Commentary on Isaiah · §logos3-rem-mid

Book I Logos 3 rem mid

Rem mid: history and spiritual theoria held together.

Greek

ος μὲν γὰρ ἡμᾶς εἰς ἰσχὺν τὴν πνευματικὴν τοῦ ἐπὶ πάντας Θεοῦ, διασώζομεν ἐν ἑαυτοῖς τὸ λαμπρὸν τῆς ἰδίας φύσεως κάλλος. Ἀφιστάντος δὲ τὴν ἐπικουρίαν, γυμνοὶ δὴ πάντως ἐσόμεθα παντὸς ἀγαθοῦ, καὶ τῶν ἐξ ἀρετῆς αὐχημάτων ἀποβαλόντες τὴν ὡραιότητα, τοῖς τῆς ἀτιμίας πάθεσιν ὑποκεισόμεθα, καὶ δουλεύ- σομεν ἐχθροῖς. 9Καὶ ἐπιλήψονται ἑπτὰ γυναῖκες ἀνθρώπου ἑνὸς, λέγουσαι· Τὸν ἄρτον ἡμῶν φαγόμεθα, καὶ τὰ ἱμάτια ἡμῶν περιβαλούμεθα, πλὴν τὸ ὄνομα τὸ σὸν κεκλήσθω ἐφ' ἡμᾶς, ἄφελε τὸν ὀνειδισμὸν ἡμῶν.9 ∆ιαπεράνας εὖ μάλα τὸν λόγον, ἐπί γε ταῖς Ἰου- δαίων γυναιξὶ ταῖς ἐκ τρυφῆς καὶ πλούτου βαδιουμέ- ναις εἰς αἰχμαλωσίαν, πειρᾶται δεικνύειν, ὅτι κέναν- δροι μὲν αἱ τῆς Ἰουδαίας ἀπομενοῦσι πόλεις, ἔσονται δὲ καὶ ἐν σπάνει πολλῇ τῶν πάλαι μαχιμωτάτων. Ἔφη γὰρ, ὅτι "6Πάντες οἱ ἰσχύοντες ὑμῶν μαχαίρᾳ πε- σοῦνται."6 Ποία τις οὖν ὧν ἔφην ἡ δεῖξις; εὐφυῶς ἄγαν καὶ ἀστείως ἐσκευασμένη. Νόμου γὰρ δὴ τοῦ διὰ Μω- σέως λέγοντος τοῖς υἱοῖς Ἰσραὴλ, "6Οὐκ ἔσται ἔν σοι ἄγονος οὐδὲ στείρα·"6 ἐν ἐσχάτοις ὀνειδισμοῖς παρὰ τοῖς Ἰουδαίοις λελόγιστο τὸ γυναῖκα μὴ τεκεῖν, ἤγουν 70.128 ἄγονον εἶναί τινα τῶν τελούντων ἐν ἀνδράσιν. Εὐθὺς γὰρ αὐτοῖς ὁ τῆς ἀγόνου καὶ στείρας προσετρίβετο μῶμος. Καὶ πνευματικὸς μὲν ὁ νόμος ἦν. Ἐπηγγέλ- λετο γὰρ ὁ τῶν ὅλων Θεὸς ὅτι ὁ νοητὸς Ἰσραὴλ, τοῦτ' ἔστι, νοῦς ὁρῶν Θεὸν, οὐκ ἄκαρπος ἔσται, οὔτε ἀπ- εστειρωμένος, ἔγκαρπος δὲ μᾶλλον καὶ γῆ τις ὥσπερ καλὴ καὶ ἐξαίρετος. Πλὴν ἐνόουν Ἰουδαῖοι σαρκικῶς, ψυχικοὶ γὰρ ἦσαν, πνεῦμα μὴ ἔχοντες. Ἔσται τοίνυν, φησὶν, τοσαύτη σπάνις ἀῤῥένων κατὰ τὴν χώραν, δαπανήσαντος τοῦ πολέμου τὸ γένος, ὡς ἑπτὰ γυναῖ- κας ἤτοι πολλὰς ἑνὸς ἀνδρὸς ἐπιλαμβάνεσθαι καὶ λέ- γειν· "6Τὸν ἄρτον ἡμῶν φαγόμεθα, καὶ τὸ ἱμάτιον ἡμῶν περιβαλούμεθα· πλὴν τὸ ὄνομα τὸ σὸν κεκλή- σθω ἐφ' ἡμᾶς, ἀφεῖλε τὸν ὀνειδισμὸν ἡμῶν."6 Ὁρᾷς ὅπως δεδείασι τῆς ἀτοκίας τὸν ὀνειδισμὸν, καὶ τὸ τῆς ἀγόνου καὶ στείρας παραιτοῦνται ὄνομα λίαν; Προσ- έρχονται γὰρ οὐ τὰ συνήθη ζητοῦντες, καὶ ὅσα δέχε- σθαι γυναιξὶ παρὰ τῶν συνοικούντων ἔθος· ἑαυταῖς γὰρ ἀρκέσειν εἰς τοῦτό φασιν, αἰτοῦσι δὲ μόνον, ὡς ἔφην, τοῦ ὀνειδισμοῦ τὴν ἀφαίρεσιν. Ἄθρει δὴ οὖν τοῦ λόγου τὸ βάθος. Εἰ μὲν γὰρ πλούσιος ἦν ὁ παρα- καλούμενος, οὐκ ἂν ἔφασαν αἱ γυναῖκες· Τὸν ἄρτον ἡμῶν φαγόμεθα, καὶ τὸ ἱμάτιον ἡμῶν περιβα- λούμεθα. Ἐπειδὴ δὲ ἴσασι τοὺς ἐκ τοῦ πολέμου σεσω- σμένους καὶ διαφυγόντας μόλις ἐν ἐσχάτῃ πεσόντας πτωχείᾳ, καὶ πολλὴν ἔχοντας ἀθλιότητα, ζητοῦσι μὲν παρ' αὐτῶν παντελῶς οὐδὲν, αἰτοῦσι δὲ μόνον τὸ τέκνων γενέσθαι μητέρες Καὶ ὁ μὲν λόγος τῆς ἱστο- ρίας ἐν τούτοις. Ἀποκομίζουσι δὲ τὸ προκείμενον ε

About this text

Cyril of Alexandria, Commentary on Isaiah (Greek). SERIES on this page: prologue through Book V CLOSEOUT.

English follows PG 70 Greek (CPG 5203). Hill Holy Cross / modern English syncs were not used as wording. Isaiah SERIES CLOSEOUT prologue through Book V.

Witnesses

  • Copy-text PG 70 — Commentarius in Isaiam prophetam (Greek)

English is newly prepared for study from the stated edition. Open Greek on each section for the source text. This is not a complete critical edition.