Book I Logos 2 rem early
Rem early: Word of the Lord continued; judgment and hope toward Christ.
Greek
ῦ Κυρίου, καὶ εἰς τὸν οἶκον τοῦ Θεοῦ Ἰακὼβ, καὶ ἀναγγελεῖ ἡμῖν τὴν ὁδὸν αὐτοῦ, καὶ πορευσόμεθα ἐν αὐτῇ. Ἐκ γὰρ Σιὼν ἐξελεύ- σεται νόμος, καὶ λόγος Κυρίου ἐξ Ἱερουσαλήμ.9 Κατέληξε μὲν γὰρ ἡ ὅρασις αὐτῷ. Καὶ τῆς ἤδη φθασάσης προαγορεύσεως τὸ τέλος ἦν. ∆ιότι καται- σχυνθήσονται ἐπὶ τοῖς εἰδώλοις αὐτῶν ἃ αὐτοὶ ἠβούλοντο, καὶ ἐπῃσχύνθησαν ἐπὶ τοῖς κήποις αὐ- τῶν, ὧν αὐτοὶ ἐπεθύμησαν. Καὶ τίνα μὲν τρόπον κατῃσχύνθησαν οἱ ἐξ Ἰσραὴλ ἐπὶ τοῖς εἰδώλοις αὐ- τῶν, διαρκῶς εἰρήκαμεν. Ἐπειδὴ δὲ μνήμη γέγονε τῆς ἐπ' αὐτοῖς προφητείας, ἀρχόμενος ὁ προφήτης γείτονος ἐφεξῆς καὶ δευτέρας ὁράσεως, καταση- μαίνει τὸν χρόνον, καθ' ὃν οὐκ εἰς μέρος τι τῆς γῆς, οὐδὲ ἐν μιᾷ χώρᾳ τε καὶ πόλει τὸ τοῦ δια- βόλου πεσεῖται κράτος, καθῃρημένης εἰς ἅπαν τῆς τῶν εἰδώλων λατρείας καὶ βεβήλου κατασκευῆς, ἀλλ' ἐξ ἁπάσης ληφθήσεται τῆς ὑπ' οὐρανὸν ἡ τοιάδε νόσος, καὶ τῶν ἀκαθάρτων δαιμονίων ἡ τυ- ραννίς. Κατώρθωται δὲ καὶ τοῦτο τοῖς ἐπὶ τῆς γῆς ἐν ἐσχάταις ἡμέραις, τοῦτ' ἔστιν, ἐν τελευταίοις τοῦ παρόντος αἰῶνος καιροῖς, καθ' οὓς ἐπέλαμψεν ὁ μο- νογενὴς τοῦ Θεοῦ Λόγος, γενόμενος ἐκ γυναικός. Ὅτε καὶ αὐτὸς ἑαυτῷ παρέστησε τὴν νοητὴν Ἰου-δαίαν, ἤγουν Ἱερουσαλὴμ, τοῦτ' ἔστιν, τὴν Ἐκκλη-σίαν παρθένον ἁγνὴν, μὴ ἔχουσαν σπῖλον, ἢ ῥυτίδα, ἤ τι τῶν τοιούτων, κατὰ τὸ γεγραμμένον· ἁγίαν δὲ μᾶλλον καὶ ἄμωμον. Καὶ περὶ αὐτῆς φησιν, ὅτι ἔσται ἐν ταῖς ἐσχάταις ἡμέραις ἐμφανὲς τὸ ὄρος Κυ- ρίου, καὶ ὁ οἶκος τοῦ Θεοῦ Ἰακὼβ ἐπ' ἄκρων τῶν ὀρέων. Καὶ ἡμῖν μὲν Σιὼν ἡ κατά γε τὴν Ἰουδαίαν, ἐν ὄρει κεῖσθαί τε καὶ οἰκοδομεῖσθαι λέγεται. Νοη- θείη δ' ἂν οὐκ αἰσθητῶς μᾶλλον, ἀλλὰ πνευματικῶς ἐν τούτοις ἡ Ἐκκλησία, ἣ καὶ ὄρει παρεικάζεται. Καὶ γὰρ ἔστιν ἀληθῶς ὑψηλὴ καὶ περίοπτος, καὶ γνωριμωτάτη τοῖς ἁπανταχοῦ. Ὑψηλὴ δὲ καὶ ἑτέ- ρως· φρονεῖν γὰρ τῶν ἐπιγείων οὐδὲν ἀλλ', ὑψοῦ τῶν ἐπιγείων ἔστιν, καὶ τὴν τοῦ Θεοῦ δόξαν, ὡς ἔνι, περιαθρεῖ τοῖς τῆς διανοίας ὄμμασι, καὶ ὑψηλοῖς ἄγαν τοῖς περὶ αὐτοῦ δόγμασιν ἐπαυχεῖ. Ἑλλήνων 70.69 μὲν γὰρ οἱ λογάδες, καίτοι μεγάλην ἐπὶ 22 σοφίᾳ τὴν ὀφρὺν ἀνασπῶντες, θεοποιοῦσι τὴν κτίσιν, καὶ τοῖς τοῦ κόσμου στοιχείοις τὸ σέβας ἀνάπτουσι. Χθαμαλὸν γὰρ ἔχουσι τὸν νοῦν, καὶ χαμαιριφῆ τὰ θεωρήματα, καὶ τὴν καρδίαν ἐσκοτισμένην· φάσκοντες εἶναι σοφοὶ ἐμωράνθησαν, κατὰ τὸ γεγραμμένον. Ἡ δέ γε νοητὴ Σιὼν, τοῦτ' ἔστιν, ἡ Ἐκκλησία, πᾶσαν μὲν ὑπερίπταται κτίσιν ὁρατήν τε καὶ ἀόρατον, ἀφικνεῖται δὲ πρὸς αὐτὴν τὴν τῶν ὅλων ἐπέκεινα φύσιν. Φωτὸς γὰρ τοῦ θείου μεμέστωται, καὶ αὐτὴν ἐπιγινώσκουσα καὶ δημιουργὸν καὶ τεχνίτην τῶν ὅλων αὐτῇ τε καὶ μόνῃ τὸ κατὰ πάντων ἀπονέμει κράτος. Καὶ τῇ τοιᾷδε δόξῃ στεφα
About this text
Cyril of Alexandria, Commentary on Isaiah (Greek). SERIES on this page: prologue through Book V CLOSEOUT.
English follows PG 70 Greek (CPG 5203). Hill Holy Cross / modern English syncs were not used as wording. Isaiah SERIES CLOSEOUT prologue through Book V.
Witnesses
- Copy-text PG 70 — Commentarius in Isaiam prophetam (Greek)
English is newly prepared for study from the stated edition. Open Greek on each section for the source text. This is not a complete critical edition.