Cyril of Alexandria: Fragments on Matthew · §104

Matthew 10:23

By “cities of Israel” he also means the assemblies of the faithful, which last until the consummation of the age. Teachers and learners do not cease until the Lord’s second appearing. And the disciples and evangelists seem to live until then, since from their writings all teach.

Greek

Γέμει δὲ καὶ τοῦτο θεοσημείας τὸ λόγῳ μόνῳ τὸν τοιοῦτον μετα τραπῆναι πρὸς ἀρετὴν τοσαύτην. καλῶν δὲ τὸν Ματθαῖον δείκνυσιν, ὅτι εἰ καὶ οὐδεὶς ἔρχεται πρὸς αὐτόν, "ἐὰν μὴ ὁ πατὴρ ἑλκύσῃ αὐτόν", ἀλλ' οὖν διὰ Χριστὸν γίνεται ἡ ἕλκυσις. ὁ τοίνυν σωτὴρ ἀνεπαισχύντως τε λώνην καλέσας εἰς μαθητείαν καὶ εἰς τὸν οἶκον αὐτοῦ παραγεγονώς, ἐν ᾧ οὐδὲν ἕτερον ἦν ἀγαθὸν εἰ μὴ τοῦ οἰκοδεσπότου ἡ μεταβόλεια. ἦν οὖν ὄχλος πολὺς τελωνῶν συνανακειμένων τῷ Ἰησοῦ καὶ οὐκ ἀγανακτεῖ ὁ σωτὴρ οὐδὲ εἰς ὕβριν αὐτοῦ δέχεται τὸ γινόμενον, ἀλλ' ὡς δεσπότης τῆς φύσεως παραγίνεται εἰς τὴν ἑστίασιν καὶ ἐσθίει καὶ πίνει τήν τε ἀλήθειαν τοῦ σώματος ἐνδεικνύμενος καὶ τὴν εὔκαιρον τῶν βρω μάτων εὐλογῶν χρῆσιν. παρῆσαν δὲ καὶ Φαρισαῖοι καὶ γραμματεῖς, οὐχ ἵνα μάθωσιν, ἀλλ' ἵνα περιεργάσωνται τὰ γινόμενα. βλέπουσιν τοὺς τελώνας συνανακειμένους καὶ καλοῦσιν τοὺς μαθητὰς καὶ τὸ γινόμενον αἰτιῶνται. ἀκούει ὁ Ἰησοῦς καί φησι πρὸς αὐτούς· καὶ ὑμεῖς χρείαν ἔχετε ἰατροῦ· εἰ γὰρ μὴ ἐνοσεῖτε, οὐκ ἂν ᾐτιᾶσθε τοῦ ἰατροῦ τὴν φιλαν θρωπίαν· μήποτε γὰρ οὐκ οἶδα, ὅτι τελῶναι ὑπάρχουσιν; μήποτε γὰρ ἀγνοῶ τῆς ψυχῆς αὐτῶν τὰ νοσήματα; οἶδα, ὅτι κακῶς ἔχουσιν. διὰ τοῦτο πρὸς αὐτοὺς παραγέγονα, ἵνα τὰς ψυχὰς αὐτῶν θεραπεύσω νο σούσας. δι' ἣν δὲ αἰτίαν ἐπιλαμβάνονται οἱ Φαρισαῖοι τοῦ σωτῆρος ἁμαρτωλοῖς συνεσθίοντος, ὅτι νόμος ἦν "διαστέλλειν ἀνὰ μέσον ἁγίου καὶ βεβήλου". οὐκ ᾔδεισαν δὲ Χριστὸν ὑπὲρ τὴν νομικὴν χρῆσιν παρέ χοντα τὴν φιλάνθρωπον χάριν· ἡ μὲν γὰρ ἐξέβαλεν, ἡ δὲ μετέβαλεν τὸ κακόν. ἔδειξεν οὖν, ὅτι οὐχ ὡς κριτὴς πάρεστιν, ἀλλ' ὡς ἰατρὸς καὶ τὸ ἐπιβάλλον τῇ τέχνῃ ποιεῖ συνὼν τοῖς καὶ ἰάσεως δεομένοις.

About this text

Catena fragments on Matthew (CPG 5206). Contents follow Matthew chapter and verse. Edition fragment numbers stay in About this text and under each passage.

English follows the named copy-text (Aegean/khazarzar Migne PG 72 extract). Other prints were checked as noted; no silent merge of recensions.

Witnesses

English is newly prepared for study from the stated edition. Open Greek on each section for the source text. This is not a complete critical edition.