Isaiah commentary Book II Tomos 4 opening
Book II Tomos 4.
Book II Tomos 4 Isaian oracles toward Christ.
Greek
ΤΟΜΟΣ ∆ ΟΡΑΣΙΣ ΑΙΓΥΠΤΟΥ.}1 9Ἰδοὺ Κύριος κάθηται ἐπὶ νεφέλης κούφης, καὶ ἥξει εἰς Αἴγυπτον, καὶ σεισθήσεται τὰ χειροποίη- τα Αἰγύπτου ἀπὸ προσώπου αὐτοῦ, καὶ ἡ καρδία αὐτῶν ἡττηθήσεται ἐν αὐτοῖς.9 Τίνα δὴ τρόπον ἡ τῶν Αἰγυπτίων σέσωσται χώρα 70.452 καὶ σεσαγήνευται πρὸς εὐσέβειαν, διὰ πίστεως δὲ δηλονότι τῆς ἐν Χριστῷ, καίτοι πολύθεος καὶ ἐκτόπως νοσοῦσα τὴν πλάνην, πειρᾶται διδάσκειν ὁ προφήτης ἐν τούτοις. Ἦσαν μὲν γὰρ οἷάπερ ἐν σκότῳ βαθεῖ, τὸν μὲν φύσει Θεὸν καὶ ἀληθῶς ὄντα τῶν ὅλων δη- μιουργὸν καὶ Κύριον ἠγνοηκότες παντελῶς, ἀνάπτον- τες δὲ τῇ κτίσει τὸ σέβας· καὶ τὸ ἔτι τούτου παρα- λογώτερον, τεχνουργοὶ τῶν ἰδίων ἀναδεικνύμενοι θεῶν, καὶ πολύμορφον εἰδώλων ἐσμὸν ἐν τοῖς τεμένε- σιν ἔχοντες, ὡς καὶ ζώων ἀλόγων ἀναπλάττειν τύπους, καὶ βωμοὺς ἱστάντας καταθύειν αὐτοῖς. Ἔδει τοίνυν πλεοναζούσης ἐν αὐτοῖς ἁμαρτίας, ὑπερπερισσεῦσαι τὴν χάριν, καὶ τοῖς οὕτως ἐχθίστως νενοσηκόσι ἐπι- λάμψαι τὸν ἰατρὸν, καὶ τοῖς τὴν καρδίαν κατεσκοτι- σμένοις τὸ θεῖόν τε καὶ οὐράνιον ἐναστράψαι φῶς. Ἰδοὺ τοίνυν, φησὶ, Κύριος κάθηται ἐπὶ νεφέλης κού- φης, καὶ ἥξει εἰς Αἴγυπτον. Ἀλλὰ τί ἂν βούλοιτο πα- ραδηλοῦν τὸ ἐπὶ νεφέλης κούφης ὁρᾶσθαι τὸν Κύριον; Φέρε λέγωμεν ὡς ἔνι· Τινὲς μὲν τῶν ἐξηγητῶν κούφην ἔφησαν εἶναι νεφέλην τὴν ἁγίαν τοῦ Κυρίου σάρκα, τουτ' ἔστι, τὸν ἐκ τῆς Παρθένου ληφθέντα ναόν· καὶ νεφέλῃ παρεικάζουσι, διάτοι τὸ ἀπηλλάχθαι τάχα που κινημάτων καὶ ἐπιθυμιῶν τῶν γεωδεστέρων ἄνω τε καὶ ὥσπερ ὑψοῦ. Πάναγνον γὰρ ἀληθῶς καὶ ἁπάσης γεώδους ἀκαθαρσίας ἀπηλλαγμένον τὸ ἅγιον σῶμα τοῦ πάντων ἡμῶν Σωτῆρος Χριστοῦ. Ἕτεροι δὲ αὖ κούφην ὠνομάσθαι νεφέλην ὑπειλήφασι τὴν ἁγίαν Παρθένον. Οἶμαι δὲ ἔγωγε τάχα που καὶ ἑτέρων ἡμῖν ἐννοιῶν ὑποσημῆναι πλάτος, τὸ ἐπὶ νεφέλης κούφης καθῆσθαι λέγειν αὐτόν. Πολυτρόπως μὲν γὰρ οἱ μα- κάριοι προφῆται, τὴν τοῦ Θεοῦ δόξαν καταθεώμενοι, γεγράφασι τὰς ὁράσεις. Ὁ μὲν γὰρ Ἡσαΐας ἐπὶ θρόνου ὑψηλοῦ καὶ ἐπηρμένου τεθεᾶσθαί φησι τὸν Κύριον Σαβαὼθ, περιεστώτων ἐν κύκλῳ τῶν ἀνωτάτω δυνάμεων λογικῶν, ὑμνολογουσῶν τε αὐτὸν, πλήρη τε εἶναι λεγουσῶν τὸν οὐρανὸν καὶ τὴν γῆν τῆς δόξης αὐτοῦ. Ὁ δέ γε πάνσοφος ∆ανιὴλ Παλαιὸν ἡμερῶν ἐπὶ θρόνου καθίζει· χιλίας τε χιλιάδας λειτουργεῖν αὐτῷ διατείνεται, καὶ μυρίας μυριάδας περιεστάναι φησί· τεθεᾶσθαι δὲ καὶ ὡς Υἱὸν ἀνθ
About this text
Cyril of Alexandria, Commentary on Isaiah (Greek). SERIES on this page: prologue through Book V CLOSEOUT.
English follows PG 70 Greek (CPG 5203). Hill Holy Cross / modern English syncs were not used as wording. Isaiah SERIES CLOSEOUT prologue through Book V.
Witnesses
- Copy-text PG 70 — Commentarius in Isaiam prophetam (Greek)
English is newly prepared for study from the stated edition. Open Greek on each section for the source text. This is not a complete critical edition.