Commentary on Isaiah · §book2-tomos5-rem-early

Book II Tomos 5 rem early

Rem early: Book II Tomos 5 Isaian oracles toward Christ.

Greek

ἡ ἀξίνη πρὸς τὴν ῥίζαν τῶν δέν- 70.504 δρων κεῖται· πᾶν οὖν δένδρον μὴ ποιοῦν καρπὸν καλὸν ἐκκόπτεται καὶ εἰς πῦρ βάλλεται."6 Ἀχάλινον τοίνυν ἔχοντος Ἰσραὴλ ἐπὶ τὸ χρῆναι πλημμελεῖν τὴν ἐπίδοσιν, προσκειμένου τε καθάπερ ἔφην ἀρτίως, ταῖς τῶν εἰδώλων ψευδολατρείαις, τὴν ἐσομένην τῶν Ἱεροσολύμων κατὰ καιροὺς ἅλωσιν προαναφαίνει Θεὸς διὰ τοῦ προφήτου, καί φησιν· 9Τί ἐγένετό σοι νῦν, ὅτι ἀνέβητε πάντες εἰς δώ- ματα μάταια; Ἐνεπλήσθη ἡ πόλις βοώντων· οἱ τραυματίαι σου, οὐ τραυματίαι μαχαίρας, οὐδὲ οἱ νεκροί σου, νεκροὶ πολέμου.9 Ἔοικε μὲν οὖν τὴν ἐν καιροῖς Ἰεχονίου δῄωσιν ἐν- θάδε δηλοῦν· αἰτιᾶσαι δὲ λίαν τοὺς ἐξ Ἰσραὴλ, ὡς μηδὲ ἐν αὐτοῖς τοῖς κακοῖς, καὶ οὕτως ἄγαν 184 ἀκμαιο- τάταις συμφοραῖς κατορθοῦν εἰδότας τὸ τελοῦν εἰς ὄνησιν, καὶ ὅπερ ἔμελλεν αὐτοῖς εὐμενείας τῆς ἄνω- θεν ἔσεσθαι πρόξενον. Ἔδει γὰρ κλαίοντάς τε καὶ ὀλο- φυρομένους ἀναβαίνειν μὲν εἰς τὸν οἶκον τοῦ Θεοῦ, ἐπαγγέλλεσθαι δὲ τὴν μετάγνωσιν, καὶ τῆς ἐφ' οἷς πεπαρῳνήκασιν ἀναμνηστείαν αἰτεῖν, καὶ τὴν παρ' αὐτοῦ καὶ μόνου ζητεῖν ἐπίκουρον χεῖρα. Καὶ τοῦτο αὐτὸς ἐδίδαξε λέγων δι' ἑνὸς τῶν ἁγίων προφητῶν· "6Περιζώσασθε καὶ κόπτεσθε, οἱ ἱερεῖς, θρηνεῖτε, οἱ λειτουργοῦντες θυσιαστηρίῳ, εἰσέλθετε, ὑπνώσατε ἐν σάκκοις, οἱ λειτουργοῦντες Θεῷ, ὅτι ἀπέσχεν ἐξ οἴκου ὑμῶν θυσία καὶ σπονδή· ἁγιάσατε νηστείαν, κηρύ- ξατε θεραπείαν, συναγάγετε πρεσβυτέρους πάντας κατοικοῦντας γῆς εἰς οἶκον Θεοῦ ὑμῶν, καὶ κεκρά- ξατε πρὸς Κύριον ἐκτενῶς, Οἴμοι, οἴμοι, εἰς ἡμέραν."6 Ταῦτα δὴ οὖν ἔδει δρῶντας αὐτοὺς ἐκμειλίσσεσθαι παρωξυμμένον τὸν διασώζειν ἰσχύοντα. Οἱ δὲ ταυτὶ μὲν ὅτι προσήκει δρᾷν, οὐδὲ εἰς νοῦν τάχα που πλη- ροῦντες ἐδέχοντο, ἀνεφοίτων δὲ εἰς τὰ ἀνώτατα τῶν οἰκειῶν, καὶ κόμμοι μὲν ἦσαν πανταχοῦ, θρῆνοι δὲ παίδων, λιμῷ τάχα που καὶ δίψει δαπανωμένων. Ταυτὶ γὰρ συμβαίνειν ἀνάγκη ταῖς τῶν πόλεων πολιορκου- μέναις. Ταύτῃτοί φησι· Τί ἐγένετό σοι νῦν, ὅτι ἀν- έβητε πάντες εἰς δώματα μάταια; ∆ιὰ τί γὰρ, φησὶ, καὶ ἐν τοῖς οὕτως ἀφορήτοις δείμασι, καὶ ὅτι περὶ τῶν ἐσχάτων ὑμῖν οἱ λόγοι, καὶ ὁ σύμπας ἀγὼν, οὐχὶ δὴ κεκράγατε πρὸς Θεὸν, ἀνεπηδήσατε δὲ μᾶλλον εἰς δώματα, καίτοι τοῦ πράγματος ὑμᾶς ὠφελοῦντος οὐδέν; ∆ιὰ τοῦτο γὰρ καὶ μάταια δώματά φησι. ∆ιὰ τί καὶ ἐνεπλήσθη ἡ πόλις βοώντων; οὐχὶ δὴ μᾶλλον πρὸς Θεὸν, ἀλλ' εἰκῆ κεκραγότων, καὶ μονονουχὶ τοῖς εἴσω θυρῶν γεγονόσι κακοῖς οὐ μετρίως ἐπασχαλλόντων. Ἔδει τὸν θρῆνον εἶναι πρὸς μετάγνωσιν, ἔδει τὸ δά- κρυον καταχεῖσθαι πρὸς Θεόν. Ἰδοὺ, φησὶ, πρὶν ἅψα- σθαι μάχης, πρὶν ἐπιλαβέσθαι μαχαίρας, πρὶν μελε- τῆσαι τὴν ἀντίστασιν, πλήρης γέγονε νεκρῶν ἡ πόλις. Χρήσιμον οὖν

About this text

Cyril of Alexandria, Commentary on Isaiah (Greek). SERIES on this page: prologue through Book V CLOSEOUT.

English follows PG 70 Greek (CPG 5203). Hill Holy Cross / modern English syncs were not used as wording. Isaiah SERIES CLOSEOUT prologue through Book V.

Witnesses

  • Copy-text PG 70 — Commentarius in Isaiam prophetam (Greek)

English is newly prepared for study from the stated edition. Open Greek on each section for the source text. This is not a complete critical edition.