳ πολλῇ, καὶ καταδεσμεύουσιν εἰς πόνους· τὸν αὐτὸν, οἶμαι, τρόπον κἀκεῖνοι τοῖς ἐκ θείας ὀρ- γῆς ἐπισυμβήσεσθαι μέλλουσιν ἑαυτοὺς ὑποφέροντες ἔφασκον· "6Ἐγγισάτω τὸ τάχος, ἃ ποιήσει, ἵνα ἴδωμεν, καὶ ἐλθέτω ἡ βουλὴ τοῦ ἁγίου Ἰσραὴλ ἵνα γνῶμεν."6 Τοῦτο λέγοντας καὶ οὕτω πεφρονηκότας καὶ ἕτερος τῶν ἁγίων προφητῶν ταλανίζει λέγων· Οὐαὶ οἱ ἐπι- θυμοῦντες τὴν ἡμέραν Κυρίου· καὶ αὕτη ἐστὶ σκότος, καὶ οὐ φῶς, καὶ γνόφος οὐκ ἔχων φέγγος αὐτοῦ. Χρὴ τοίνυν μανθάνοντας ὅτι λελύπηται Θεὸς, παραχρῆμα μετανοεῖν, καὶ ἀκαταλήκτοις προσευχαῖς μειλίσσεσθαι μᾶλλον αὐτὸν, οὐ παροτρύνειν ἔτι κεκινημένον· οὔτε μὴν ἀπειλοῦντος καταφρονεῖν· μακρόθυμος γάρ ἐστι, καὶ πολυέλεος, ἀποφέρων ἀνομίας, καὶ ὑπερ- βαίνων ἀδικίας· καὶ μικροῖς ἔσθ' ὅτε δακρύοις τῶν ἡμαρτηκότων ἐπὶ τὴν αὐτῷ φιλαιτάτην γαληνότητα μεθιστάμενος. 9Οὐαὶ οἱ λέγοντες τὸ πονηρὸν καλὸν, καὶ τὸ κα- λὸν πονηρὸν, οἱ τιθέντες τὸ σκότος φῶς, καὶ τὸ φῶς σκότος, οἱ τιθέντες τὸ πικρὸν γλυκὺ, καὶ τὸ γλυκὺ πικρόν. Οὐαὶ οἱ συνετοὶ ἐν ἑαυτοῖς, καὶ ἐνώπιον ἑαυτῶν ἐπιστήμονες.9 Ἀσυνέτους ὄντας παντελῶς καὶ διὰ τούτων ἐλέγχει τοὺς τὰς ἁμαρτίας ἐπισπωμένους ὡς σχοινίῳ μακρῷ. ∆έον γὰρ ἐπαίνου παντὸς ἀξιοῦν τὸ χρῆναι μετανοεῖν, καὶ διὰ πάσης ἐπιεικείας ἀπαλλάττειν ἑαυτοὺς τῆς ἐπηρτημένης ὀργῆς, καὶ ταῖς νηστείαις ἀπολογεῖσθαι λελυπημένῳ τῷ πάντων κρατοῦντι Θεῷ· ἀδόκιμοι γεγόνασι τραπεζῖται, τιμῶντες μὲν τὰ αἰσχίω, κατα- κιβδηλεύοντες δὲ τὸ ἀσυγκρίτως ἄμεινον, καὶ τὸ ὅτι μάλιστα λυσιτελὲς εἰς 56 σωτηρίαν αὐτοῖς. Πρέπει δὴ οὖν ἄρα τοῖς οὕτω πεφρονηκόσι τὸ οὐαί. Ἀνόσιοι γὰρ καὶ ἀσύνετοι καθ' ἑαυτῶν γεγόνασι δικασταί. Τὸ μὲν γὰρ πονηρὸν καλὸν εἶναι λέγοντες, καταλογι- ζόμενοι τὸ σκότος φῶς, καὶ τὸ μὲν πικρὸν γλυκὺ, τὸ δὲ γλυκὺ πι
Book I Logos 4 rem mid§logos4-rem-mid
logos4-rem-midRem mid: history and spiritual theoria held together.
Greek · §logos4-rem-mid
γάρ τοι καθ' ἡμᾶς φρονοῦσι τὰ κάτω, ἀλλ' ἐν ἀποῤῥήτοις τισὶν ὑψώμασιν ἐννοιῶν αἱ ἀνωτάτω δυνάμεις τὸν οἰκεῖον ἔχουσι νοῦν. Εὔφημον δὲ καὶ τὸ στόμα αὐ- 70.176 ταῖς. ∆οξολογοῦσι γὰρ καὶ τοῦτο ἐξ ἀμοιβῆς, οὐ διά γε τὸ κάμνειν, καθάπερ ἐγῷμαι, παραχωροῦσι δὲ μᾶλλον τὰς τιμὰς ἀλλήλως, καὶ ἀντιδωρούμεναι τὰς δοξολογίας. Πάντα γὰρ ἐν κόσμῳ τὰ ἄνω. Τρὶς δὲ τὸ. "6Ἅγιος"6 λέγουσαι, κατακλείουσι τὴν δοξολογίαν, εἰς τὸ, "6Κύριος Σαβαὼθ,"6 ἐν μιᾷ θεότητος φύσει τὴν ἁγίαν τιθέντες Τριάδα. Ὑφεστάναι μὲν γὰρ ὁμολογουμέ- νως φαμὲν τὸν Πατέρα· οὕτω δὲ καὶ τὸν Υἱὸν, καὶ τὸ Πνεῦμα τὸ ἅγιον. Καὶ λόγος οὐδεὶς διατέμνει πρὸς ἑτερότητα φυσικὴν τῶν ὠνομασμένων ἕκαστον, ἀλλ' ἐν ὑποστάσεσι τρισὶ νοεῖται μία θεότης. Καὶ δι' αὐ- τῶν ἡμῖν τοῦτο μεμαρτύρηται τῶν ἁγίων Σεραφεὶμ, οἳ καὶ πλήρη πᾶσαν τὴν γῆν εἶναι λέγουσι τῆς δόξης αὐτοῦ, προαναφωνοῦντες τὰ ἐσόμενα, καὶ τῆς διὰ Χρι- στοῦ γεγενημένης οἰκονομίας προαναγγέλλοντες τὸ μυστήριον. Πρὶν μὲν γὰρ σάρκα γενέσθαι τὸν Λόγον, κατεκράτει τῆς ὑπ' οὐρανὸν ὁ δαίμων ὁ ἀλητήριος, ὁ δράκων, ὁ ἀποστάτης. Προσεκυνήθη δὲ καὶ ἡ κτίσις παρὰ τὸν κτίσαντα καὶ Ποιητήν· ἐπειδὴ δὲ γέγονεν ἄνθρωπος ὁ μονογενὴς τοῦ Θεοῦ Λόγος, πεπλήρωται τῆς δόξης αὐτοῦ πᾶσα γῆ. Κάμψει γὰρ αὐτῷ πᾶν γόνυ, καὶ πᾶσα φυλὴ, καὶ γλῶσσαι ἐξομολογήσονται, καὶ αὐτῷ δουλεύσουσι, κατὰ τὸ γεγραμμένον. Προανακεκράγει δὲ καὶ τοῦτο ὁ μακάριος ∆αβὶδ ἐν πνεύματι· ἔφη γάρ· "6Πάντα τὰ ἔθνη ὅσα ἐποίησας, ἥξουσι, καὶ προσκυνήσουσιν ἐνώπιόν σου, Κύριε."6 Τοῦτό τοι τετέλεσται κεκλημένης τῆς ἐξ ἐθνῶν πληθύος· καὶ προσκυνούντων ἁπάντων τῷ δι' ἡμᾶς καθ' ἡμᾶς γενομένῳ, μεμενηκότι δὲ δι' ἑαυτὸν ὑπὲρ πάντα. 9Καὶ ἐπήρθη τὸ ὑπέρθυρον ἀπὸ τῆς φωνῆς ἧς ἐκέκραγον, καὶ ὁ οἶκος ἐπλήσθη καπνοῦ.9 Τεθέαται μὲν γὰρ ὁ προφήτης τὸν Κύριον Σαβαὼθ καθήμενον ἐπὶ θρόνου ὑψηλοῦ καὶ ἐπηρμένου, πε- ριεστηκότων ἐν κύκλῳ τῶν ἁγίων Σεραφεὶμ, καὶ ἀκαταλήκτοις δοξολογίαις εὐφημούντων αὐτόν. ∆ι- εβεβαιοῦτο δὲ, ὅτι πλήρης ὁ οἶκος τῆς δόξης αὐτοῦ. Νῦν δὲ ἐπῆρθαί φησι τὸ ὑπέρθυρον, ἐμπεπλῆσθαι δὲ καὶ τὸν οἶκον καπνοῦ, καὶ ἀπό γε τῆς φωνῆς ἧς ἐκέκραγον τὰ ἅγια Σεραφείμ. Ἆρ' οὖν ἐροῦμεν τὴν φωνὴν αἰτίαν γενέσθαι τῶν συμβεβηκότων τῷ οἴκῳ; Καίτοι πῶς οὐ σφόδρα ἐστὶν ἀκαλλὲς τὸ φρονεῖν ἑλέσθαι ταυτί; Τίνα δὴ οὖν τρόπον ταῖς τῶν προ- κειμένων προσβαλοῦμεν ἐννοίαις; Ἄριστά τε καὶ σοφῶς. Πρὸ μὲν τῆς τοῦ Σωτῆρος ἡμῶν ἐνανθρωπή- σεως καὶ ἐπιδημίας, ἔτι τὴν ἐν νόμῳ πολιτείαν ἀκω- λύτως τε καὶ ἀνεπιπλήκτως διέποντος τοῦ Ἰσραὴλ, πλήρης ἦν ὁ διαβόητος ἐκεῖνος νεὼς ἐν τοῖς Ἱεροσο- λύμοις ὃν Σολομὼν ἀνεδείματο τῆς δόξης τοῦ Θεοῦ. Ἐπετέλουν γὰρ
Book I Logos 4 rem close CLOSEOUT§logos4-rem-close
logos4-rem-closeRem CLOSEOUT: Logos 4 CLOSEOUT.
Greek · §logos4-rem-close
ν, ὡς βάλανοι κείσονται, μονονουχὶ θήκης ἰδίας ἐκπεπτωκότες τῆς ἐνεγκούσης αὐτούς. Τοιοῦτόν τι καὶ ὁ Σολομών φησιν· "6Ὥσπερ ὄρνεον ὅταν ἐκ- 70.192 πέσῃ ἐκ τῆς ἰδίας καλιᾶς, οὕτω καὶ ἄνθρωπος ὅταν ἀποσπασθῇ ἐκ τῶν ἰδίων τόπων."6 Τί γὰρ ἂν γένοιτο τῶν ἐν αἰχμαλωσίᾳ τὸ οἰκτρότερον; Τί δὲ οὕτως ἐλεεινὸν καὶ πεπατημένον, ὡς ἀνθρώπους ὑπὸ χεῖρα πεσεῖν τῶν κεκρατηκότων; 9Καὶ ἐγένετο ἐν ταῖς ἡμέραις Ἄχαζ τοῦ Ἰωαθὰμ τοῦ υἱοῦ Ὀζίου βασιλέως Ἰούδα, ἀνέβη Ῥααςσὼν βασιλεὺς Συρίας, καὶ Φακεὲ υἱὸς Ῥομελίου βασιλεὺς Ἰσραὴλ ἐπὶ Ἱερουσαλὴμ πολεμῆσαι αὐτὴν, καὶ οὐκ ἠδυνήθησαν πολιορκῆσαι αὐτήν.9 Οἱ τὴν ἐν ταῖς θεοπνεύστοις Γραφαῖς ἱστορίαν ὡς ἕωλον παραιτούμενοι, φεύγουσι κατὰ τὸ εἰκὸς τὸ νοεῖν δύνασθαι, καθ' ὃν προσήκει τρόπον, τὰ ἐν αὐ- τοῖς γεγραμμένα. Θεωρία μὲν γὰρ πνευματικὴ καλή τε καὶ ὀνησιφόρος, καὶ τῆς διανοίας τὸν ὀφθαλμὸν εὖ μάλα καταλαμπρύνουσα νουνεχεστάτους ἀποτελεῖ. Ὅταν δέ τι τῶν ἱστορικῶς πεπραγμένων διὰ τῶν ἱερῶν ἡμῖν Γραμμάτων εἰσφέρηται, τότε δὴ τότε τὸ ἐκ τῆς ἱστορίας χρήσιμον θηρᾶσθαι πρέπει, ἵνα πανταχόθεν ἡμᾶς ἡ θεόπνευστος Γραφὴ σώζουσά τε καὶ ὠφελοῦσα φαίνηται. Ἀφηγεῖται τοίνυν ὁ προφη- τικὸς ἡμῖν ἐν τούτοις λόγος τὰ ἐν καιροῖς τῆς Ὀζίου βασιλείας συμβεβηκότα τοῖς ἐξ Ἰούδα καὶ Βενιαμεὶν, καὶ ταῖς ἐν τῇ Σαμαρείᾳ δέκα φυλαῖς, αἲ καὶ Ἐφραῒμ ὠνομάζοντο, καὶ μέν τοι καὶ Ἰσραήλ. Ἐπειδὴ δὲ ἐν καιροῖς τεσσάρων βασιλέων ὁ σύμπας τῆς προφητείας γέγονε λόγος, τὰ ἐν τοῖς ἑκάστου καιροῖς συμβαίνοντα τίθησιν ὁ προφήτης, καὶ ἀναγκαίως ἐπισημαίνεται, τάξιν ταῖς ὁράσεσιν, ἤτοι τοῖς ἑαυτοῦ λόγοις τὴν ἀρίστην ἐπιτιθείς. Τεθνεῶτος τοιγαροῦν Ἀζαρίου καὶ τοῦ Ὀζίου, διαδέχεται τὴν βασιλείαν Ἰωαθὰν, ἠκο-λούθησέ τε τῷ σκοπῷ, καὶ τοῖς ἐπιτηδεύμασι τοῦ ἰδίου πατρός. Λέγεται μὲν γὰρ καὶ αὐτὸς ἐν ὀφθαλ- μοῖς Κυρίου ποιῆσαι τὸ εὐθὲς, καθὰ καὶ Ὀζίας, πλὴν τὰ ὑψηλὰ οὐκ ἐξῆρεν, ἀλλ' ἔτι ὁ λαὸς ἐθυμίων ἐν τοῖς ὑψηλοῖς. Καὶ ἐζήτησε μὲν Ὀζίας παρὰ τὸ ἐξὸν ἱερα- τεῦσαι Θεῷ, καὶ προσενεγκεῖν θυμιάματα, καὶ λελέ- πρωται ταύτης ἕνεκα τῆς αἰτίας. Ἰωαθάν γε μὴν οὐχ οὕτως. Ἐπειδὴ δὲ καὶ αὐτὸς ἀπεβίω, διαδέχεται τὴν βασιλείαν ὁ Ἄχαζ, βασιλεύοντος ἐπὶ τὸν Ἰσραὴλ, τοῦτ' ἔστι, τῶν δώδεκα φυλῶν, Φακεὲ υἱοῦ Ῥομελίου. Οὗτος κεκίνηκε πόλεμον κατὰ τοῦ Ἄχαζ καὶ τοῦ Ἰούδα, καὶ ἀπέκτεινε μὲν ἐν μιᾷ ἡμέρᾳ ἑκατὸν καὶ εἴκοσι χιλιάδας. Παρωτρύνετο γὰρ ὁ τῶν ὅλων Θεὸς ἐν ταῖς τοῦ Ἄχαζ δυσσεβείαις, περὶ οὗ καὶ γέγραπται ἐν τῇ τετάρτῃ τῶν Βασιλειῶν, ὅτι ἐπορεύθη ἐν ὁδῷ βασιλέως Ἰσραήλ. Γέγονε γὰρ ἀνὴρ δυσσεβὴς, καὶ λελάτρευκεν εἰδώλοις, καὶ τὰ τέκνα αὐτοῦ διήγαγε διὰ πυρὸς καταθυμιῶν τοῖς ἀκαθάρτοις δαίμοσιν.
Isaiah commentary Book I Logos 5 opening§logos5-open
logos5-openBook I Logos 5.
Isaian oracles of Book I Logos 5; Book I approaching close.
Greek · §logos5-open
ΛΟΓΟΣ Εʹ.}1 9Ἀλλ' ἐπάξει Κύριος ἐπὶ σὲ, καὶ ἐπὶ τὸν λαόν σου, καὶ ἐπὶ τὸν οἶκον τοῦ πατρός σου ἡμέρας, αἳ οὐδέπω ἥκασιν, ἀφ' ἧς ἡμέρας ἀφεῖλεν Ἐφραῒμ ἀπὸ Ἰούδα τὸν βασιλέα τῶν Ἀςσυρίων.9 Τεθορυβημένῳ λίαν τῷ Ἄχαζ ἐπὶ τῇ συμφωνίᾳ τῶν δύο βασιλέων, τοῦ τε Ῥαασσὼν καὶ τοῦ Φακεὲ, 70.208 κατεπηγγέλλετο μὲν τὴν ἐπικουρίαν ὁ τῶν ὅλων Θεός· ἐπειδὴ δὲ προσεμπεδοῦν ἤθελεν εἰς πίστιν αὐ- τὸν, αἰτεῖν ἐκέλευσε σημεῖον, "6εἰς βάθος ἢ εἰς ὕψος."6 Παραιτουμένου δὲ τοῦ Ἄχαζ, καὶ δυστροπώ- τατα λέγοντος, Οὐ μὴ αἰτήσω, οὐδ' οὐ μὴ πειράσω Κύριον (ἐζήτει γὰρ μᾶλλον τοὺς ἐκ τῶν ψευδομάν- τεων φενακισμοὺς), ηὐτομόλησε τρόπον τινὰ Θεὸς, καὶ τῷ οἴκῳ ∆αβὶδ ἐδίδου σημεῖον αὐτός. Ἔφασκε γάρ· "6Ἰδοὺ ἡ παρθένος ἐν γαστρὶ ἕξει, καὶ τέξεται υἱὸν, καὶ καλέσεις τὸ ὄνομα αὐτοῦ Ἐμμανουήλ."6 Ἐπειδὴ δὲ ὁ περὶ τούτων εὖ μάλα διεπεραίνετο λό- γος, μεθίστησι πάλιν τῶν ἐσομένων τὴν προαγόρευ- σιν, ἐπ' αὐτὸ τοῦ Ἄχαζ τὸ πρόσωπον. Ἔδει γὰρ, ἔδει σωτηρίας μὲν τῆς διὰ Χριστοῦ γενέσθαι τὴν προανάῤῥησιν πρὸς τοὺς ἐκ τοῦ οἴκου ∆αβὶδ, τοῦτ' ἔστι, τοὺς ἐκ τῆς Ἰούδα φυλῆς, ἐξ ἧς καὶ αὐτὸς ἀνατέταλκε τὸ κατὰ σάρκα Χριστός· τῶν γεμὴν συμ- βησομένων κατὰ καιροὺς δεινῶν τε καὶ ἀπευκτῶν τοῖς ἀπειθεῖν ᾑρημένοις ποιεῖται τὴν προανάῤῥησιν, ἵν' εἰδεῖεν ὅτι πικρὸν ἀληθῶς, καὶ οὐκ ἀζήμιον τοῖς τὴν θείαν ἀτιμάζουσι δόξαν τὸ παρέχειν ἀγῶνα Κυ- ρίῳ, καὶ προσκυνεῖν ἑλέσθαι παρ' αὐτὸν ἑτέροις τοῖς οὐκ οὖσι θεοῖς. Ὅτι τοίνυν ἔμελλον κατὰ καιροὺς, αὐτά τε τὰ Ἱεροσόλυμα, καὶ ἅπασα δὲ τῶν Ἰουδαίων ἡ χώρα ταῖς ἐσχάταις περιπεσεῖσθαι ταλαιπωρίαις, καὶ ὑπὸ χεῖρα γενέσθαι τῶν ἐχθρῶν, προκαταμηνύει λεπτῶς. Ἀσαφεστέραν δὲ οὖσαν τὴν τῶν λέξεων συνθήκην, ὡς ἂν οἷός τε, καὶ πρό γε τῶν ἄλλων δια- τρανοῦν πειράσομαι. "6Ἐπάξει, φησὶν, ὁ Θεὸς ἐπὶ σὲ, καὶ ἐπὶ τὸν λαόν σου, καὶ ἐπὶ τὸν οἶκον τοῦ πατρός σου, ἡμέρας, αἳ οὔπω ἥκασιν, ἀφ' ἧς ἡμέρας ἀφεῖλεν Ἐφραῒμ ἀπὸ Ἰούδα."6 Ἔστι δὲ τῶν στίχων τοιοῦτος ὁνοῦς· Ἐν καιροῖς τῆς βασιλείας Ῥοβοὰμ υἱοῦ Σολο-μῶνος ἀφεῖλε, τοῦτ' ἔστιν, ἀπέσπασεν ἑαυτὸν ὁ Ἐφραῒμ, τοῦτ' ἔστι, πάλιν αἱ δέκα φυλαὶ, ἀπὸ τῆς Ἰούδα φυλῆς. Ἐχωρίσθησαν γὰρ καὶ αἱ μὲν δέκα φυλαὶ ἀπὸ τῆς Ἰούδα φυλῆς, κατῳκήκασι τὴν Σα- μάρειαν, ἡ δέ γε φυλὴ Ἰούδα καὶ τὸ ἥμισυ φυλῆς Μανασσῆ μεμενήκασιν ἐν τοῖς Ἱεροσολύμοις. Ἀλλὰπροϊόντος τοῦ καιροῦ πολλὰ
Book I Logos 5 rem early§logos5-rem-early
logos5-rem-earlyRem early: Isaian oracles of Book I Logos 5; Book I approaching close.
Greek · §logos5-rem-early
συμβέβηκε τῶν ἀπευκτῶν αὐτοῖς. Πεπόρθηται γὰρ ἡ Σαμάρεια, κατέδραμον δὲ καὶ τὴν Ἰουδαίαν τὰ περίοικα τῶν ἐθνῶν, Ἰδου- μαῖοι, Μωαβίται, καὶ οἱ ἐκ τῆς Φιλιστιείμ. Πεπόν- θασι τοίνυν πολλὰ δεινὰ, καὶ ἡμερῶν πεπείρανται σκληρῶν, οὗτοί τε κἀκεῖνοι. Ἡμέρας τοίνυν, φησὶν, ἐπάξει 74 Θεὸς, ὧν ἴσαι οὔπω γεγόνασιν, ἤτοι ἀφίκοντο καθ' ὑμῶν ἐξ ἐκείνου τοῦ καιροῦ, ἀφ' οὗ ἀφεῖλεν, ἤτοι ἀπέσπασεν ἑαυτὸν ὁ Ἐφραῒμ ἀπὸ τοῦ Ἰούδα. Ποῖος δὲ ἡμῖν οὗτος ὁ καιρὸς, ἢ τίνες αἱ ἡμέραι; Ὁ βασι- λεὺς, φησὶν, Ἀσσυρίων, τοῦτ' ἔστιν, ὁ Ναβουχοδονόσορ, ὃς πεπόρθηκε τὰ Ἱεροσόλυμα, καὶ κατὰ κράτος εἷλε πᾶσαν τὴν Ἰουδαίαν, ἐνέπρησε δὲ καὶ τὸν θεῖον ναὸν, καὶ οὐδὲν τὸ παράπαν τῶν εἰς ὠμό- τητα θηριοπρεπῆ παραλέλοιπεν, ὃ μὴ κατὰ παντὸς δεδρακὼς εὑρίσκηται τοῦ ἔθνους. 9Καὶ ἔσται ἐν τῇ ἡμέρᾳ ἐκείνῃ συριεῖ Κύριος μυίαις, ὃ κυριεύει μέρους ποταμοῦ Αἰγύπτου, καὶ τῇ μελίσσῃ, ἥ ἐστιν ἐν χώρᾳ τῶν Ἀσσυρίων· καὶ ἐλεύσονται πάντες, καὶ ἀναπαύσονται ἐν ταῖς φάραγξι τῆς χώρας, καὶ ἐν τρώγλαις τῶν πετρῶν, καὶ εἰς τὰ σπήλαια, καὶ εἰς πᾶσαν ῥα- γάδα, καὶ ἐν παντὶ ξύλῳ.9 70.209 Κατευρύνει τὸ διήγημα, καὶ δίεισι λεπτῶς τοῦ πολέμου τὴν ἔφοδον, καὶ ὅτι πᾶσαν αὐτῶν κατανεμη- θήσονται γῆν, κώμας τε καὶ πόλεις, οἱ κατ' αὐτῶν ἥξοντες κατὰ καιρούς. Χρῆναι δὲ οἶμαι τὰ ἐν τῇ τετάρτῃ τῶν Βασιλειῶν γεγραμμένα πάλιν εἰπεῖν, πρὸς τὴν τῶν ἐσομένων ἀκριβῆ διασάφησιν. Γέγονε τοίνυν υἱὸς μὲν τοῦ Ἄχας, πρὸς ὃν νῦν ὁ λόγος, Ἐζεχίας, Ἐζεχίου δὲ Μανασῆς· Μανασῆ δὲ Ἀμώς. Τούτου δὲ παῖς Ἰωσίας ἀνὴρ εὐσεβὴς, πλὴν ἀπεβίω τοιῷδέ τινι τρόπῳ. Φαραὼ Νεχαὼ βασιλεὺς Αἰγύπτου τὴν ἐνεγκοῦσαν ἀφεὶς ἐξέθει πανστρατιᾷ καὶ κατὰ τῆς Ἀσσυρίων ἠπείγετο γῆς. ∆εδιώς τε τοίνυν ὁ Ἰωσίας, μὴ ἄρα πως καὶ κατὰ τῆς Ἰουδαίας ἐλθὼν, ὑπὸ χεῖρά τε τὴν ἑαυτοῦ λάβοι, καὶ κατάρξειεν αὐτῆς, ἀντεξάγειν ἤθελε, καίτοι τοῦ Φαραὼ τὴν πρὸς αὐτὸν παραιτουμένου μάχην· ἐνιστάμενος δὲ τετελεύτηκεν ἐν τῷ πολέμῳ, καὶ κατεκράτησε τῆς Ἰουδαίων γῆς ὁ Αἰγύπτιος, εἰς τοῦτο δὲ διήλασεν ἰσχύος, ὥστε καὶ βασιλεύσαντα τὸν Ἰωαχὰς τὸν Ἰωσίου παῖδα μετα-στῆσαι τῆς βασιλείας, καὶ δεδεμένον εἰσενεγκεῖν εἰς τὴν ἑαυτοῦ χώραν, καὶ χειροτονῆσαι βασιλέα τὸν Ἐλιακεὶμ, καὶ δασμοὺς ἐπιθεῖναι τῷ ἔθνει, καὶ χρημάτων ἄθροισιν αἰτῆσαι πολλήν. Εἶτα βασιλεύ- σαντος τῆς Ἰουδαίας Ἐλιακεὶμ ἐπ' ἔτεσιν ὅλοις ἕν- δεκα τὸν ἀριθμὸν, διαδέχεται τοὺς θάκους Ἰεχονίας υἱὸς αὐτοῦ· εἶτα μετὰ τοῦτον Σεδεκίας, οὗ τὴν βα- σιλείαν διέποντος, κατεστράτευσε τῆς Ἰουδαίας ὁ Ναβουχοδονόσορ, ὃς καὶ πάσας κατεμπρήσας, καὶ προσθεὶς ταῖς ἄλλαις πόλεσιν καὶ αὐτὴν τὴν Ἱερου- σαλὴμ, εἷλεν αἰχμάλωτον τὸν Ἰσραὴλ, ὁμοῦ τοῖς σκεύεσι τοῖς
Book I Logos 5 rem mid§logos5-rem-mid
logos5-rem-midRem mid: history and spiritual theoria held together.
Greek · §logos5-rem-mid
λογοῦντας, οἳ ἐκ τῆς κοιλίας φωνοῦσιν, οὐκ ἔθνος πρὸς Θεὸν αὐτοῦ; Τί ἐκζητοῦσι περὶ τῶν ζώντων τοὺς νεκρούς; Νόμον γὰρ εἰς βοήθειαν ἔδωκεν, ἵνα εἴπωσιν· Οὐχ ὡς τὸ ῥῆμα τοῦτο περὶ οὗ οὐκ ἔστι δῶρα δοῦναι περὶ αὐτοῦ.9 Κατηχητικὸν ἐξυφαίνει λόγον αὐτὸς ὁ Ἐμμανουὴλ τοῖς ἐλπίδα θεμένοις εἰς αὐτὸν, οἳ κατελογίσθησαν μὲν ἐν τέκνοις· δέδονται δὲ αὐτῷ παρὰ Θεοῦ καὶ Πα- τρὸς, ὡς Σωτῆρι καὶ Λυτρωτῇ καὶ Ζωοποιῷ, καὶ 86 καταφωτίζειν ἰσχύοντι, καὶ παντὸς ἀπαλλάττειν κα- κοῦ· ἀφίστησι δὲ αὐτοὺς ὁλοτρόπως τῶν ἀρχαίων ἠθῶν, καὶ φρενοβλαβείας τῆς πρώτης. Ἔθος μὲν γὰρ τοῖς τῶν εἰδώλων προσκυνηταῖς, τοὺς ἐκ τῶν δαιμο- 70.241 νίων χρησμοὺς ἀγαπᾷν, καὶ κενολόγοις τισὶ νεκρο- μάντεσι προσκεῖσθαι φιλεῖν, οἳ λέγουσι μὲν ἀληθὲς οὐδέν· ἀνερεύγονται δὲ ὥσπερ τὸ εἰς νοῦν ἧκον ἁπλῶς. Ἀλλ' ὑμεῖς, φησὶ, κἂν εἰ προσίοιτό τις, λέ- γων· Ζητήσατε τοὺς ἀπὸ τῆς γῆς φωνοῦντας, τοῦτ' ἔστι, τοὺς προσποιουμένους ἀναφέρειν τοὺς νεκρούς· καὶ ὥσπερ ἐξ ᾅδου ποιεῖσθαι τὰς μαντείας· ἤγουν τοὺς ἐγγαστριμύθους· οἳ προσποιοῦνται μὲν θεούς τινας ἔχειν εἰς τὴν κοιλίαν, οὕτω τε τοῖς προσιοῦσι τὰ παρ' ἐκείνων λαλεῖν, μὴ προσίεσθε τὴν συμβουλήν. Φωνοῦσι γὰρ ἀπὸ μόνης τῆς ἑαυτῶν κοιλίας, καὶ οὐκ εἰσὶν ἔθνος συνετὸν, ὥστε καὶ ἀναζητῆσαι Θεὸν, καὶ παρ' αὐτοῦ τι μαθεῖν. Λέγετε δὲ τοῖς ἐκεῖνα συμ- βουλεύουσι· Τί ἐκζητοῦσι περὶ τῶν ζώντων τοὺς νε- κρούς; ὁρᾷς ὅπως ἀπεργάζεται νουνεχεστάτους; Οὐ γὰρ μόνον ἀποφοιτᾷν ἐπιτάττει τῆς ἐκείνων σκαιό- τητος καὶ φρενοβλαβείας, ἀλλὰ γὰρ καὶ συμβούλους ἀγαθοὺς, τοῖς πεπλανημένοις γενέσθαι προστάττει. Λέγετε γὰρ, φησί· Τί ἐκζητοῦσι περὶ τῶν ζώντων τοὺς νεκρούς; κοινὸς γὰρ καὶ ἀνθρώπινος ὁ λογισμός. Ποῖον γὰρ ἂν ἔχοι λόγον τὸ διερωτᾷν ἐθέλειν περὶ τῶν ἔτι ζώντων τοὺς ἐν τῇ γῇ κειμένους, ἢ ἐν ᾅδου τυχὸν γενομένας ψυχάς; Καὶ καθ' ἕτερον δὲ τρόπον, ἀμαθὲς παντελῶς νεκυομαντείαις προσέχειν, καὶ ταῖς τῶν γοητῶν ψευδοεπίαις οἳ νεκρὸν ἔχουσι τὸν νοῦν, καὶ οἷον ἀπεψυγμένην καρδίαν. Οὐ γὰρ ἴσασι τὸν τῶν ὅλων δημιουργὸν, οὐκ ἔχουσιν ἐν αὐτοῖς τὸν ζωοποιὸν τοῦ Θεοῦ λόγον. Εἰσὶ δὲ πρὸς τοῦτο, καὶ νεκρῶν ἔρ- γων ἐπιμεληταί. Πῶς οὖν οἱ ζῶντες, τοῦτ' ἔστιν, οἱ τὴν ἄνωθεν ἔχοντες ἐν ἑαυτοῖς ζωοποίησιν, καὶ τὸν ζῶντα τοῦ Θεοῦ Λόγον ἐκπεπλουτηκότες περὶ αὐτῶν ἐρωτῶσι τοὺς νεκρούς; Ταῦτα τοίνυν λέγετε, φησὶ, προστιθέντες ὅτι νόμον εἰς βοήθειαν ἔδωκεν, τοῦτ' ἔστι, τὸν εὐαγγελικὸν, ἵν' οἱ προσέχοντες αὐτῷ λέ- γωσιν· Οὐχ ὡς τὸ ῥῆμα τοῦτο, περὶ οὗ οὐκ ἔστι δῶρα δοῦναι περὶ αὐτοῦ. Πωλοῦσι μὲν γὰρ τὸ ψεῦδος, οἱ τὰ ἐκ μόνης τῆς ἑαυτῶν καρδίας λαλοῦντες· ὁ δέ γε σω- τήριος καὶ ἀληθὴς τοῦ Θεοῦ νόμος, τοῦτ' ἔ
Book I Logos 5 rem close CLOSEOUT§logos5-rem-close
logos5-rem-closeRem CLOSEOUT: Logos 5 CLOSEOUT — Book I rem next if Logos 6 absent.
Greek · §logos5-rem-close
φανερωμένης, ἐν ἐπαίνοις ἦν ἐκεῖνα πολλοῖς. Οὕτω καὶ γέγραπται περί τε Ζαχαρίου καὶ Ἐλιζάβεθ· "6Ἐγένετο δὲ ἐν ταῖς ἡμέραις Ἡρώδου τοῦ βασιλέως τῆς Ἰουδαίας ἱερεύς τις, ὀνόματι Ζαχαρίας, ἐξ ἐφημερίας Ἀβιᾶ, καὶ γυνὴ αὐτοῦ ἐκ τῶν 98 θυγατέρων Ἀαρὼν, καὶ τὸ ὄνομα αὐ- τῆς Ἐλιζάβεθ. Ἦσαν δὲ δίκαιοι ἀμφότεροι ἐναντίον τοῦ Θεοῦ, πορευόμενοι ἐν πάσαις ταῖς ἐντολαῖς καὶ δικαιώμασι τοῦ Κυρίου ἄμεμπτοι."6 Κατὰ τοῦτον οἶμαι διαβιῶναι τὸν τρόπον καὶ αὐτοὺς τοὺς ἁγίους προφήτας. Καὶ μὴν καὶ ὁ θεσπέσιος Παῦλος καίτοι λέγων ἀναφανδὸν, ὅτι γέγονε κατὰ δικαιοσύνην τὴν ἐν νόμῳ ἄμεμπτος· "6Ἀλλὰ τί ἦν μοι κέρδος; ταῦτα, φησὶν, ἥγημαι διὰ τὸν Χριστὸν ζημίαν."6 Οὐκοῦν πρὸ μὲν τῆς ἐπιδημίας τοῦ πάντων ἡμῶν Σωτῆρος Χρι- στοῦ, τοῖς κατὰ νόμον αὐχήμασιν εὐδοκιμοῦντές τινες, ἀνδρεῖοί τε ἦσαν, καὶ νεανικοί. Μετὰ δὲ τὴν ἐπιφάνειαν αὐτοῦ, καὶ τὸ κήρυγμα τὸ εὐαγγελικὸν, 70.273 πέπαυται τὰ ἐν νόμῳ, μετεφοίτησεν ἡ σκιὰ πρὸς ἀλήθειαν, εἰσκεκόμισται δὲ ἡ ἐν πνεύματί τε καὶ ἀληθὴς λατρεία. Οὐκ οὖν εὐφραίνεται Θεὸς ἐπὶ τοῖς τῶν Ἰουδαίων νεανίσκοις, τοῦτ' ἔστι, τοῖς ἀνδριζο- μένοις ἔτι, διά γε τοῦ ζῇν ἑλέσθαι νομίμως. Ἀπαρά- δεκτοι δὲ αἱ δι' αἱμάτων θυσίαι, καὶ σαρκὸς περι- τομὴ, βαπτισμῶν διδαχαὶ, καὶ Σαββάτων ἀργεῖαι. ∆εδιδάγμεθα δὲ, ὡς ἔφην, τῆς ἁνδανούσης Θεῷ πολι- τείας τὴν ὁδόν. Ἀπόβλητοι δὴ οὖν καὶ μάλα εἰκότως μετὰ τὴν κατάληξιν τῆς σκιᾶς οἱ κατ' αὐτὴν νεανίσκοι· καὶ τοῦ κατοικτείρεσθαι μακρὰν ὀρφανοί τε καὶ χῆ- ραι. Ὀρφανοὺς δέ φησι, τοὺς οἷον ἀναστροφῆς δεο- μένους τῆς πνευματικῆς, καὶ παιδαγωγίας τῆς ἐκ διδασκάλων. Χήρας τε ὁμοίως, ψυχὰς εἶναί φαμεν τὰς τοῦ δύνασθαι καρποφορεῖν ἐν ἐνδείᾳ γεγενημένας διά τε τὸ μὴ ἔχειν τὸν ἁπάντων αὐταῖς τῶν ἀγαθῶν μαθημάτων σπορέα τε καὶ χορηγόν. Ὅτι δὲ παιδεύ- σεως ἀληθοῦς ἠμοιρηκότας εὐρήσομεν τοὺς ἐξ Ἰσραὴλ, διά γε τὴν εἰς Χριστὸν παροινίαν, ἐπαινέσειεν ἂν οὐδείς. Ἐσκοτίσθησαν γὰρ οἱ ὀφθαλμοὶ αὐτῶν τοῦ μὴ βλέπειν, κατὰ τὴν τοῦ ψάλλοντος φωνήν. Καὶ συνεκάμφθη τὰ νῶτα αὐτῶν. Καὶ τοῦτο διὰ παντὸς ὡς μὴ δύνασθαι τὰ ἄνω βλέπειν, ἀλλ' οἱονεὶ κεκυφό- τας, τοῖς γηΐνοις ἐνερηρεῖσθαι πράγμασι. Πείσονται δὲ τοῦτο, φησὶν, οὐ μάτην· ἀλλ' ὅτι πάντες ἄνομοι γεγόνασι καὶ πονηροὶ, καὶ πᾶν στόμα λαλεῖ ἄνομα. Πῶς γὰρ οὐκ ἄνομοι, καὶ ἁπάσης ἔμπλεοι πονηρίας, οἱ θανάτῳ περιβαλεῖν σπουδάσαντες τὸν καλοῦντα πρὸς ζωὴν, τὸν οὐκ εἰδότα τὴν ἁμαρτίαν, καίτοι τοῦ νόμου λέγοντος σαφῶς· "6Ἀθῶον καὶ δίκαιον οὐκ ἀποκτενεῖς;"6 Πῶς οὐ πᾶσα γλῶσσα τῶν Ἰουδαίων λελάληκεν ἄδικα; Κατεκεκράγεσαν γὰρ τοῦ Χριστοῦ Πιλάτῳ λέγοντες· "6Αἶρε, αἶρε, σταύρωσον αὐτόν."6 Καὶ, "6Ἐὰν μὴ τοῦτον ἀποκτε
Commentary on Isaiah prologue: prophetic word and spiritual contemplation§prologue
prologueCommentary on the prophet Isaiah. Book I (six discourses). Prologue.
The speech of the holy prophets is always somewhat obscure, yet it is filled with hidden meanings and labors to bring forth for us the proclamation of the divine mysteries. For Christ is the end of the law and the prophets, as it is written.
Those who wish to clarify things so lean and riddling ought to press on to survey the breadth of the contemplations with the mind’s eye — carefully both the exact sense of the history and the account of the spiritual contemplation — so that what helps the readers may come from every side, and the clarification of the meaning of what lies before us may appear lacking nothing.
I know that some have already written on these things and composed long discourses about them; and that alone might seem enough to give others a not ignoble pretext for hesitation, and to persuade them rather to choose silence than to add to what others have said — nothing new, but the same words again, and to travel through the same contemplations.
Yet even if that happens, there is nothing painful in it at all: by the agreement of many the hearers are confirmed toward the truth. So I persuade myself even now to become stronger than hesitation, having believed that sweat and toil for good studies are better than idleness in snoring, and not having given up hope altogether.
Greek · §prologue
[ΠΡΟΟΙΜΙΟΝ.] Ἀσυμφανὴς μὲν ἀεὶ τῶν ἁγίων προφητῶν ὁ λόγος, μεμέστωται δὲ τῶν κεκρυμμένων ἐννοιῶν, καὶ μυ- στηρίων ἡμῖν τῶν θείων ὠδίνει προαγόρευσιν. Τέ- λος γὰρ νόμου, καὶ προφητῶν ὁ Χριστὸς, καθὼς γέ- γραπται. Χρῆναι δὲ φημὶ, τοὺς ἐθέλοντας διατρανοῦν τὰ οὕτως ἰσχνὰ, καὶ αἰνιγματώδη τῶν θεωρημάτων πλάτη διανοίας ὄμματι περιαθρεῖν ἐπείγεσθαι, καὶ μάλα εὐφρόνως τοῦτο μὲν, τῆς ἱστορίας τὸ ἀκριβὲς, τοῦτο δὲ, τῆς πνευματικῆς θεωρίας τὴν ἀπόδοσιν, ινα πανταχόθεν τοῖς ἐντευξομένοις ἐκβαίη τὸ ὠφε- λοῦν, καὶ ἡ τῆς τῶν προκειμένων ἐννοίας διασάφησις οὐδὲν ἔχουσα τὸ ἐνδεὲς διαφαίνοιτο. Οἶδα μὲν οὖν ὅτι φθάσαντές τινες προγεγράφασιν εἰς ταῦτα, καὶ μα- κροὺς ἡμῖν περὶ αὐτῶν ἐποιήσαντο λόγους· ἀπόχρη δὲ οἶμαι τουτὶ, καὶ πρός γε τὸ δεῖν ἑτέροις ὄκνου πρόφασιν οὐκ ἀγεννῆ παρασχεῖν, ἀναπεῖσαί τε σιω- πῆσαι ἑλέσθαι μᾶλλον, οἷς ἕτεροι προειρήκασιν ἐπει- πεῖν καινὸν μὲν οὐδὲν, ταυτοεπεῖν δὲ μᾶλλον, καὶ διὰ τῶν αὐτῶν ἰέναι θεωρημάτων. Ἐπειδὴ δὲ κἂν τοῦτο συμβαίνῃ παθεῖν, τὸ λυποῦν ἂν εἴη παντελῶς οὐδὲν, καὶ διὰ τῆς τῶν πλειόνων συμφωνίας ἐμπεδοῦσθαι πρὸς ἀλήθειαν τοὺς ἀκροωμένους, ὄκνου κρείττονα γενέσθαι καὶ νῦν ἐμαυτὸν ἀναπείθω, τὸν ἐπ' ἀγαθοῖς 70.12 σπουδάσμασιν ἱδρῶτα καὶ πόνον τῆς ἐν τῷ ῥέγχειν ἀργείας ἀμείνω τε εἶναι πεπιστευκὼς, καὶ οὐκ εἰσ- άπαν ἀπειρηκὼς τὴν ἐλπίδα, τοῦ καὶ ἔσθ' ὅτε καινὸν καὶ ἐξηλλαγμένον προσευρεῖν τι δύνασθαι, κατευρύ- νοντος Θεοῦ τὴν ἔν γε τοῖς θεωρήμασι τρίβον. Γέ- γραπται γὰρ, ὅτι "6Πλατεῖα ἡ ἐντολή σου σφόδρα."6 Προφητεύει τοίνυν ὁ μακάριος Ἡσαΐας ἐν καιροῖς βασιλείας Ὀχοζίου, καὶ Ἰωάθαμ, καὶ Ἄχαζ, καὶἘζεκίου. Καὶ φέρε τῶν ἑκάστου καιρῶν διαμνημο- νεύσωμεν, διεβίω τε ὅπως ἐπιδρομάδην λέγωμεν. Εἰσόμεθα γὰρ ἐντεῦθεν, ὅτι τοῖς δρωμένοις κατὰ και- ροὺς πρέπων τέ ἐστι καὶ ἁρμοδιώτατος τῆς προφη- τείας ὁ λόγος. Γέγονε τοίνυν εὐσεβὴς ἀνὴρ ὁ Ὀζίας, ὁ καὶ Ὀχοζίας, προβέβηκε δὴ ὁμοῦ δόξης τε καὶ ἰσχύος εἰς τοῦτο, ὡς κατακρατῆσαι τῶν ἐθνῶν τῶν προσηκόντων τὴν Ἰουδαίαν, καὶ μὴν καὶ δασμοὺς ἐπιθεῖναι πολλοῖς, καὶ σκήπτροις ἰδίοις ὡς ἐξ ἀνάγκης ὑπενεγκεῖν, ἀναδείμασθαί τε πόλεις, καὶ προσλαβεῖν ἑτέρας, καὶ συνάψαι τοῖς ὁρίοις τῆς Ἰουδαίων γῆς. Εἶτά τι πέπονθε τῶν ἀνθρωπίνων. Ἀπὸ γάρ τοι τῆς ἄγαν τρυφῆς, καὶ τῇ τῆς εὐκλείας ὑπεροχῇ νενικη- μένος, τρόπον τινὰ πεφρόνηκεν ὑψηλὰ, καὶ τῇ τῆς ὑπεροψίας νόσῳ κεκρατημένος, καὶ αὐτοῦ τοῦ θείου κατεξανέστη νόμου. Ὠήθη γὰρ δεῖν καὶ τοῖς τῆς θείας ἱερωσύνης αὐχήμασιν ἑαυτὸν στεφανοῦν. Ἐπ- εχείρησε γὰρ εἰς τὸν θεῖον εἰσελάσαι ναὸν, αὐτὸς δὲ δι' ἑαυτοῦ θυμιᾷν τῷ Θεῷ καὶ πληροῦν ἐκνόμως τὰ νενομισμένα. Ταύτης ἕνεκα τῆς αἰτίας λελέπρωται παραχρῆμα, καὶ ἦν ἀτιμότατος· μιαρὸς γὰρ κατὰ νόμον ὁ τῷ τῆς λέπρας πάθει κατισχυμένος. Εἶτα διαδέχεται τὴν τοῦ Ὀζίου βασιλείαν ὁ ἐξ αὐτοῦ γε- γονὼς Ἰωάθαμ, φιλόθεος μὲν ἀνὴρ, πλὴν οὐκ ἐξῇρε, φησὶ, τὰ ὑψηλὰ, ἀλλ' ἔθυον ἔτι τοῖς ἔργοις τῶν ἰδίων χειρῶν οἱ ἐξ Ἰσραὴλ, ὄρη τε καὶ βουνοὺς καταλαμ- βάνοντες, ὑποκάτω δρυὸς, καὶ λεύκης, καὶ δένδρου σκιάζοντος, καθά φησιν Ὠσηὲ, ὅτι καλὸν σκέπη. Τελευτήσαντος δὲ Ἰωάθαμ διαδέχεται τὸ σκῆπτρον ὁ Ἄχαζ ἀνὴρ βδελυρώτατος, καὶ θεομισὴς, καὶ τῆς εἰς ἄκρον φαυλότητος ἡκούσης ἔμπλεως. Οὗτος καὶ αὐ- τὸν τὸν θεῖον ἔκλεισε ναὸν, καὶ ταῖς κατὰ νόμον θυ- σίαις οὐκ ἠφίει καταγεραίρεσθαι τὸν τῶν ὅλων Θεὸν, κεκώλυκε δὲ καὶ τὰς ἐξ ἔθους τῶν Ἰουδαίων ἑορτὰς, καὶ ἐν παντὶ τόπῳ τῆς 1 Ἱερουσαλὴμ βωμοὺς ἀναστή- σας προσκυνεῖν ἐκέλευε τὰ χειρόκμητα, καὶ λατρεύειν τὴν στρατιὰν τοῦ οὐρανοῦ· καὶ μὴν καὶ τὰ ἴδια τέκνα διήγαγεν ἐν πυρὶ, τουτέστι, κατέκαυσεν εἰς θυσίαν τοῖς ἀκαθάρτοις δαίμοσι, καὶ ἁπαξαπλῶς εἰπεῖν, τρόπος αὐτῷ δυσσεβείας ἀνεπιτήδευτος ἦν οὐδείς. Εἶτα μετὰ τοῦτον βεβασίλευκεν Ἐζεχίας ἀνὴρ εὐσε-βὴς καὶ φιλόθεος, καὶ δικαιοσύνης πρύτανις, καὶ παν- τὸς ἀγαθοῦ ζηλωτὴς, καὶ τῶν θείων θελημάτων ἐργάτης. Οὗτος τοῦ Ἄχαζ παρανομήμασιν πᾶν πράτ- τεσθαί τε καὶ ἰσχύειν ἐκέλευεν· ἀνῆκε μὲν γὰρ τὰς τοῦ ναοῦ θύρας, εἶτα θυσίας, καὶ σπονδὰς διετύπου προσάγεσθαι τῷ Θεῷ, καὶ ταῖς κατὰ νόμον ἱερουρ- γίαις γεραίρεσθαι· καὶ μὴν καὶ δίχα χρόνων μακρῶν 70.13 τὸν ἐπὶ τῷ Πάσχα νόμον ἀνανεώσασθαι ὁρᾶται. Κα- θεῖλε τεμένη, καὶ βωμοὺς, καὶ χειρόκμητα, γνώστας τε καὶ ψευδομάντεις, καὶ τὰς τῶν ἐπῳδῶν ἀγέλας ἠρεμεῖν ἐκέλευσε, καὶ ἦν ἀνὴρ ἀγαθὸς ἐν ὀφθαλμοῖς τοῦ Θεοῦ. Οὐκοῦν ἐπειδήπερ ἐν καιροῖς βασιλείας τῶν ἀρτίως ἡμῖν εἰρημένων, ποτὲ μὲν ὠξύνετο πρὸς ὀργὰς ὁ τῶν ὅλων Θεὸς, εἰδωλολατροῦντος τοῦ Ἰσραήλ· ποτὲ δὲ καὶ ἐμαλάσσετο πρὸς τὸ ἥμερον, μεταπλατ- τομένου πρὸς εὐσέβειαν διὰ τῆς τοῦ κρατοῦντος ἐπιει- κείας· ταύτῃ τοι μέμικται τῆς προφητείας ὁ λόγος, καὶ πλείστην μὲν ὅσην ἔσθ' ὅτε ποιεῖται τὴν ἀπειλὴν, ὡς δυσσεβοῦντος τοῦ Ἰσραὴλ, ὑποσχέσεως δὲ τῆς ἐπ' ἀγαθοῖς εἰσκομίζει λόγον. ∆ιαμέμνηται δὲ παν- ταχοῦ τῆς διὰ τοῦ Χριστοῦ λυτρώσεως, καὶ φησὶν ὅτι κατὰ καιροὺς μὲν ἔσται τῆς πρὸς Θεὸν οἰκειότη- τος ἀπόπεμπτος ὁ Ἰσραὴλ, εἰσδεχθήσεται δὲ τῶν ἐθνῶν ἡ πληθὺς δικαιουμένη διὰ τῆς πίστεως τῆς ἐν Χριστῷ. Ὥστε μοι δοκεῖ στεφανοῦν εὖ μάλα τὸν μα-κάριον προφήτην Ἡσαΐαν, οὐχὶ τῇ τῆς προφητείας χάριτι μόνῃ, ἀλλὰ γὰρ καὶ τοῖς ἀποστολικοῖς αὐχή- μασιν. Ἐν ταὐτῷ γὰρ ἔστιν προφήτης τε ἅμα, καὶ ἀπόστολος, καὶ τῆς τῶν εὐαγγελικῶν κηρυγμάτων φαιδρότητος οὐκ ἠμοιρη