Commentary on Isaiah · §book4-logos5-rem-early

Book IV Logos 5 rem early

Rem early: Book IV Logos 5 Isaian proclamation toward Christ.

Greek

ά ἐστι τοῦ πέμψαντός με, "6Ἵνα πᾶν ὃ δέδωκέ μοι, μὴ ἀπωλέσω ἐξ αὐτοῦ, ἀλλὰ ἀναστήσω αὐτὸν ἐν τῇ ἐσχάτῃ ἡμέ- ρᾳ."6 Οὐκοῦν ὑπέρ γε τοῦ κατορθῶσαι τοῖς εἰς αὐτὸν πιστεύουσι τὴν ζωὴν, οὐχ ὕβρεις, οὐ μάστιγας, οὐκ ἐμπτυσμάτων πεῖραν ἀπόβλητον ἐποιήσατο, καίτοι Θεὸς ὢν φύσει, καὶ Κύριος ἀληθινός. Εἶτά φησιν ὡς ἄνθρωπος, Καὶ Κύριος βοηθός μου ἐγενήθη, διὰ τοῦτο οὐκ ἐνετράπην, ἀλλ' ἔθηκα τὸ πρόσωπόν μου ὡς στερεὰν πέτραν, καὶ ἔγνων ὅτι οὐ μὴ αἰσχυνθῶ ὅτι ἐγγίζει ὁ δικαιώσας με. ∆ιαλέγεται μὲν οὖν ἀνθρω- πίνως, ὡς ἔφην, καὶ κατ' οὐδένα τρόπον ἀπεοικότως τοῖς τῆς κενώσεως μέτροις. Πλὴν ἔοικεν ὑπαινίττε- σθαι διὰ τούτων τῶν λόγων τὴν τοῖς λόγοις ἐγκατα- σκήψασαν δίκην, τῆς εἰς αὐτὸν δυσσεβείας ἕνεκα. Γέγονε γὰρ, φησὶ, Κύριος βοηθός μου. Ὅμοιον, ὡς εἰ λέγοι ∆όντος μου τὸν νῶτον εἰς μάστιγας, τὰς δὲ σιαγόνας μου εἰς ῥαπίσματα, πεπονθότος δὲ καὶ τὰ ἐπὶ τῷ σταυρῷ πάθη, γέγονε βοηθὸς ὁ Πατήρ. Ἐπ- ήμυνε γὰρ, καὶ οὐ συγκεχώρηκεν εἰς τὸ παντελὲς ἐντραπῆναι τὸν ἴδιον Υἱὸν, οὔτε μὴν καὶ καταισχυν- θῆναι. Τετιμώρηνται γὰρ, καὶ τῶν εἰς ἐμὲ πλημμε- λημάτων ἐκτετίκασι δίκας οἱ θεομαχῆσαι τολμήσαν- τες. Ἐπενεγκὼν δὲ ὅτι Ἐγγίζει ὁ δικαιώσας με, πάλιν ὑπέφηνεν ἀστείως, οὐκ εἰς μακρὰν, οὐδ' εἰς ἀνάβλησιν τὰ τῆς δίκης δραμεῖται τῶν εἰς αὐτὸν πε- παρῳνηκότων, ἀλλ' οἷον ἐγγὺς, καὶ κατὰ πόδας βα- διεῖται τῶν ἐγχειρημάτων. ∆εδικαιῶσθαι δέ φαμεν τὸν Υἱὸν κατὰ τοιόνδε τινὰ τρόπον. Ἐπειδὴ γὰρ ὄντα δί-καιον, καὶ κατ' οὐδένα τρόπον, ὡς ἔνοχον γεγονότα πταίσμασιν ἀποκτεῖναι τετολμήκασι, τετιμώρηνται, καθάπερ ἔφην, καὶ ἡ τῶν πεπονθότων κόλασις τὸ ἀνεύ- θυνον παντελῶς μεμαρτύρηκε τῷ παρ' αὐτῶν ἀνοσίως ἐξυβρισμένῳ. Ἔφη τι τοιοῦτον ὁ Θεὸς καὶ Πατήρ "6Καὶ δώσω τοὺς πονηροὺς ἀντὶ τῆς ταφῆς αὐτοῦ, καὶ τοὺς πλουσίους ἀντὶ τοῦ θανάτου αὐτοῦ."6 Πλου- σίους δὲ καὶ πονηροὺς, τοὺς τῶν Ἰουδαίων καθηγη- τὰς ὀνομάζει. Φιλοχρηματίαν γὰρ νοσοῦντες ἐσχάτην, κατεκομίσθησαν δι' αὐτῆς, εἰς τὴν ἐπ' αὐτῷ πονηρίαν. Καίτοι γὰρ ἐπεγνωκότες αὐτὸν ἔφασκον· "6Οὗτός ἐστιν ὁ κληρονόμος· ∆εῦτε, ἀποκτείνωμεν, καὶ σχῶμεν ἑαυτοῖς τὴν κληρονομίαν αὐτοῦ."6 9Τίς ὁ κρινόμενός μοι; ἀντιστήτω ἅμα. Τίς ὁ κρινόμενός μοι; ἐγγισάτω μοι.9 Ὅτι μὲν δίκαιος, καὶ ἀθῶος ὢν παντελῶς· οὐ γὰρ ἐποίησεν ἁμαρτίας· τὰς ἐκ τῶν Ἰουδαίων ὑπέστη παροινίας, πιστώσεται λέγων καὶ αὐτὸς ὁ θεσπέσιος προφήτης περὶ αὐτοῦ· "6Ἴδετε ὡς ὁ δίκαιος ἀπώλετο, καὶ οὐδεὶς ἐκδέχεται τῇ καρδίᾳ."6 Καὶ πάλιν ὡς ἐκ προσώπου τῶν Ἰουδαίων περὶ αὐτοῦ· "6∆ήσωμεν τὸν δίκαιον, ὅτι δύσχρηστος ἡμῖν ἐστι."6 Καὶ αὐτὸ δὲ τὸ χρῆμα διαβοήσειεν ἄν. Τὴν γάρ τοι θείαν, καὶ ἀκήρατον τοῦ λόγου φύ

About this text

Cyril of Alexandria, Commentary on Isaiah (Greek). SERIES on this page: prologue through Book V CLOSEOUT.

English follows PG 70 Greek (CPG 5203). Hill Holy Cross / modern English syncs were not used as wording. Isaiah SERIES CLOSEOUT prologue through Book V.

Witnesses

  • Copy-text PG 70 — Commentarius in Isaiam prophetam (Greek)

English is newly prepared for study from the stated edition. Open Greek on each section for the source text. This is not a complete critical edition.