Book IV Logos 3 rem close CLOSEOUT
Rem CLOSEOUT: Book IV Logos 3 CLOSEOUT.
Greek
ίῳ ναῷ ψαλλόντων ἱερουργῶν περὶ τῆς Ἱερου- σαλήμ· "6∆εδοξασμένα ἐλαλήθη περὶ σοῦ, ἡ πόλις τοῦ Θεοῦ."6 ∆ιαμέμνηται καὶ τούτου καὶ αὐτὸς ὁ Κύριος λέγων, μὴ χρῆναί τινας ὀμνύειν κατὰ τῆς ἑαυτῶν κεφαλῆς, ὅτι οὐ δύνανται μίαν τρίχα λευκὴν ἢ μέλαιναν ποιῆσαι· μήτε μὴν εἰς Ἱεροσόλυμα, ὅτι πόλις ἐστὶ τοῦ μεγάλου βασιλέως. Ὤμνυον γὰρ κατὰ τῶν Ἱεροσολύμων, πόλιν αὐτὴν, ὡς ἔφην, ὀνομάζον- τες Θεοῦ. Ἀντεστηρίζοντο δὲ καὶ ἐπ' αὐτῷ, ἰσχὺν ἑαυτῶν εἶναι λέγοντες τὸν τῶν δυνάμεων Κύριον. Ἀλλ' ἦν ἀναγκαῖον τοὺς ὧδε τότ' ἔχειν ὑπειληφότας μὴ τὴν τοῦ Θεοῦ βεβηλῶσαι πόλιν βωμοῖς, καὶ θυσίαις, καὶ ταῖς τῶν δαιμονίων ἀπάταις ἐνισχημέ- νους, μήτε μὴν κατερεθίζειν ἐφ' ἑαυτοῖς τὸν ἐφ' ᾧ τεθαρσήκασι, κατευφραίνειν δὲ μᾶλλον σπουδάσμασιν ἀγαθοῖς, καὶ καθάπερ τινὰ θυσίαν αὐτῷ προσκομί- ζοντες τὸ ἀραρὸς εἰς εὐσέβειαν. Πλὴν ἀκούσατε ταῦτα, φησί· καὶ ποῖα ταῦτα; Τὰ πρότερα ἔτι ἀπήγ- γειλα, ἐκ τοῦ στόματός μου ἐξῆλθε, καὶ ἀκουστὸν ἐγένετο. Ἐξάπινα ἐποίησα, καὶ ἐπῆλθεν. Ἐπειδὴ γὰρ, ὡς ἔφην, ἐν ἀρχαῖς τούς τε καλουμένους γνώ- στας καὶ οἰωνοσκόπους πανταχόθεν συναγαγὼν ὁ θεομισὴς Μανασσῆς ἀεὶ τὸ μέλλον περιειργάζετο, καὶ ταῖς ἐκείνων βωμολοχίαις συνηρπασμένος, ᾠήθη τάχα που καὶ εἰδέναι σαφῶς αὐτό· ταύτῃ τοί φησιν ὁ τῶν ὅλων Θεός· Ἐγώ σοι καὶ τὰ πρῶτα ἀπήγ- γειλα, καὶ οὐ παρ' ἑτέρου τινὸς τῶν ψευδωνύμων θεῶν ἐλαλήθη ταῦτα πρὸς ὑμᾶς, ἀλλ' ἐκ τοῦ στόμα- τός μου ἐξῆλθε· καὶ ἀκουστόν σοι γέγονε, καὶ ἐξά- πινα ἐποίησα, καὶ ἐπῆλθε, τοῦτ' ἔστιν, εἰ καὶ μὴ 70.1017 προσεδόκησας εἰς πέρας ἥξειν αὐτὰ, ἀλλ' οὖν ἔγνως διὰ πραγμάτων αὐτῶν, καὶ πείρας αὐτῆς, ὅτι καὶ ἐποίησα, καὶ ἐπῆλθεν. Ἔοικε δὲ προτέραν λέγειν τὴν ἐπενεχθεῖσαν αὐτοῖς ἐκ τοῦ πολέμου ταλαιπω- ρίαν, ὅτε καὶ τῆς ἐνεγκούσης αὐτοὺς ἀπενηνεγμένοι, καὶ πικρᾶς δουλείας λαβόντες ζυγὸν, εἰς τὴν Περσῶν καὶ Μήδων ἀπεκομίζοντο χώραν. ∆εύτερα γὰρ μετ' ἐκεῖνα συμβέβηκε τοῖς Βαβυλωνίοις τὰ ἐκ θείας ὀργῆς ἐπενεχθέντα αὐτοῖς, ἃ καὶ ἤδη διὰ πλείστων ὅσων ἡμῖν εἴρηται λόγων. 9Γινώσκω ἐγὼ ὅτι σκληρὸς εἶ, καὶ νεῦρον σιδη- ροῦν ὁ τράχηλός σου, καὶ τὸ μέτωπόν σου χαλ- κοῦν. Καὶ ἀνήγγελκά σοι τὰ πάλαι πρὶν ἐλθεῖν ἐπὶ σὲ, ἀκουστόν σοι ἐποίησα.9 ∆ιαδείκνυσιν ἐν τούτοις τῆς ἀνωτάτω φύσεως τὴν ἀπαράβλητον ἡμερότητα, καὶ ὅσον εἰς ἀνθρώπους ποιεῖται τὸν ἔλεον, καὶ εἴ τινα εἶεν τῶν καταλυπεῖν αὐτὸν εἰωθότων. Ἰσοπαλῆ γὰρ ἔχει τὴν γαληνότητα τῇ οἰκείᾳ δόξῃ. Καὶ ὥσπερ ἀμέτροις ὑπεροχαῖς τὸ τῶν γενητῶν 374 ὑπερνήχεται μέτρον, οὕτως ἐστὶ καὶ ἀσυγκρίτως φιλάνθρωπος. Ἄθρει γὰρ ὅπως, καίτοι σκληρὸν ὄντα τὸν Ἰσραὴλ γινώσκων, γαῦρόν τε καὶ ἀπερίθραυστον ἔχοντα τὸν αὐχένα, ὥστε καὶ
About this text
Cyril of Alexandria, Commentary on Isaiah (Greek). SERIES on this page: prologue through Book V CLOSEOUT.
English follows PG 70 Greek (CPG 5203). Hill Holy Cross / modern English syncs were not used as wording. Isaiah SERIES CLOSEOUT prologue through Book V.
Witnesses
- Copy-text PG 70 — Commentarius in Isaiam prophetam (Greek)
English is newly prepared for study from the stated edition. Open Greek on each section for the source text. This is not a complete critical edition.