Commentary on Isaiah · §book5-part1-rem-close

Book V part 1 rem close CLOSEOUT

Rem CLOSEOUT: Book V part CLOSEOUT.

Greek

έχεσθε τοῦ καταρυθμίζοντος εἰς εὐσέβειαν διὰ θεσπισμάτων εὐαγγελικῶν. 9Οἱ παρακαλοῦντες ἐπὶ τὰ εἴδωλα ὑπὸ δένδρα δασέα, σφάζοντες τὰ τέκνα αὐτῶν ἐν ταῖς φά- ραγξιν ἀνὰ μέσον τῶν πετρῶν. Ἐκείνη σου ἡ μερὶς, οὗτός σου ὁ κλῆρος, κἀκείνοις ἐξέχεας σπονδὰς, κἀκείνοις ἀνήνεγκας θυσίας. Ἐπὶ τούτοις οὖν οὐκ ὀργισθήσομαι; Ἐπ' ὄρος ὑψη- λὸν καὶ μετέωρον, ἐκεῖ σου ἡ κοίτη, καὶ ἐκεῖ ἀνεβίβασας θυσίας, καὶ ὀπίσω τῶν σταθμῶν τῆς θύρας σου ἔθηκας μνημόσυνόν σου.9 Κυριοκτόνους αὐτοὺς ἀποφήνας, δείκνυσιν ὅτι τὸ μισόθεον αὐτοῖς ἀῤῥώστημα, καὶ τὸ πρόχειρον εἰς μιαιφονίαν, οὐ νέον ἦν ἐν αὐτοῖς, ἀλλὰ γὰρ ἐκ πολ- λοῦ καὶ ἄνωθεν ἐνυπάρχον αὐτοῖς. Ὑμεῖς γάρ ἐστε οἱ κατὰ τοὺς ἄνωθεν, φησὶ, καιροὺς παρακαλοῦντες ἐπὶ τὰ εἴδωλα ὑπὸ δένδρα δασέα. Καίτοι γὰρ βρα- βεύοντος αὐτοῖς τοῦ διὰ Μωσέως νόμου τὰ χρήσιμα, διαῤῥήδην τε λέγοντος, "6Κύριον τὸν Θεόν σου προσ- κυνήσεις, καὶ αὐτῷ μόνῳ λατρεύσεις,"6 φρενοβλα- βείας εἰς τοῦτο κατώλισθον, μᾶλλον δὲ δυσσεβείας ἀσχέτου καὶ τῆς πέρα μέτρου παντὸς, ὥστε καὶ εἰδώλων γενέσθαι δημιουργοὺς, καὶ ἱερουργεῖν αὐτοῖς, καὶ παρακαλεῖν, ἤτοι διδάσκειν ἑτέρους ὑπὸ δένδρα δασέα προσκυνεῖν, καὶ τιμαῖς ταῖς θεοπρεπέσιν αὐτὰ στεφανοῦν. Τοῦτο καθίστησιν ἐναργὲς ὁ τῶν ὅλων Θεὸς διὰ φωνῆς Ἱερεμίου λέγων· "6Εἶδες ἃ ἐποίησέ μοι ἡ κατοικία τοῦ Ἰσραήλ· ἐπορεύθησαν ἐπὶ πᾶν ὄρος ὑψηλὸν, καὶ ὑποκάτω παντὸς ξύλου ἀλσώδους, καὶ ἐπόρνευσαν ἐκεῖ."6 Καταλαμβάνοντες γὰρ τὰς τῶν ὀρῶν κορυφὰς καὶ τὰ τῶν ἀλσέων εὐανθέστερα, βωμοὺς καὶ τεμένη κατεσκεύαζον, θυσίας τε καὶ σπονδὰς προσεκόμιζον αὐτόθι τοῖς ἀκαθάρτοις δαί- μοσιν· εἰσὶ δὲ καὶ οἱ τῶν ἰδίων ἀφειδήσαντες τέ- κνων. Ἔσφαξε γοῦν Ἰεχονίας τὸν ἴδιον υἱὸν τοῖς οὐκ οὖσι 444 θεοῖς. Τοῦτο καὶ αὐτὸς ἔφη που Θεὸς δι' ἑνὸς τῶν ἁγίων προφητῶν, τὴν ὠμότητα καταδεικνὺς τῶν τὰ τοιάδε δρᾷν εἰωθότων· "6Θύσατε ἀνθρώπους· μόσχοι γὰρ ἐκλελοίπασιν."6 Ὑμεῖς τοίνυν ἐστὲ, φησὶν, οἱ παρακαλοῦντες ἐπὶ τὰ εἴδωλα, ὑπὸ δένδρα δασέα σφάζοντες τὰ τέκνα αὐτῶν ἐν ταῖς φάραγξιν ἀνα- μέσον τῶν πετρῶν. Τί οὖν ἐπὶ τούτοις; Ἐκείνη σου μερὶς, οὗτός σου ὁ κλῆρος. Προσκεκύνηκας μὲν γὰρ, φησὶ, τοῖς ματαίοις· ἕξεις δὲ μερίδα τοιαύτην, καὶ κλῆρος ἔσται σοι μάταιος. Ἤγουν ἐκεῖνό που τάχα βούλεται δηλοῦν· Ἐσφάξατε τὰ τέκνα αὐτῶν ἐν ταῖς φάραγξι, φησίν. Οὐκοῦν ἐκείνη σου μερὶς, οὗτός σου ὁ κλῆρος, τουτέστι, τοῖς ἴσοις ἐνσχεθήσῃ κακοῖς, καὶ γενήσεταί σοι μερὶς καὶ κλῆρος ἡ σφαγή. ∆ιὰ ποίαν αἰτίαν; Πρῶτον μὲν ὅτι γέγονας παιδοκτόνος, εἶτα 70.1261 ὅτι δαίμοσιν ἀκαθάρτοις καὶ ἀψύχοις εἰδώλοις ἐξ- έχεας σπονδὰς, κἀκείνοις ἀνήνεγκας θυσίας. Ἆρ' οὖν ἐπὶ τούτοις οὐκ ὀργισθ

About this text

Cyril of Alexandria, Commentary on Isaiah (Greek). SERIES on this page: prologue through Book V CLOSEOUT.

English follows PG 70 Greek (CPG 5203). Hill Holy Cross / modern English syncs were not used as wording. Isaiah SERIES CLOSEOUT prologue through Book V.

Witnesses

  • Copy-text PG 70 — Commentarius in Isaiam prophetam (Greek)

English is newly prepared for study from the stated edition. Open Greek on each section for the source text. This is not a complete critical edition.