Commentary on Isaiah · §book4-logos3-rem-early

Book IV Logos 3 rem early

Rem early: Book IV Logos 3 Isaian proclamation toward Christ.

Greek

ντες χαριστηρίους ᾠδὰς ἀναφέ- ρωμεν; Ἐγὼ τοίνυν εἰμὶ, καὶ οὐκ ἔστιν ἔτι Εἰ γάρ 70.980 ἐστιν αὐτὸς ὁ ποιήσας τὸν οὐρανὸν, καὶ τὴν γῆν καταδείξας, καὶ μὴ εἰς κενὸν ποιήσας αὐτὴν, ἀλλὰ κατοικεῖσθαι· τίς ἂν ἕτερος νοοῖτο παρ' αὐτὸν ὑπάρ- χων Θεός; ἢ τίς κατ' ἰσχὺν καὶ δόξαν ἰσοστατήσειεν αὐτῷ; ἢ τίς ὅλως ἐγγὺς καὶ παρὰ βραχύ; πῶς δὲ οὐχ ἅπασα ἡττᾶται τῶν γενητῶν ἡ φύσις, τῆς οὕτω μεγάλης καὶ ὑπεραιρούσης τὰ πάντα, δόξης, ἀλκῆς καὶ σοφίας; Οὐκ ἔστιν οὐδείς. Μόνος οὖν ἄρα, καὶ ἕτερος ἐπ' αὐτῷ παντελῶς οὐδεὶς νοοῖτ' ἂν εἶναι Θεὸς φύσει τε καὶ ἀληθῶς. Ἀλλὰ ναὶ φαίη τις ἂν ἔσθ' ὅτε· Τίς ἔγνω τὸν ἐν αὐτῷ σκοπόν; ἢ τίς ὁ φράσαι δυνάμενος, πότερόν ποτε καὶ ἑτέρους τινὰς τῆς τοῦ Θεοῦ δόξης καὶ κλήσει στεφανοῦσθαι βούλε- ται, ἤγουν ἑαυτόν τε καὶ μόνον; Ἀπολογεῖται δὴ οὖν καί φησιν· Οὐκ ἐν κρυφῇ λελάληκα, οὐδὲ ἐν τόπῳ γῆς σκοτεινῷ· οὐκ εἶπα τῷ σπέρματι Ἰακὼβ, Μάταια ζητήσατε. Νόμους, φησὶ, διέταξα περὶ τούτων αὐτοῖς οὐκ ἐν παραβύστῳ λαλῶν, οὐδὲ λαθεῖν σπουδάσας, ἀλλ' ἐναργῶς, καὶ ἀναφανδόν. Κατέβη γὰρ Κύριος ἐπὶ τὸ ὄρος τὸ Σινᾶ ἐν εἴδει πυρός· ἐκεῖ γνόφος ἦν καὶ θύελλα καὶ καπνοὶ, καὶ σαλπίγγων ἠχὴ διαπρύ- σιος. Παρειστήκει γὰρ πᾶς ὁ λαὸς μεσιτεύοντος τοῦ Μωσέως, ἐξηγγέλλοντο δὲ παρὰ Θεοῦ νόμοι, οὐ παρ- εγγυῶντος τῷ Ἰσραὴλ ζητῆσαί τι μάταιον, τοῦτ' ἔστιν, εἴδωλον, ἤγουν ψευδώνυμον σέβας, ἀλλ' ἔκ γε τῶν ἐναντίων ἀπείργουσαι ἐντολαί. Εἴρηται γὰρ πρὸς αὐτόν· "6Κύριον τὸν Θεόν σου προσκυνήσεις, καὶ αὐτῷ μόνῳ λατρεύσεις, καὶ οὐκ ἔσονταί σοι θεοὶ ἕτεροι πλὴν ἐμοῦ. Καὶ οὐ ποιήσεις σεαυτῷ εἴδωλον, οὐδὲ παντὸς ὁμοίωμα, ὅσα ἐν τῷ οὐρανῷ ἄνω, καὶ ὅσα ἐν τῇ γῇ κάτω, καὶ ὅσα ἐν τοῖς ὕδασιν ὑποκάτω τῆς γῆς."6 Οὐκοῦν εἴρηται πρὸς αὐτόν· τὸ δὲ, Ἐγώ εἰμι Κύριος, ὅμοιον ὡς εἰ λέγοι, καὶ οὐχ ἅπαξ, πλειστά- κις, τὸ ὅτι δὴ Μόνος εἰμὶ Θεὸς, καὶ τῶν ὅλων Κύριος, λαλῶν δικαιοσύνην καὶ ἀναγγέλλων ἀλήθειαν· καὶ δι- καιοσύνην μὲν, ὥς γε οἶμαι, φησὶ τὸν νόμον· ἔστι γὰρ δικαιοσύνης βραβευτὴς ὁ νόμος· ἀλήθειαν δὲ τὰ Χρι- στοῦ παιδεύματα. Ἔνεστι 360 δὲ τῷ νόμῳ τῆς ἀληθείας ἡ μόρφωσις, καὶ ἐγκέκρυπται ταῖς σκιαῖς τὸ Χριστοῦ μυστήριον. Περὶ αὐτοῦ γὰρ γέγραφεν ὁ Μωσῆς. Οὐ- κοῦν ἐν τῷ λαλῆσαι τὴν δικαιοσύνην, ἀναγγέλλεται σὺν αὐτῇ καὶ τῆς ἀληθείας ἡ δύναμις, εἴπερ ἀληθές ἐστιν ὅτι σκιὰ μὲν ὁ νόμος ἦν, νῦν δὲ αὐτῷ τῆς ἀλη- θείας ἡ μόρφωσις. 9Συνάχθητε, καὶ ἥκετε, βουλεύσασθε ἅμα, οἱ σωζόμενοι ἀπὸ τῶν ἐθνῶν. Οὐκ ἔγνωσαν οἱ αἴ- ροντες τὸ ξύλον τὸ γλύμμα αὐτῶν, καὶ προσευ- χόμενοι ὡς θεοὺς, οἳ οὐ σώζουσιν.9 Ἀπεβουκόλησε μὲν τῆς πρὸς Θεὸν οἰκειότητος σχετικῆς τοὺς ὄντας ἐπὶ τῆς γῆς ὁ δράκων ὁ ἀπο- στάτης, καὶ

About this text

Cyril of Alexandria, Commentary on Isaiah (Greek). SERIES on this page: prologue through Book V CLOSEOUT.

English follows PG 70 Greek (CPG 5203). Hill Holy Cross / modern English syncs were not used as wording. Isaiah SERIES CLOSEOUT prologue through Book V.

Witnesses

  • Copy-text PG 70 — Commentarius in Isaiam prophetam (Greek)

English is newly prepared for study from the stated edition. Open Greek on each section for the source text. This is not a complete critical edition.