Commentary on Isaiah · §logos4-rem-early

Book I Logos 4 rem early

Rem early: Isaian oracles of Book I Logos 4 toward Christ.

Greek

Θεὸν, ἑλκομένας δὲ τρόπον τινὰ παρ' αὐτῶν, διὰ τοῦ βούλεσθαι καὶ τοῖς ἐκ θείας 70.160 ὀργῆς περιπεσεῖν κινήμασιν. Οἶμαι δὲ ἔγωγε τῶν τοιούτων ἑκάστῳ πρεπωδέστατά τε καὶ ἀληθῶς δύνα- σθαι λέγειν ἡμᾶς· "6Ἢ τοῦ πλούτου τῆς χρηστότητος αὐτοῦ, καὶ τῆς ἀνοχῆς, καὶ τῆς μακροθυμίας κατα- φρονεῖς, ἀγνοῶν ὅτι τὸ χρηστὸν τοῦ Θεοῦ εἰς μετά- νοιάν σε ἄγει; Κατὰ δὲ τὴν σκληρότητά σου καὶ ἀμε- τανόητον καρδίαν θησαυρίζεις σεαυτῷ ὀργὴν, ἐν ἡμέρᾳ ὀργῆς καὶ ἀποκαλύψεως καὶ δικαιοκρισίας τοῦ Θεοῦ."6 Ἕλκουσι γὰρ, ὡς ἔφην, αὐτοὶ καθ' ἑαυτῶν τὸν τῆς κολάσεως καιρὸν, τάχα που μικροψυχοῦντες, ὅτι μέλλει κολάζων αὐτοὺς, καὶ μὴ πλημμελοῦσιν ἀκαθέκτως ἐπετίθει τὰς δίκας. Ἕλκουσι τοίνυν τὰς ἁμαρτίας ὡς σχοίνῳ μακρῷ, καὶ ὡς ζυγοῦ ἱμάντι δαμάλεως τὰς ἀνομίας. Ὥσπερ γὰρ τὰς δαμάλεις, ἤτοι τὰς βοῦς ὑποφέροντες τοῖς ζυγοῖς, ἕλκουσιν ἔσθ' ὅτε σὺν βίᾳ πολλῇ, καὶ καταδεσμεύουσιν εἰς πόνους· τὸν αὐτὸν, οἶμαι, τρόπον κἀκεῖνοι τοῖς ἐκ θείας ὀρ- γῆς ἐπισυμβήσεσθαι μέλλουσιν ἑαυτοὺς ὑποφέροντες ἔφασκον· "6Ἐγγισάτω τὸ τάχος, ἃ ποιήσει, ἵνα ἴδωμεν, καὶ ἐλθέτω ἡ βουλὴ τοῦ ἁγίου Ἰσραὴλ ἵνα γνῶμεν."6 Τοῦτο λέγοντας καὶ οὕτω πεφρονηκότας καὶ ἕτερος τῶν ἁγίων προφητῶν ταλανίζει λέγων· Οὐαὶ οἱ ἐπι- θυμοῦντες τὴν ἡμέραν Κυρίου· καὶ αὕτη ἐστὶ σκότος, καὶ οὐ φῶς, καὶ γνόφος οὐκ ἔχων φέγγος αὐτοῦ. Χρὴ τοίνυν μανθάνοντας ὅτι λελύπηται Θεὸς, παραχρῆμα μετανοεῖν, καὶ ἀκαταλήκτοις προσευχαῖς μειλίσσεσθαι μᾶλλον αὐτὸν, οὐ παροτρύνειν ἔτι κεκινημένον· οὔτε μὴν ἀπειλοῦντος καταφρονεῖν· μακρόθυμος γάρ ἐστι, καὶ πολυέλεος, ἀποφέρων ἀνομίας, καὶ ὑπερ- βαίνων ἀδικίας· καὶ μικροῖς ἔσθ' ὅτε δακρύοις τῶν ἡμαρτηκότων ἐπὶ τὴν αὐτῷ φιλαιτάτην γαληνότητα μεθιστάμενος. 9Οὐαὶ οἱ λέγοντες τὸ πονηρὸν καλὸν, καὶ τὸ κα- λὸν πονηρὸν, οἱ τιθέντες τὸ σκότος φῶς, καὶ τὸ φῶς σκότος, οἱ τιθέντες τὸ πικρὸν γλυκὺ, καὶ τὸ γλυκὺ πικρόν. Οὐαὶ οἱ συνετοὶ ἐν ἑαυτοῖς, καὶ ἐνώπιον ἑαυτῶν ἐπιστήμονες.9 Ἀσυνέτους ὄντας παντελῶς καὶ διὰ τούτων ἐλέγχει τοὺς τὰς ἁμαρτίας ἐπισπωμένους ὡς σχοινίῳ μακρῷ. ∆έον γὰρ ἐπαίνου παντὸς ἀξιοῦν τὸ χρῆναι μετανοεῖν, καὶ διὰ πάσης ἐπιεικείας ἀπαλλάττειν ἑαυτοὺς τῆς ἐπηρτημένης ὀργῆς, καὶ ταῖς νηστείαις ἀπολογεῖσθαι λελυπημένῳ τῷ πάντων κρατοῦντι Θεῷ· ἀδόκιμοι γεγόνασι τραπεζῖται, τιμῶντες μὲν τὰ αἰσχίω, κατα- κιβδηλεύοντες δὲ τὸ ἀσυγκρίτως ἄμεινον, καὶ τὸ ὅτι μάλιστα λυσιτελὲς εἰς 56 σωτηρίαν αὐτοῖς. Πρέπει δὴ οὖν ἄρα τοῖς οὕτω πεφρονηκόσι τὸ οὐαί. Ἀνόσιοι γὰρ καὶ ἀσύνετοι καθ' ἑαυτῶν γεγόνασι δικασταί. Τὸ μὲν γὰρ πονηρὸν καλὸν εἶναι λέγοντες, καταλογι- ζόμενοι τὸ σκότος φῶς, καὶ τὸ μὲν πικρὸν γλυκὺ, τὸ δὲ γλυκὺ πι

About this text

Cyril of Alexandria, Commentary on Isaiah (Greek). SERIES on this page: prologue through Book V CLOSEOUT.

English follows PG 70 Greek (CPG 5203). Hill Holy Cross / modern English syncs were not used as wording. Isaiah SERIES CLOSEOUT prologue through Book V.

Witnesses

  • Copy-text PG 70 — Commentarius in Isaiam prophetam (Greek)

English is newly prepared for study from the stated edition. Open Greek on each section for the source text. This is not a complete critical edition.