Commentary on Isaiah · §logos4-rem-close

Book I Logos 4 rem close CLOSEOUT

Rem CLOSEOUT: Logos 4 CLOSEOUT.

Greek

ν, ὡς βάλανοι κείσονται, μονονουχὶ θήκης ἰδίας ἐκπεπτωκότες τῆς ἐνεγκούσης αὐτούς. Τοιοῦτόν τι καὶ ὁ Σολομών φησιν· "6Ὥσπερ ὄρνεον ὅταν ἐκ- 70.192 πέσῃ ἐκ τῆς ἰδίας καλιᾶς, οὕτω καὶ ἄνθρωπος ὅταν ἀποσπασθῇ ἐκ τῶν ἰδίων τόπων."6 Τί γὰρ ἂν γένοιτο τῶν ἐν αἰχμαλωσίᾳ τὸ οἰκτρότερον; Τί δὲ οὕτως ἐλεεινὸν καὶ πεπατημένον, ὡς ἀνθρώπους ὑπὸ χεῖρα πεσεῖν τῶν κεκρατηκότων; 9Καὶ ἐγένετο ἐν ταῖς ἡμέραις Ἄχαζ τοῦ Ἰωαθὰμ τοῦ υἱοῦ Ὀζίου βασιλέως Ἰούδα, ἀνέβη Ῥααςσὼν βασιλεὺς Συρίας, καὶ Φακεὲ υἱὸς Ῥομελίου βασιλεὺς Ἰσραὴλ ἐπὶ Ἱερουσαλὴμ πολεμῆσαι αὐτὴν, καὶ οὐκ ἠδυνήθησαν πολιορκῆσαι αὐτήν.9 Οἱ τὴν ἐν ταῖς θεοπνεύστοις Γραφαῖς ἱστορίαν ὡς ἕωλον παραιτούμενοι, φεύγουσι κατὰ τὸ εἰκὸς τὸ νοεῖν δύνασθαι, καθ' ὃν προσήκει τρόπον, τὰ ἐν αὐ- τοῖς γεγραμμένα. Θεωρία μὲν γὰρ πνευματικὴ καλή τε καὶ ὀνησιφόρος, καὶ τῆς διανοίας τὸν ὀφθαλμὸν εὖ μάλα καταλαμπρύνουσα νουνεχεστάτους ἀποτελεῖ. Ὅταν δέ τι τῶν ἱστορικῶς πεπραγμένων διὰ τῶν ἱερῶν ἡμῖν Γραμμάτων εἰσφέρηται, τότε δὴ τότε τὸ ἐκ τῆς ἱστορίας χρήσιμον θηρᾶσθαι πρέπει, ἵνα πανταχόθεν ἡμᾶς ἡ θεόπνευστος Γραφὴ σώζουσά τε καὶ ὠφελοῦσα φαίνηται. Ἀφηγεῖται τοίνυν ὁ προφη- τικὸς ἡμῖν ἐν τούτοις λόγος τὰ ἐν καιροῖς τῆς Ὀζίου βασιλείας συμβεβηκότα τοῖς ἐξ Ἰούδα καὶ Βενιαμεὶν, καὶ ταῖς ἐν τῇ Σαμαρείᾳ δέκα φυλαῖς, αἲ καὶ Ἐφραῒμ ὠνομάζοντο, καὶ μέν τοι καὶ Ἰσραήλ. Ἐπειδὴ δὲ ἐν καιροῖς τεσσάρων βασιλέων ὁ σύμπας τῆς προφητείας γέγονε λόγος, τὰ ἐν τοῖς ἑκάστου καιροῖς συμβαίνοντα τίθησιν ὁ προφήτης, καὶ ἀναγκαίως ἐπισημαίνεται, τάξιν ταῖς ὁράσεσιν, ἤτοι τοῖς ἑαυτοῦ λόγοις τὴν ἀρίστην ἐπιτιθείς. Τεθνεῶτος τοιγαροῦν Ἀζαρίου καὶ τοῦ Ὀζίου, διαδέχεται τὴν βασιλείαν Ἰωαθὰν, ἠκο-λούθησέ τε τῷ σκοπῷ, καὶ τοῖς ἐπιτηδεύμασι τοῦ ἰδίου πατρός. Λέγεται μὲν γὰρ καὶ αὐτὸς ἐν ὀφθαλ- μοῖς Κυρίου ποιῆσαι τὸ εὐθὲς, καθὰ καὶ Ὀζίας, πλὴν τὰ ὑψηλὰ οὐκ ἐξῆρεν, ἀλλ' ἔτι ὁ λαὸς ἐθυμίων ἐν τοῖς ὑψηλοῖς. Καὶ ἐζήτησε μὲν Ὀζίας παρὰ τὸ ἐξὸν ἱερα- τεῦσαι Θεῷ, καὶ προσενεγκεῖν θυμιάματα, καὶ λελέ- πρωται ταύτης ἕνεκα τῆς αἰτίας. Ἰωαθάν γε μὴν οὐχ οὕτως. Ἐπειδὴ δὲ καὶ αὐτὸς ἀπεβίω, διαδέχεται τὴν βασιλείαν ὁ Ἄχαζ, βασιλεύοντος ἐπὶ τὸν Ἰσραὴλ, τοῦτ' ἔστι, τῶν δώδεκα φυλῶν, Φακεὲ υἱοῦ Ῥομελίου. Οὗτος κεκίνηκε πόλεμον κατὰ τοῦ Ἄχαζ καὶ τοῦ Ἰούδα, καὶ ἀπέκτεινε μὲν ἐν μιᾷ ἡμέρᾳ ἑκατὸν καὶ εἴκοσι χιλιάδας. Παρωτρύνετο γὰρ ὁ τῶν ὅλων Θεὸς ἐν ταῖς τοῦ Ἄχαζ δυσσεβείαις, περὶ οὗ καὶ γέγραπται ἐν τῇ τετάρτῃ τῶν Βασιλειῶν, ὅτι ἐπορεύθη ἐν ὁδῷ βασιλέως Ἰσραήλ. Γέγονε γὰρ ἀνὴρ δυσσεβὴς, καὶ λελάτρευκεν εἰδώλοις, καὶ τὰ τέκνα αὐτοῦ διήγαγε διὰ πυρὸς καταθυμιῶν τοῖς ἀκαθάρτοις δαίμοσιν.

About this text

Cyril of Alexandria, Commentary on Isaiah (Greek). SERIES on this page: prologue through Book V CLOSEOUT.

English follows PG 70 Greek (CPG 5203). Hill Holy Cross / modern English syncs were not used as wording. Isaiah SERIES CLOSEOUT prologue through Book V.

Witnesses

  • Copy-text PG 70 — Commentarius in Isaiam prophetam (Greek)

English is newly prepared for study from the stated edition. Open Greek on each section for the source text. This is not a complete critical edition.