Commentary on Isaiah · §book3-tomos5-rem-early

Book III Tomos 5 rem early

Rem early: Book III Tomos 5 Isaian oracles; historia and theoria.

Greek

ῷ, 70.813 καὶ αὐτὰ τῆς τοῦ Θεοῦ δόξης ἐῤῥίφθω κατόπιν. Καὶ εἰ πάντα τὰ ἔθνη, φησὶν, ὡς οὐδέν εἰσιν, καὶ ὡς οὐδὲν ἐλογίσθησαν, τίνι ὁμοιώματι ὡμοιώσατε αὐτόν; Τί γὰρ ἔσται τὸ εἰκὸς αὐτῷ, καὶ ἰσοστατοῦν, ἢ εἰς φύσιν, ἢ εἰς ὁλκὴν, ἢ καὶ εἰς εὐκλείας λόγον; Ἆρα γὰρ μὴ τέκτονος τέχναις, καὶ ξυλουργοῦ ἐμπειρίαις; ἆρα χρυσοχόων, ἢ καὶ ὡς ἐν εἰκόνι μεμόρφωται πρὸς ὁτιοῦν τῶν κτισμάτων; ἤγουν ἐποιήθη, φησὶν, ἀνδροειδὲς ἄγαλμα; Οὐμενοῦν. Οὐ γὰρ ἂν γένοιτό τι τὸ ἴσον αὐτῷ. Θεὸς γὰρ ὑπάρχων φύσει, καὶ κατ' αὐ- τὸν οὐκ ὄντος ἑτέρου, πάντα που πάντως καὶ ὑπερ- κείσεται. Ἀποφήνας δὴ οὖν παντὸς ἐπέκεινα τοῦ πεποιημένου καὶ κεκλημένου πρὸς γένεσιν, διαγελᾷ μετὰ τοῦτο τὴν εἰδώλων ποίησιν, καί φησιν, ὅτι Ξύ- λον ἄσηπτον ἐκλέγεται τέκτων, καὶ σοφῶς ζητεῖ, πῶς στήσει αὐτοῦ εἰκόνα, ἵνα μὴ σαλεύηται· ὥστε τῆς τοῦ τέκτονος ἐμπειρίας εἴη ἂν, τὸ, τοῖς πλανωμένοις κατά γε τὸ μέτρον τῆς ἐνούσης συνέσεως αὐτῷ, κατα- σκευάσαι θεὸν κατὰ τὸ αὐτοῖς δοκοῦν, καὶ διὰ πλεί- στης ἀσφαλείας ἐπικουρούμενον, ἵνα μὴ σαλεύηται καὶ συνθραύηται πεσόν. Ἦσαν οὖν ἄρα θεῶν ἐν σπάνει, οἱ τῶν εἰδώλων προσκυνηταὶ, τεκτονικῆς ἐμπειρίας οὐκ οὔσης ἐπὶ τῆς γῆς· ἀλλ' οὐδ' ἂν ἐσώζοντο τὰ γε- γονότα χειροποίητα, εἰ μὴ σοφῶς ἐζήτησεν ὁ τεχ- νουργὸς τὰ δι' ὧν ἂν ἑστάναι δύναιντο, καὶ ἀκλόνητον ἔχειν τὴν ἕδραν. Φαίη δ' ἂν, οἶμαι, τὶς, καὶ σφόδρα εἰ- κότως τὸ διὰ φωνῆς τοῦ ∆αβίδ· "6Τὰ εἴδωλα τῶν ἐθνῶν ἀργύριον, καὶ χρυσίον, ἔργα χειρῶν ἀνθρώ- πων."6 Προσεπάγει δὲ τούτοις· "6Ὅμοιοι αὐτῶν γέ- νοιντο πάντες οἱ ποιοῦντες αὐτὰ, καὶ πάντες οἱ πε- ποιθότες ἐπ' αὐτοῖς."6 ∆ιαγελάσας τοίνυν τὴν εἰδώλων κατασκευὴν, μεθίστησι τὸν λόγον ὡς ἐντροπήν τε καὶ ἐπανόρθωσιν τῶν πεπλανημένων, καὶ ἀπροφάσιστον αὐτοῖς τὸ ἐπὶ τούτῳ πλημμελὲς ἀποφαίνει λέγων· Οὐ γνώσεσθε; οὐκ ἀκούσεσθε; ἀντὶ τοῦ, οὐκ ἔγνωτε; οὐκ ἠκούσατε; οὐκ ἀνηγγέλη ἐξ ἀρχῆς ὑμῖν; οὐκ ἔγνωτε τὰ θεμέλια τῆς γῆς; Θεμέλια δὲ τῆς γῆς τελευταῖά τε καὶ ἄκρα φησὶν αὐτῆς. Ἔγνωτε δὴ οὖν, φησὶν, οἱ ἐκ περάτων εἰς πέρατα. Ἠκούσατε, καὶ ἀνηγγέλη ὑμῖν ἐξ ἀρχῆς. Ἀνηγγέλη δὲ τί; Ὅτι Θεὸς μὲν ὁ φύ- σει καὶ ἀληθῶς, εἷς γέ ἐστι καὶ μόνος· ξύλα δὲ καὶ λίθοι, καὶ ἕτερον οὐδὲν, τὰ δι' ἀνθρώπων ἡμῖν εἰς θεοὺς τεχνουργούμενα. Οὐ γὰρ σεσίγηκεν ἡ θεόπνευ- στος Γραφή· ἄνωθεν δὲ μᾶλλον ἡ τῆς ἀληθείας κεκή- ρυκται γνῶσις, διὰ πατριαρχῶν, διὰ νόμου καὶ προ- φητῶν. Οὐ γὰρ ὅτε καθ' ἡμᾶς γενόμενος ὁ τοῦ Θεοῦ μονογενὴς Λόγος, ἄνθρωπος ἐπέλαμψεν τοῖς ἐπὶ τῆς γῆς· τότε καὶ πρῶτον ἐν ταῖς ἐσχάταις διαβολαῖς τοῦ πλανᾶσθαι γέγονεν. Ἀλλ' ἧν ἀρχαῖον, ὡς ἔφην, τῆς εἰδωλολατρίας τὸ κατηγόρημα. Οὐ γὰρ διαλέλοιπεν ὁ

About this text

Cyril of Alexandria, Commentary on Isaiah (Greek). SERIES on this page: prologue through Book V CLOSEOUT.

English follows PG 70 Greek (CPG 5203). Hill Holy Cross / modern English syncs were not used as wording. Isaiah SERIES CLOSEOUT prologue through Book V.

Witnesses

  • Copy-text PG 70 — Commentarius in Isaiam prophetam (Greek)

English is newly prepared for study from the stated edition. Open Greek on each section for the source text. This is not a complete critical edition.