Commentary on Isaiah · §book3-tomos3-rem-mid

Book III Tomos 3 rem mid

Rem mid: historia and spiritual theoria held together.

Greek

ποιμένων βοσκήματα, τοῦτ' ἔστι, τῶν ἀκαθάρτων πνευμάτων. Οὕτω καὶ ὁ μακά- ριος ∆αβὶδ ὡς περὶ ἀμπελῶνος τοῦ Ἰσραὴλ τοὺς λόγους περιποιούμενος 261 πρὸς τὸν τῶν ὅλων Σωτῆρα Θεόν· "6Ἄμπελον, φησὶν, ἐξ Αἰγύπτου μετῆρας, ἐξέβαλες ἔθνη, καὶ κατεφύτευσας αὐτήν."6 Εἶτα προσεπάγει λέγων· Ἵνα τί καθεῖλες τὸν φραγμὸν αὐτῆς, καὶ τρυγῶσιν αὐτὴν ἅπαντες οἱ παραπορευό- μενοι τὴν ὁδόν; Ἐλυμήνατο αὐτὴν ὗς ἐκ δρυμοῦ, καὶ μονιὸς ἄγριος κατενεμήσατο αὐτήν. Ὅνπερ γὰρ τρόπον τὰ τῶν χωρίων κεχερσωμένα παραῤῥιπτοῦσιν οἱ κεκτημένοι, καὶ λόγος αὐτοῖς οὐδεὶς, κἂν εἰ πᾶν αὐτοῖς ἐπιφέροιτο βλάβος· οὕτω καὶ ὁ φιλάρετος ἡμῶν Θεὸς ἀνίησι ψυχὴν, καὶ φειδοῦς ἁπάσης ἀπο- φαίνει γυμνὴν, εἰ καρπῶν ἐρήμη γένοιτο τῶν εἰς ἀγαθουργίαν. 9Ἕως ἂν ἐπέλθῃ ἐφ' ὑμᾶς Πνεῦμα ἀφ' ὑψηλοῦ. Καὶ ἔσται ἔρημος ὁ Χερμὲλ, καὶ ὁ Χερμὲλ εἰς δρυμὸν λογισθήσεται. Καὶ ἀναπαύσεται ἐν τῇ ἐρήμῳ κρῖμα, καὶ δικαιοσύνη ἐν Καρμήλῳ κατ- οικήσει. Καὶ ἔσται τὰ ἔργα τῆς δικαιοσύνης, εἰ- ρήνη, καὶ κρατήσει ἡ δικαιοσύνη ἀνάπαυσιν, καὶ πεποιθότες ἔσονται ἕως τοῦ αἰῶνος· καὶ κατ- οικήσει ὁ λαὸς αὐτοῦ ἐν πόλει εἰρήνης, καὶ ἐνοικήσει πεποιθὼς, καὶ ἀναπαύσεται μετὰ πλούτου.9 Ἐναργῆ καθίστησι καὶ τὸν χρόνον, καθ' ὃν τῆς νοητῆς εὐκαρπίας ἔρημον ἔσται τὸ ἐξ Ἰσραὴλ ἀπει- θῆσαν γένος. Μεθίστησι γὰρ τὸν λόγον ἐπί γε, φημὶ, τοὺς ταῖς εὐπειθείαις τετιμηκότας τὸν Κύριον ἡμῶν Ἰησοῦν Χριστὸν, καὶ κεκαθαρμένους μὲν διὰ τῆς εἰς αὐτὸν πίστεως, γεγονότας δὲ καὶ ἐν μεθέξει τοῦ ἁγίου Πνεύματος. Ἔσται γὰρ, φησὶ, τὰ προηγγελ- μένα, καταχερσωθήσεται δὲ διὰ τὸ ἐξήνιον ὁ Ἰσραὴλ, ἕως ἂν ἐπέλθῃ ἐφ' ὑμᾶς Πνεῦμα ἀφ' ὑψηλοῦ. Ὡς γὰρ ἐν ταῖς Πράξεσι τῶν ἁγίων ἀποστόλων ἀνέγνωμεν· "6Ἦσαν πάντες συνηγμένοι ἐπὶ τὸ αὐτὸ, περὶ τὰς ἡμέρας τῆς ἁγίας Πεντηκοστῆς. Καὶ ἰδοὺ ἐγένετο ἄφνω ἐκ τοῦ οὐρανοῦ ἦχος ὥσπερ φερομένης πνοῆς βιαίας, καὶ ἐπλήρωσε τὸν οἶκον οὗ ἦσαν συνηγμένοι· 70.713 καὶ ὤφθησαν αὐτοῖς διαμεριζόμεναι γλῶσσαι, ὡσεὶ πυρὸς, καὶ ἐκάθησαν ἐφ' ἕνα ἕκαστον αὐτῶν, καὶ ἤρξαντο λαλεῖν ἑτέραις γλώσσαις, καθὼς τὸ Πνεῦμα ἐδίδου ἀποφθέγγεσθαι αὐτοῖς."6 Ὅταν τοίνυν, φησὶν, ἔλθῃ ἐφ' ὑμᾶς τοὺς πιστεύοντας τὸ ἄνωθέν τε καὶ ἐξ ὕψους Πνεῦμα τοῦ Θεοῦ, τότε καὶ ἔρημος ἔσται ὁ Χερμέλ. Τὸ δὲ Χερμὲλ ἤτοι ὁ Κάρμηλος ὄρος ἐστὶ παμμέγεθες ἐν τῇ Ἰουδαίᾳ, καὶ ὕλῃ δατεασείᾳ κατά- κομον. Παρεικάζει τοίνυν αὐτήν τε τὴν Ἱερουσαλὴμ, καὶ ἅπασαν δὲ τὴν περὶ οἰκίδα χώραν τῷ Χερμὲλ, ἅ- τε δὴ καὶ ἀναρίθμητον ἔχουσαν τὴν τῶν ἐνοικούντων πληθύν. Ἀλλ' ἔσται, φησὶν, ἔρημος καὶ λογισθήσεται εἰς δρυμόν. ∆ρυμὸν δέ φησι τὴν ἀγρίαν ὕλην, ἧς ἡ χρεία πρὸς καῦσιν. Ἐκκόπτεται γὰρ τὰ ἀνήμερα τῶν ξύλων, καὶ φλογ

About this text

Cyril of Alexandria, Commentary on Isaiah (Greek). SERIES on this page: prologue through Book V CLOSEOUT.

English follows PG 70 Greek (CPG 5203). Hill Holy Cross / modern English syncs were not used as wording. Isaiah SERIES CLOSEOUT prologue through Book V.

Witnesses

  • Copy-text PG 70 — Commentarius in Isaiam prophetam (Greek)

English is newly prepared for study from the stated edition. Open Greek on each section for the source text. This is not a complete critical edition.